Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 2

2.9 ἐπειδὴ τὰς κακοπαθείας καὶ τοὺς κινδύνους αὐτὸς ἀναδέδεκται τοὺς κατὰ τὴν πολιορκίαν, δίκαιον εἶναι καὶ τὴν οἰκονομίαν τῶν λαφύρων, ἐπὰν κρατήσωσι, καὶ τὴν ἐπιγραφὴν τῶν ὅπλων ἑαυτῷ συγχωρεῖσθαι. τινῶν δέ,
2.10 καὶ μάλιστα τῶν προϊόντων πρὸς τὴν ἀρχήν, ἀμφισβητούντων πρὸς τὰ λεγόμενα καὶ παρακαλούντων τὰ πλήθη μὴ προδιαλαμβάνειν, ἀλλʼ ἀκέραιον ἐᾶν, ᾧ ποτʼ ἂν ἡ τύχη βουληθῇ περιθεῖναι τοῦτον τὸν στέφανον,
2.11 ἔδοξε τοῖς Αἰτωλοῖς, ὃς ἂν ἐπικατασταθεὶς στρατηγὸς κρατήσῃ τῆς πόλεως, κοινὴν ποιεῖν τῷ προϋπάρχοντι καὶ τὴν οἰκονομίαν
3.1 τῶν λαφύρων καὶ τὴν ἐπιγραφὴν τῶν ὅπλων. δεδογμένων δὲ τούτων, καὶ δέον τῇ κατὰ πόδας ἡμέρᾳ γενέσθαι τὴν αἵρεσιν καὶ τὴν παράληψιν τῆς ἀρχῆς, καθάπερ ἔθος ἐστὶν Αἰτωλοῖς, προσπλέουσιν τῆς νυκτὸς ἑκατὸν λέμβοι πρὸς τὴν Μεδιωνίαν κατὰ τοὺς ἔγγιστα τόπους τῆς πόλεως, ἐφʼ ὧν ἦσαν Ἰλλυριοὶ πεντακισχίλιοι.
3.2 καθορμισθέντες δὲ καὶ τῆς ἡμέρας ἐπιγενομένης ἐνεργὸν καὶ λαθραίαν ποιησάμενοι τὴν ἀπόβασιν καὶ χρησάμενοι τῇ παρʼ αὐτοῖς εἰθισμένῃ τάξει προῆγον κατὰ σπείρας ἐπὶ τὴν τῶν Αἰτωλῶν στρατοπεδείαν.
3.3 οἱ δʼ Αἰτωλοὶ συνέντες τὸ γινόμενον ἐπὶ μὲν τῷ παραδόξῳ καὶ τῇ τόλμῃ τῶν Ἰλλυριῶν ἦσαν ἐκπλαγεῖς· πεφρονηματισμένοι δʼ ἐκ πολλοῦ χρόνου καὶ καταπιστεύσαντες ταῖς ἰδίαις δυνάμεσιν κατὰ ποσὸν εὐθαρσῶς εἶχον.
3.4 τὸ μὲν οὖν πολὺ μέρος τῶν ὁπλιτῶν καὶ τῶν ἱππέων αὐτοῦ πρὸ τῆς στρατοπεδείας ἐν τοῖς ἐπιπέδοις παρενέβαλλον, μέρει δέ τινι τῆς ἵππου καὶ τοῖς εὐζώνοις τοὺς ὑπερδεξίους καὶ πρὸ τοῦ χάρακος εὐφυῶς κειμένους τόπους προκατελάμβανον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme