Book 2
ὅμως τὸ πᾶν λάφυρον ἐποίησαν μετὰ τῶν σωμάτων κατὰ τοὺς αὐτοὺς καιροὺς τάλαντα τριακόσια.
τὸ δὲ συνεχὲς τούτῳ τίς οὐκ ἂν ἔτι μᾶλλον θαυμάσειε; ταῦτα γὰρ ἀποφαινόμενος λέγει πρὸ τῆς παρατάξεως δέχʼ ἡμέραις μάλιστα τὸν παρὰ Πτολεμαίου πρεσβευτὴν ἐλθεῖν ἀγγέλλοντα πρὸς τὸν Κλεομένη διότι Πτολεμαῖος τὸ μὲν χορηγεῖν ἀπολέγει, διαλύεσθαι δὲ παρακαλεῖ πρὸς τὸν Ἀντίγονον.
τὸν δʼ ἀκούσαντά φησι κρῖναι διότι δεῖ τὴν ταχίστην ἐκκυβεύειν τοῖς ὅλοις πρὸ τοῦ συνεῖναι τὰ προσπεπτωκότα τὰς δυνάμεις, διὰ τὸ μηδεμίαν ὑπάρχειν ἐν τοῖς ἰδίοις πράγμασιν ἐλπίδα τοῦ δύνασθαι μισθοδοτεῖν.
ἀλλʼ εἴπερ ἑξακισχιλίων ἐγκρατὴς ἐγεγόνει ταλάντων κατὰ τοὺς αὐτοὺς καιρούς, τὸν Πτολεμαῖον αὐτὸν ἠδύνατο ταῖς χορηγίαις ὑπερθέσθαι.
πρὸς δὲ τὸν Ἀντίγονον, εἰ μόνον τριακοσίων ὑπῆρχε κύριος, καὶ λίαν ἱκανὸς ἦν ἀσφαλῶς ὑπομένων τρίβειν τὸν πόλεμον.
τὸ δʼ ἅμα μὲν πάσας ἀποφαίνειν τῷ Κλεομένει τὰς ἐλπίδας ἐν Πτολεμαίῳ διὰ τὰς χορηγίας, ἅμα δὲ τοσούτων χρημάτων αὐτὸν φάναι κύριον γεγονέναι κατὰ τοὺς αὐτοὺς καιρούς, πῶς οὐ τῆς μεγίστης ἀλογίας, ἔτι δʼ ἀσκεψίας ἐστὶ σημεῖον;
πολλὰ δὲ καὶ ἕτερα τῷ συγγραφεῖ τοιαῦτα καὶ κατὰ τοὺς ὑποκειμένους καιροὺς καὶ παρʼ ὅλην τὴν πραγματείαν κατατέτακται, περὶ ὧν ἀρκεῖν ὑπολαμβάνω κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν καὶ τὰ νῦν εἰρημένα.
μετὰ δὲ τὴν τῆς Μεγάλης πόλεως ἅλωσιν Ἀντιγόνου παραχειμάζοντος ἐν τῇ τῶν Ἀργείων πόλει, συναγαγὼν Κλεομένης ἅμα τῷ τὴν ἐαρινὴν ὥραν ἐνίστασθαι καὶ παρακαλέσας τὰ πρέποντα τοῖς καιροῖς, ἐξαγαγὼν τὴν στρατιὰν ἐνέβαλεν εἰς τὴν τῶν Ἀργείων χώραν,
ὡς μὲν τοῖς πολλοῖς ἐδόκει, παραβόλως καὶ τολμηρῶς διὰ τὴν ὀχυρότητα τῶν κατὰ τὰς εἰσόδους τόπων, ὡς δὲ τοῖς ὀρθῶς λογιζομένοις, ἀσφαλῶς καὶ νουνεχῶς.
ὁρῶν γὰρ τὸν Ἀντίγονον διαφεικότα τὰς δυνάμεις, ᾔδει σαφῶς ὡς πρῶτον μὲν τὴν εἰσβολὴν ἀκινδύνως ποιήσεται, δεύτερον ἔτι τῆς χώρας καταφθειρομένης ἕως τῶν τειχῶν ἀνάγκη τοὺς Ἀργείους θεωροῦντας τὸ γινόμενον ἀσχάλλειν καὶ καταμέμφεσθαι τὸν Ἀντίγονον.
εἰ μὲν οὖν συμβαίη μὴ δυνάμενον αὐτὸν ὑποφέρειν τὸν ἐπιρραπισμὸν τῶν ὄχλων ἐξελθεῖν καὶ διακινδυνεῦσαι τοῖς παροῦσιν, πρόδηλον ἐκ τῶν κατὰ λόγον ἦν αὐτῷ διότι νικήσει ῥᾳδίως.
εἰ δʼ ἐμμείνας τοῖς λογισμοῖς ἀφησυχάζοι, καταπληξάμενος τοὺς ὑπεναντίους καὶ ταῖς ἰδίαις δυνάμεσι θάρσος ἐνεργασάμενος ἀσφαλῶς ὑπέλαβε ποιήσασθαι τὴν ἀναχώρησιν εἰς τὴν οἰκείαν. ὃ καὶ συνέβη γενέσθαι.
τῆς γὰρ χώρας δῃουμένης οἱ μὲν ὄχλοι συστρεφόμενοι τὸν Ἀντίγονον ἐλοιδόρουν. ὁ δὲ καὶ λίαν ἡγεμονικῶς καὶ βασιλικῶς οὐδὲν περὶ πλείονος ποιούμενος τοῦ κατὰ λόγον χρήσασθαι τοῖς
πράγμασιν ἦγε τὴν ἡσυχίαν. ὁ δὲ Κλεομένης κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν καταφθείρας μὲν τὴν χώραν, καταπληξάμενος δὲ τοὺς ὑπεναντίους, εὐθαρσεῖς δὲ πεποιηκὼς τὰς ἑαυτοῦ δυνάμεις πρὸς τὸν ἐπιφερόμενον κίνδυνον ἀσφαλῶς εἰς τὴν οἰκείαν ἐπανῆλθεν.
τοῦ δὲ θέρους ἐνισταμένου, καὶ συνελθόντων τῶν Μακεδόνων καὶ τῶν Ἀχαιῶν ἐκ τῆς χειμασίας, ἀναλαβὼν τὴν στρατιὰν Ἀντίγονος προῆγε μετὰ τῶν συμμάχων εἰς τὴν Λακωνικήν,
ἔχων Μακεδόνας μὲν τοὺς εἰς τὴν φάλαγγα μυρίους, πελταστὰς δὲ τρισχιλίους, ἱππεῖς δὲ τριακοσίους, Ἀγριᾶνας δὲ σὺν τούτοις χιλίους καὶ Γαλάτας ἄλλους τοσούτους, μισθοφόρους δὲ τοὺς πάντας πεζοὺς μὲν τρισχιλίους, ἱππεῖς δὲ τριακοσίους,
Ἀχαιῶν δʼ ἐπιλέκτους πεζοὺς μὲν τρισχιλίους, ἱππεῖς δὲ τριακοσίους, καὶ Μεγαλοπολίτας χιλίους εἰς τὸν Μακεδονικὸν τρόπον καθωπλισμένους, ὧν ἡγεῖτο Κερκιδᾶς Μεγαλοπολίτης, τῶν δὲ συμμάχων Βοιωτῶν μὲν πεζοὺς δισχιλίους,
ἱππεῖς δὲ διακοσίους, Ἠπειρωτῶν πεζοὺς χιλίους, ἱππεῖς πεντήκοντα, Ἀκαρνάνων ἄλλους τοσούτους, Ἰλλυριῶν χιλίους ἑξακοσίους, ἐφʼ ὧν ἦν Δημήτριος ὁ Φάριος,
ὥστʼ εἶναι πᾶσαν τὴν δύναμιν πεζοὺς μὲν εἰς δισμυρίους ὀκτακισχιλίους, ἱππεῖς δὲ χιλίους καὶ διακοσίους.
ὁ δὲ Κλεομένης προσδοκῶν τὴν ἔφοδον τὰς μὲν ἄλλας τὰς εἰς τὴν χώραν εἰσβολὰς ἠσφαλίσατο φυλακαῖς καὶ τάφροις καὶ δένδρων ἐκκοπαῖς,
αὐτὸς δὲ κατὰ τὴν Σελλασίαν καλουμένην μετὰ τῆς δυνάμεως ἐστρατοπέδευε, τῆς πάσης ὑπαρχούσης αὐτῷ στρατιᾶς εἰς δύο μυριάδας, στοχαζόμενος ἐκ τῶν κατὰ λόγον ταύτῃ ποιήσασθαι τοὺς ὑπεναντίους τὴν εἰσβολήν· ὃ καὶ συνεκύρησε.
δύο δὲ λόφων ἐπʼ αὐτῆς τῆς εἰσόδου κειμένων, ὧν τὸν μὲν Εὔαν, τὸν δʼ ἕτερον Ὄλυμπον καλεῖσθαι συμβαίνει,
τῆς δʼ ὁδοῦ μεταξὺ τούτων παρὰ τὸν Οἰνοῦντα ποταμὸν φερούσης εἰς τὴν Σπάρτην, ὁ μὲν Κλεομένης τῶν προειρημένων λόφων συνάμφω τάφρον καὶ χάρακα προβαλόμενος ἐπὶ μὲν τὸν Εὔαν ἔταξε τοὺς περιοίκους καὶ συμμάχους, ἐφʼ ὧν ἐπέστησε τὸν ἀδελφὸν Εὐκλείδαν, αὐτὸς δὲ τὸν Ὄλυμπον κατεῖχε μετὰ Λακεδαιμονίων καὶ τῶν μισθοφόρων.
ἐν δὲ τοῖς ἐπιπέδοις παρὰ τὸν ποταμὸν ἐφʼ ἑκάτερα τῆς ὁδοῦ τοὺς ἱππεῖς μετὰ μέρους τινὸς τῶν μισθοφόρων παρενέβαλεν.
Ἀντίγονος δὲ παραγενόμενος καὶ συνθεωρήσας τήν τε τῶν τόπων ὀχυρότητα καὶ τὸν Κλεομένη πᾶσι τοῖς οἰκείοις μέρεσι τῆς δυνάμεως οὕτως εὐστόχως προκατειληφότα τὰς εὐκαιρίας ὥστε παραπλήσιον εἶναι τὸ σύμπαν σχῆμα τῆς στρατοπεδείας τῆς τῶν ἀγαθῶν ὁπλομάχων προβολῆς·
οὐδὲν γὰρ ἀπέλειπε τῶν πρὸς ἐπίθεσιν ἅμα καὶ φυλακήν, ἀλλʼ ἦν ὁμοῦ παράταξις ἐνεργὸς καὶ παρεμβολὴ δυσπρόσοδος·
διὸ καὶ τὸ μὲν ἐξ ἐφόδου καταπειράζειν καὶ συμπλέκεσθαι
προχείρως ἀπέγνω, στρατοπεδεύσας δʼ ἐν βραχεῖ διαστήματι καὶ λαβὼν πρόβλημα τὸν Γοργύλον καλούμενον ποταμόν, τινὰς μὲν ἡμέρας ἐπιμένων συνεθεώρει τάς τε τῶν τόπων ἰδιότητας καὶ τὰς τῶν δυνάμεων διαφοράς,
ἅμα δὲ καὶ προδεικνύων τινὰς ἐπιβολὰς πρὸς τὸ μέλλον ἐξεκαλεῖτο τὰς τῶν ὑπεναντίων ἐπινοίας.
οὐ δυνάμενος δὲ λαβεῖν οὐδὲν ἀργὸν οὐδʼ ἔξοπλον διὰ τὸ πρὸς πᾶν ἑτοίμως ἀντικινεῖσθαι τὸν Κλεομένη,
τῆς μὲν τοιαύτης ἐπινοίας ἀπέστη, τέλος δʼ ἐξ ὁμολόγου διὰ μάχης ἀμφότεροι προέθεντο κρίνειν τὰς πράξεις· πάνυ γὰρ εὐφυεῖς καὶ παραπλησίους ἡγεμόνας ἡ τύχη συνέβαλε τούτους τοὺς ἄνδρας.
πρὸς μὲν οὖν τοὺς κατὰ τὸν Εὔαν ὁ βασιλεὺς ἀντέταξε τῶν τε Μακεδόνων τοὺς χαλκάσπιδας καὶ τοὺς Ἰλλυριούς, κατὰ σπείρας ἐναλλὰξ τεταγμένους, Ἀλέξανδρον τὸν Ἀκμήτου καὶ Δημήτριον τὸν Φάριον ἐπιστήσας.
ἐπὶ δὲ τούτοις τοὺς Ἀκαρνᾶνας καὶ Ἠπειρώτας ἐπέβαλε· τούτων δὲ κατόπιν ἦσαν δισχίλιοι τῶν Ἀχαιῶν, ἐφεδρείας λαμβάνοντες τάξιν.
τοὺς δʼ ἱππεῖς περὶ τὸν Οἰνοῦντα ποταμὸν ἀντέθηκε τῷ τῶν πολεμίων ἱππικῷ, συστήσας αὐτοῖς Ἀλέξανδρον ἡγεμόνα καὶ συμπαραθεὶς πεζοὺς τῶν Ἀχαϊκῶν χιλίους καὶ Μεγαλοπολίτας τοὺς ἴσους.
αὐτὸς δὲ τοὺς μισθοφόρους ἔχων καὶ τοὺς Μακεδόνας κατὰ τὸν Ὄλυμπον πρὸς τοὺς περὶ τὸν Κλεομένη διέγνω ποιεῖσθαι τὴν μάχην.
προτάξας οὖν τοὺς μισθοφόρους ἐπέστησε διφαλαγγίαν ἐπάλληλον τῶν Μακεδόνων· ἐποίει δὲ τοῦτο διὰ τὴν στενότητα τῶν τόπων.
σύνθημα δʼ ἦν τοῖς μὲν Ἰλλυριοῖς τότε ποιεῖσθαι τὴν ἀρχὴν τῆς πρὸς τὸν λόφον προσβολῆς, ὅταν ἴδωσιν ἀρθεῖσαν ἀπὸ τῶν κατὰ τὸν Ὄλυμπον τόπων σινδόνα — προσηρτημένοι γὰρ ἦσαν οὗτοι νυκτὸς ἐν τῷ Γοργύλῳ ποταμῷ πρὸς αὐτῇ τῇ τοῦ λόφου ῥίζῃ —
τοῖς δὲ Μεγαλοπολίταις καὶ τοῖς ἱππεῦσι παραπλησίως, ἐπειδὰν φοινικὶς ἐξαρθῇ παρὰ τοῦ βασιλέως.
ἐπειδὴ δʼ ὁ μὲν καιρὸς ἧκε τῆς χρείας, τὸ δὲ σύνθημα τοῖς Ἰλλυριοῖς ἀπεδόθη, παρήγγειλαν δὲ ποιεῖν τὸ δέον οἷς ἦν ἐπιμελές, πάντες εὐθέως ἀναδείξαντες αὑτοὺς κατήρχοντο τῆς πρὸς τὸν βουνὸν προσβολῆς.
οἱ δὲ μετὰ τῶν Κλεομένους ἱππέων ἐξ ἀρχῆς ταχθέντες εὔζωνοι, θεωροῦντες τὰς σπείρας τῶν Ἀχαιῶν ἐρήμους ἐκ τῶν κατόπιν οὔσας, κατʼ οὐρὰν προσπίπτοντες εἰς ὁλοσχερῆ κίνδυνον ἦγον τοὺς πρὸς τὸν λόφον βιαζομένους,