Book 18
τοῦ δὲ Τίτου θαυμάσαντος τί τοῦτʼ ἐστίν, ὁ βασιλεὺς ἐπειρᾶτο διασαφεῖν αὐτῷ, λέγων ὅτι τοῖς Αἰτωλοῖς ἔθος ὑπάρχει μὴ μόνον πρὸς οὓς ἂν αὐτοὶ πολεμῶσι, τούτους αὐτοὺς ἄγειν καὶ τὴν τούτων χώραν,
ἀλλὰ κἂν ἕτεροί τινες πολεμῶσι πρὸς ἀλλήλους, ὄντες Αἰτωλῶν φίλοι καὶ σύμμαχοι, μηδὲν ἧττον ἐξεῖναι τοῖς Αἰτωλοῖς ἄνευ κοινοῦ δόγματος καὶ παραβοηθεῖν ἀμφοτέροις τοῖς πολεμοῦσι καὶ τὴν χώραν ἄγειν τὴν ἀμφοτέρων,
ὥστε παρὰ μὲν τοῖς Αἰτωλοῖς μήτε φιλίας ὅρους ὑπάρχειν μήτʼ ἔχθρας, ἀλλὰ πᾶσι τοῖς ἀμφισβητοῦσι περί τινος ἑτοίμους ἐχθροὺς εἶναι τούτους καὶ πολεμίους. "
πόθεν οὖν ἔξεστι τούτοις ἐγκαλεῖν νῦν, εἰ φίλος ὑπάρχων Αἰτωλοῖς ἐγώ, Προυσίου δὲ σύμμαχος, ἔπραξά τι κατὰ Κιανῶν, βοηθῶν τοῖς αὑτοῦ συμμάχοις;
τὸ δὲ δὴ πάντων δεινότατον, οἱ ποιοῦντες ἑαυτοὺς ἐφαμίλλους Ῥωμαίοις καὶ κελεύοντες ἐκχωρεῖν Μακεδόνας ἁπάσης τῆς Ἑλλάδος·
τοῦτο γὰρ ἀναφθέγξασθαι καὶ καθόλου μέν ἐστιν ὑπερήφανον, οὐ μὴν ἀλλὰ Ῥωμαίων μὲν λεγόντων ἀνεκτόν, Αἰτωλῶν δʼ οὐκ ἀνεκτόν· ποίας δὲ κελεύετέ με"
ἐκχωρεῖν Ἑλλάδος καὶ πῶς ἀφορίζετε ταύτην; αὐτῶν γὰρ Αἰτωλῶν οὐκ εἰσὶν Ἕλληνες οἱ πλείους· τὸ γὰρ τῶν Ἀγραῶν ἔθνος καὶ τὸ τῶν Ἀποδωτῶν, ἔτι δὲ τῶν Ἀμφιλόχων, οὐκ ἔστιν Ἑλλάς.
ἢ τούτων μὲν παραχωρεῖτέ μοι;"
τοῦ δὲ Τίτου γελάσαντος "ἀλλὰ δὴ πρὸς μὲν Αἰτωλοὺς ἀρκείτω μοι ταῦτʼ" ἔφη· "πρὸς δὲ Ῥοδίους καὶ πρὸς Ἄτταλον ἐν μὲν ἴσῳ κριτῇ δικαιότερον ἂν νομισθείη τούτους ἡμῖν ἀποδιδόναι τὰς αἰχμαλώτους ναῦς καὶ τοὺς ἄνδρας ἤπερ ἡμᾶς τούτοις·
οὐ γὰρ ἡμεῖς Ἀττάλῳ πρότεροι καὶ Ῥοδίοις τὰς χεῖρας ἐπεβάλομεν, οὗτοι δʼ ἡμῖν ὁμολογουμένως.
οὐ μὴν ἀλλὰ σοῦ κελεύοντος Ῥοδίοις μὲν ἀποδίδωμι τὴν Περαίαν, Ἀττάλῳ δὲ τὰς ναῦς καὶ τοὺς ἄνδρας τοὺς διασῳζομένους.
τὴν δὲ τοῦ Νικηφορίου καταφθορὰν καὶ τοῦ τῆς Ἀφροδίτης τεμένους ἄλλως μὲν οὐκ εἰμὶ δυνατὸς ἀποκαταστῆσαι, φυτὰ δὲ καὶ κηπουροὺς πέμψω τοὺς φροντιοῦντας θεραπείας τοῦ τόπου καὶ τῆς αὐξήσεως τῶν ἐκκοπέντων δένδρων"
. πάλιν δὲ τοῦ Τίτου γελάσαντος ἐπὶ τῷ χλευασμῷ, μεταβὰς ὁ Φίλιππος ἐπὶ τοὺς Ἀχαιοὺς πρῶτον μὲν τὰς εὐεργεσίας ἐξηριθμήσατο τὰς ἐξ Ἀντιγόνου γεγενημένας εἰς αὐτούς, εἶτα τὰς ἰδίας·
ἑξῆς δὲ τούτοις προηνέγκατο τὸ μέγεθος τῶν τιμῶν τῶν ἀπηντημένων αὐτοῖς παρὰ τῶν Ἀχαιῶν.
τελευταῖον δʼ ἀνέγνω τὸ περὶ τῆς ἀποστάσεως ψήφισμα καὶ τῆς πρὸς Ῥωμαίους μεταθέσεως, ᾗ χρησάμενος ἀφορμῇ πολλὰ κατὰ τῶν Ἀχαιῶν εἰς ἀθεσίαν εἶπε καὶ ἀχαριστίαν.
ὅμως δʼ ἔφη τὸ μὲν Ἄργος ἀποδώσειν, περὶ δὲ τοῦ Κορίνθου βουλεύσεσθαι μετὰ τοῦ Τίτου.
ταῦτα δὲ διαλεχθεὶς πρὸς τοὺς ἄλλους ἤρετο τὸν Τίτον, φήσας πρὸς ἐκεῖνον αὑτῷ τὸν λόγον εἶναι καὶ πρὸς Ῥωμαίους, πότερον οἴεται δεῖν ἐκχωρεῖν ὧν ἐπέκτηται πόλεων καὶ τόπων ἐν τοῖς Ἕλλησιν, ἢ καὶ τούτων ὅσα παρὰ τῶν γονέων παρείληφε.
τοῦ δʼ ἀποσιωπήσαντος ἐκ χειρὸς ἀπαντᾶν οἷοί τʼ ἦσαν ὁ μὲν Ἀρίσταινος ὑπὲρ τῶν Ἀχαιῶν, ὁ δὲ Φαινέας ὑπὲρ τῶν Αἰτωλῶν.
ἤδη δὲ τῆς ὥρας συγκλειούσης ὁ μὲν τούτων λόγος ἐκωλύθη διὰ τὸν καιρόν, ὁ δὲ Φίλιππος ἠξίου γράψαντας αὑτῷ δοῦναι πάντας ἐφʼ οἷς δεήσει γίνεσθαι τὴν εἰρήνην· μόνος γὰρ ὢν οὐκ ἔχειν μεθʼ ὧν βουλεύηται·
διὸ θέλειν αὑτῷ λόγον δοῦναι περὶ τῶν ἐπιταττομένων.
ὁ δὲ Τίτος οὐκ ἀηδῶς μὲν ἤκουε τοῦ Φιλίππου χλευάζοντος· μὴ βουλόμενος δὲ τοῖς ἄλλοις [μὴ] δοκεῖν ἀντεπέσκωψε τὸν Φίλιππον εἰπὼν οὕτως· "
εἰκότωσ" ἔφη "Φίλιππε, μόνος εἶ νῦν· τοὺς γὰρ φίλους τοὺς τὰ κράτιστά σοι συμβουλεύσοντας ἀπώλεσας ἅπαντασ". ὁ δὲ Μακεδὼν ὑπομειδιάσας σαρδάνιον ἀπεσιώπησε.
ἐγγράπτους δόντες τῷ Φιλίππῳ τὰς ἑαυτῶν προαιρέσεις ἀκολούθως τοῖς προειρημένοις, ἐχωρίσθησαν, ταξάμενοι κατὰ τὴν ἐπιοῦσαν εἰς Νίκαιαν πάλιν ἀπαντήσειν·
τῇ δʼ αὔριον οἱ μὲν περὶ τὸν Τίτον ἧκον ἐπὶ τὸν ταχθέντα τόπον ἐν ὥρᾳ πάντες [ἦσαν], ὁ δὲ Φίλιππος οὐ παρεγίνετο.
τῆς δʼ ἡμέρας ἤδη προαγούσης ἐπὶ πολὺ καὶ σχεδὸν ἀπεγνωκότων τῶν περὶ τὸν Τίτον, παρῆν ὁ Φίλιππος δείλης ὀψίας ἐπιφαινόμενος μεθʼ ὧν καὶ πρότερον,
κατατετριφὼς τὴν ἡμέραν, ὡς μὲν αὐτὸς ἔφη, διὰ τὴν ἀπορίαν καὶ δυσχρηστίαν τῶν ἐπιταττομένων, ὡς δὲ τοῖς ἄλλοις ἐδόκει, βουλόμενος ἐκκλεῖσαι τῷ καιρῷ τήν τε τῶν Ἀχαιῶν καὶ τὴν τῶν Αἰτωλῶν κατηγορίαν·
ἑώρα γὰρ τῇ πρόσθεν ἀπαλλαττόμενος ἀμφοτέρους τούτους ἑτοίμους ὄντας πρὸς τὸ συμπλέκεσθαι καὶ μεμψιμοιρεῖν αὐτῷ.
διὸ καὶ τότε συνεγγίσας ἠξίου τὸν τῶν Ῥωμαίων στρατηγὸν ἰδίᾳ πρὸς αὐτὸν διαλεχθῆναι περὶ τῶν ἐνεστώτων, ἵνα μὴ λόγοι γένωνται μόνον ἐξ ἀμφοτέρων ἁψιμαχούντων, ἀλλὰ καὶ τέλος τι τοῖς ἀμφισβητουμένοις ἐπιτεθῇ.
πλεονάκις δʼ αὐτοῦ παρακαλοῦντος καὶ προσαξιοῦντος, ἤρετο τοὺς συμπαρόντας ὁ Τίτος τί δέον εἴη ποιεῖν.
τῶν δὲ κελευόντων συνελθεῖν καὶ διακοῦσαι τῶν λεγομένων, παραλαβὼν ὁ Τίτος Ἄππιον Κλαύδιον χιλίαρχον ὄντα τότε, τοῖς μὲν ἄλλοις μικρὸν ἀπὸ τῆς θαλάττης ἀναχωρήσασιν εἶπεν αὐτόθι μένειν, αὐτὸς δὲ τὸν Φίλιππον ἐκέλευσεν ἐκβαίνειν.
ὁ δὲ βασιλεὺς παραλαβὼν Ἀπολλόδωρον καὶ Δημοσθένην ἀπέβη, συμμίξας δὲ τῷ Τίτῳ διελέγετο καὶ πλείω χρόνον.
τίνα μὲν οὖν ἦν τὰ τότε ῥηθέντα παρʼ ἑκατέρου, δυσχερὲς εἰπεῖν· ἔφη δʼ οὖν ὁ Τίτος μετὰ τὸ χωρισθῆναι τὸν Φίλιππον, διασαφῶν τοῖς ἄλλοις τὰ παρὰ τοῦ βασιλέως,
Αἰτωλοῖς μὲν ἀποδοῦναι Φάρσαλον καὶ Λάρισαν, Θήβας δʼ οὐκ ἀποδιδόναι, Ῥοδίοις δὲ τῆς μὲν Περαίας παραχωρεῖν, Ἰασοῦ δὲ καὶ Βαργυλίων οὐκ ἐκχωρεῖν· Ἀχαιοῖς δὲ παραδιδόναι τὸν Κόρινθον καὶ τὴν τῶν Ἀργείων πόλιν.
Ῥωμαίοις δὲ τὰ κατὰ τὴν Ἰλλυρίδα φάναι παραδώσειν καὶ τοὺς αἰχμαλώτους πάντας, Ἀττάλῳ δὲ τάς τε ναῦς ἀποκαταστήσειν καὶ τῶν ἀνδρῶν τῶν ἐν ταῖς ναυμαχίαις ἁλόντων ὅσοι περίεισι.
πάντων δὲ τῶν παρόντων δυσαρεστουμένων τῇ διαλύσει καὶ φασκόντων δεῖν τὸ κοινὸν ἐπίταγμα πρῶτον ποιεῖν — τοῦτο δʼ ἦν ἁπάσης ἐκχωρεῖν τῆς Ἑλλάδος — εἰ δὲ μή, διότι τὰ κατὰ μέρος μάταια γίνεται καὶ πρὸς οὐδέν,
θεωρῶν ὁ Φίλιππος τὴν ἐν αὐτοῖς ἀμφισβήτησιν καὶ δεδιὼς ἅμα τὰς κατηγορίας, ἠξίου τὸν Τίτον ὑπερθέσθαι τὴν σύνοδον εἰς τὴν αὔριον διὰ τὸ καὶ τὴν ὥραν εἰς ὀψὲ συγκλείειν· ἢ γὰρ πείσειν ἢ πεισθήσεσθαι τοῖς παρακαλουμένοις.
τοῦ δὲ συγχωρήσαντος, ταξάμενοι συμπορεύεσθαι πρὸς τὸν κατὰ Θρόνιον αἰγιαλόν, τότε μὲν ἐχωρίσθησαν, τῇ δʼ ὑστεραίᾳ πάντες ἧκον ἐπὶ τὸν ταχθέντα τόπον ἐν ὥρᾳ.
καὶ βραχέα διαλεχθεὶς ὁ Φίλιππος ἠξίου πάντας, μάλιστα δὲ τὸν Τίτον, μὴ διακόψαι τὴν διάλυσιν, τῶν γε δὴ πλείστων εἰς συμβατικὴν διάθεσιν ἠγμένων,