Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 16

 
μετὰ δὲ ταῦτα συναγαγόντες ἐκκλησίαν ἐκάλουν τὸν προειρημένον.
 
παραιτουμένου δὲ καὶ φάσκοντος εἶναι φορτικὸν τὸ κατὰ πρόσωπον εἰσελθόντα διαπορεύεσθαι τὰς εὐεργεσίας τὰς αὑτοῦ τοῖς εὖ πεπονθόσι,
 
τῆς εἰσόδου παρῆκαν, γράψαντα δʼ αὐτὸν ἠξίουν ἐκδοῦναι περὶ ὧν ὑπολαμβάνει συμφέρειν πρὸς τοὺς ἐνεστῶτας καιρούς.
 
τοῦ δὲ πεισθέντος καὶ γράψαντος εἰσήνεγκαν τὴν ἐπιστολὴν οἱ προεστῶτες.
 
ἦν δὲ τὰ κεφάλαια τῶν γεγραμμένων ἀνάμνησις τῶν πρότερον ἐξ αὐτοῦ γεγονότων εὐεργετημάτων εἰς τὸν δῆμον, ἐξαρίθμησις τῶν πεπραγμένων αὐτῷ πρὸς Φίλιππον κατὰ τοὺς ἐνεστῶτας καιρούς,
 
τελευταία δὲ παράκλησις εἰς τὸν κατὰ Φιλίππου πόλεμον, καὶ διορκισμός, ὡς ἐὰν μὴ νῦν ἕλωνται συνεμβαίνειν εὐγενῶς εἰς τὴν ἀπέχθειαν ἅμα Ῥοδίοις καὶ Ῥωμαίοις καὶ αὐτῷ, μετὰ δὲ ταῦτα παρέντες τοὺς καιροὺς κοινωνεῖν βούλωνται τῆς εἰρήνης, ἄλλων αὐτὴν κατεργασαμένων, ἀστοχήσειν αὐτοὺς τοῦ τῇ πατρίδι συμφέροντος.
 
τῆς δʼ ἐπιστολῆς ταύτης ἀναγνωσθείσης ἕτοιμον ἦν τὸ πλῆθος ψηφίζεσθαι τὸν πόλεμον καὶ διὰ τὰ λεγόμενα καὶ διὰ τὴν εὔνοιαν τὴν πρὸς τὸν Ἄτταλον.
 
οὐ μὴν ἀλλὰ καὶ τῶν Ῥοδίων ἐπεισελθόντων καὶ πολλοὺς πρὸς τὴν αὐτὴν ὑπόθεσιν διαθεμένων λόγους, ἔδοξε τοῖς Ἀθηναίοις ἐκφέρειν τῷ Φιλίππῳ τὸν πόλεμον.
 
ἀπεδέξαντο δὲ καὶ τοὺς Ῥοδίους μεγαλομερῶς καὶ τόν τε δῆμον ἐστεφάνωσαν ἀριστείων στεφάνῳ καὶ πᾶσι Ῥοδίοις ἰσοπολιτείαν ἐψηφίσαντο διὰ τὸ κἀκείνους αὐτοῖς χωρὶς τῶν ἄλλων τάς τε ναῦς ἀποκαταστῆσαι τὰς αἰχμαλώτους γενομένας καὶ τοὺς ἄνδρας.
 
οἱ μὲν οὖν πρέσβεις οἱ παρὰ τῶν Ῥοδίων ταῦτα διαπράξαντες ἀνήχθησαν εἰς τὴν Κέων ἐπὶ τὰς νήσους μετὰ τοῦ στόλου. —
 
ὅτι καθʼ ὃν χρόνον οἱ τῶν Ῥωμαίων πρέσβεις ἐν ταῖς Ἀθήναις ἐποιοῦντο τὴν διατριβήν, Νικάνορος τοῦ παρὰ Φιλίππου κατατρέχοντος τὴν Ἀττικὴν ἕως τῆς Ἀκαδημείας, προδιαπεμψάμενοι πρὸς αὐτὸν οἱ
 
Ῥωμαῖοι κήρυκα συνέμιξαν αὐτῷ καὶ παρεκάλεσαν ἀναγγεῖλαι τῷ Φιλίππῳ διότι Ῥωμαῖοι παρακαλοῦσι τὸν βασιλέα τῶν μὲν Ἑλλήνων μηδενὶ πολεμεῖν, τῶν δὲ γεγονότων εἰς Ἄτταλον ἀδικημάτων δίκας ὑπέχειν ἐν ἴσῳ κριτηρίῳ,
 
καὶ διότι πράξαντι μὲν ταῦτα τὴν εἰρήνην ἄγειν ἔξεστι πρὸς Ῥωμαίους, μὴ βουλομένῳ δὲ πείθεσθαι τἀναντία συνεξακολουθήσειν ἔφασαν. ὁ μὲν οὖν Νικάνωρ ταῦτʼ ἀκούσας ἀπηλλάγη·
 
τὸν αὐτὸν δὲ λόγον τοῦτον οἱ Ῥωμαῖοι καὶ πρὸς Ἠπειρώτας εἶπαν περὶ Φιλίππου παραπλέοντες ἐν Φοινίκῃ καὶ πρὸς Ἀμύνανδρον ἀναβάντες εἰς Ἀθαμανίαν· παραπλησίως καὶ πρὸς Αἰτωλοὺς ἐν Ναυπάκτῳ καὶ πρὸς τοὺς Ἀχαιοὺς ἐν Αἰγίῳ.
 
τότε δὲ διὰ τοῦ Νικάνορος τῷ Φιλίππῳ ταῦτα δηλώσαντες αὐτοὶ μὲν ἀπέπλευσαν ὡς Ἀντίοχον καὶ Πτολεμαῖον ἐπὶ τὰς διαλύσεις. —
 
ἀλλʼ ἐμοὶ δοκεῖ τὸ μὲν ἄρξασθαι καλῶς καὶ συνακμάσαι ταῖς ὁρμαῖς πρὸς τὴν τῶν πραγμάτων αὔξησιν ἐπὶ πολλῶν ἤδη γεγονέναι,
 
τὸ δʼ ἐπὶ τέλος ἀγαγεῖν τὸ προτεθὲν καί που καὶ τῆς τύχης ἀντιπιπτούσης συνεκπληρῶσαι τῷ λογισμῷ τὸ τῆς προθυμίας ἐλλιπὲς ἐπʼ ὀλίγων γίνεσθαι.
 
διὸ καὶ τότε δικαίως ἄν τις τὴν μὲν Ἀττάλου καὶ Ῥοδίων ὀλιγοπονίαν καταμέμψαιτο, τὸ δὲ Φιλίππου βασιλικὸν καὶ μεγαλόψυχον καὶ τὸ τῆς προθέσεως ἐπίμονον ἀποδέξαιτο, οὐχ ὡς καθόλου τὸν τρόπον ἐπαινῶν, ἀλλʼ ὡς τὴν πρὸς τὸ παρὸν ὁρμὴν ἐπισημαινόμενος. ποιοῦμαι δὲ τὴν τοιαύτην διαστολήν,
 
ἵνα μή τις ἡμᾶς ὑπολάβῃ μαχόμενα λέγειν ἑαυτοῖς, ἄρτι μὲν ἐπαινοῦντας Ἄτταλον καὶ Ῥοδίους, Φίλιππον δὲ καταμεμφομένους, νῦν δὲ τοὐναντίον.
 
τούτου γὰρ χάριν ἐν ἀρχαῖς τῆς πραγματείας διεστειλάμην, φήσας ἀναγκαῖον εἶναι ποτὲ μὲν εὐλογεῖν, ποτὲ δὲ ψέγειν τοὺς αὐτούς,
 
ἐπειδὴ πολλάκις μὲν αἱ πρὸς τὸ χεῖρον τῶν πραγμάτων ῥοπαὶ καὶ περιστάσεις ἀλλοιοῦσι τὰς προαιρέσεις τῶν ἀνθρώπων, πολλάκις δʼ αἱ πρὸς τὸ βέλτιον,
 
ἔστι δʼ ὅτε κατὰ τὴν ἰδίαν φύσιν ἄνθρωποι ποτὲ μὲν ἐπὶ τὸ δέον ὁρμῶσι, ποτὲ δʼ ἐπὶ τοὐναντίον. ὧν ἕν τί μοι δοκεῖ καὶ τότε γεγονέναι περὶ τὸν Φίλιππον·
 
ἀσχάλλων γὰρ ἐπὶ τοῖς γεγονόσιν ἐλαττώμασι, καὶ τὸ πλεῖον ὀργῇ καὶ θυμῷ χρώμενος, παραστατικῶς καὶ δαιμονίως ἐνήρμοσεν εἰς τοὺς ἐνεστῶτας καιρούς, καὶ τούτῳ τῷ τρόπῳ κατανέστη τῶν Ῥοδίων καὶ τοῦ βασιλέως Ἀττάλου, καὶ καθίκετο τῶν ἑξῆς πράξεων.
 
ταῦτα μὲν οὖν προήχθην εἰπεῖν διὰ τὸ τινὰς μὲν πρὸς τῷ τέρματι, καθάπερ οἱ κακοὶ τῶν σταδιέων, ἐγκαταλιπεῖν τὰς ἑαυτῶν προθέσεις, τινὰς δʼ ἐν τούτῳ μάλιστα νικᾶν τοὺς ἀντιπάλους. —
 
ὁ δὲ Φίλιππος ἐβούλετο παρελέσθαι Ῥωμαίων τὰς ἐν τούτοις τοῖς τόποις ἀφορμὰς καὶ τὰς ἐπιβάθρας. —
 
ἵνα,
 
ἐὰν πρόθηται διαβαίνειν αὖθις εἰς τὴν Ἀσίαν, ἐπιβάθραν ἔχοι τὴν Ἄβυδον. —
 
τὴν δὲ τῆς Ἀβύδου καὶ Σηστοῦ θέσιν καὶ τὴν εὐκαιρίαν τῶν πόλεων τὸ μὲν διὰ πλειόνων ἐξαριθμεῖσθαι μάταιον εἶναί μοι δοκεῖ διὰ τὸ πάντας, ὧν καὶ μικρὸν ὄφελος, ἱστορηκέναι διὰ τὴν ἰδιότητα τῶν τόπων·
 
κεφαλαιωδῶς γε μὴν ὑπομνῆσαι τοὺς ἀναγινώσκοντας ἐπιστάσεως χάριν οὐκ ἄχρηστον εἶναι νομίζω πρὸς τὸ παρόν.
 
γνοίη δʼ ἄν τις τὰ περὶ τὰς προειρημένας πόλεις οὐχ οὕτως ἐξ αὐτῶν τῶν ὑποκειμένων τόπων ὡς ἐκ τῆς παραθέσεως καὶ συγκρίσεως τῶν λέγεσθαι μελλόντων.
 
καθάπερ γὰρ οὐδʼ ἐκ τοῦ παρὰ μέν τισιν Ὠκεανοῦ προσαγορευομένου, παρὰ δέ τισιν Ἀτλαντικοῦ πελάγους. δυνατὸν εἰς τὴν καθʼ ἡμᾶς θάλατταν εἰσπλεῦσαι μὴ οὐχὶ διὰ τοῦ καθʼ Ἡρακλέους στήλας περαιωθέντα στόματος,
 
οὕτως οὐδʼ ἐκ τῆς καθʼ ἡμᾶς εἰς τὴν Προποντίδα καὶ τὸν Πόντον ἀφικέσθαι μὴ οὐχὶ διὰ τοῦ μεταξὺ Σηστοῦ καὶ Ἀβύδου διαστήματος ποιησάμενον τὸν εἴσπλουν.
 
ὥσπερ δὲ πρός τινα λόγον τῆς τύχης ποιουμένης τὴν κατασκευὴν ἀμφοτέρων τῶν πορθμῶν, πολλαπλάσιον εἶναι συμβαίνει τὸν καθʼ Ἡρακλέους στήλας πόρον τοῦ κατὰ τὸν Ἑλλήσποντον·
 
ὁ μὲν γάρ ἐστιν ἑξήκοντα σταδίων, ὁ δὲ κατὰ τὴν Ἄβυδον δυεῖν, ὡς ἂν εἴ τινος τεκμαιρομένου διὰ τὸ πολλαπλασίαν εἶναι τὴν ἔξω θάλατταν τῆς καθʼ ἡμᾶς.
 
εὐκαιρότερον μέντοι γε τοῦ καθʼ Ἡρακλείους στήλας στόματός ἐστι τὸ κατὰ τὴν Ἄβυδον.
 
τὸ μὲν γὰρ ἐξ ἀμφοῖν ὑπʼ ἀνθρώπων οἰκούμενον πύλης ἔχει διάθεσιν διὰ τὴν πρὸς ἀλλήλους ἐπιμιξίαν, ποτὲ μὲν γεφυρούμενον ὑπὸ τῶν πεζεύειν ἐπʼ ἀμφοτέρας τὰς ἠπείρους προαιρουμένων, ποτὲ δὲ πλωτευόμενον συνεχῶς·
 
τὸ δὲ καθʼ Ἡρακλείους στήλας σπάνιον ἔχει τὴν χρῆσιν καὶ σπανίοις διὰ τὴν ἀνεπιμιξίαν τῶν ἐθνῶν τῶν πρὸς τοῖς πέρασι κατοικούντων τῆς Λιβύης καὶ τῆς Εὐρώπης καὶ διὰ τὴν ἀγνωσίαν τῆς ἐκτὸς θαλάττης.
 
αὐτὴ δʼ ἡ τῶν Ἀβυδηνῶν πόλις περιέχεται μὲν ἐξ ἀμφοῖν τοῖν μεροῖν ὑπὸ τῶν τῆς Εὐρώπης ἀκρωτηρίων, ἔχει δὲ λιμένα δυνάμενον σκέπειν ἀπὸ παντὸς ἀνέμου τοὺς ἐνορμοῦντας.
 
ἐκτὸς δὲ τῆς εἰς τὸν λιμένα καταγωγῆς οὐδαμῶς οὐδαμῇ δυνατόν ἐστιν ὁρμῆσαι πρὸς τὴν πόλιν διὰ τὴν ὀξύτητα καὶ βίαν τοῦ ῥοῦ τοῦ κατὰ τὸν πόρον.
 
οὐ μὴν ἀλλʼ ὅ γε Φίλιππος τὰ μὲν ἀποσταυρώσας, τὰ δὲ περιχαρακώσας τοὺς Ἀβυδηνοὺς ἐπολιόρκει καὶ κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme