Book 16
ὅτι Φίλιππος ὁ βασιλεὺς παραγενόμενος εἰς τὸ Πέργαμον καὶ νομίζων οἷον αὐτόχειρ Ἀττάλου γενέσθαι πᾶσαν αἰκίαν ἐναπεδείκνυτο.
χαριζόμενος γὰρ οἷον εἰ λυττῶντι τῷ θυμῷ, τὸ πλεῖον τῆς ὀργῆς οὐκ εἰς τοὺς ἀνθρώπους, ἀλλʼ εἰς τοὺς θεοὺς διετίθετο.
κατὰ μὲν γὰρ τοὺς ἀκροβολισμοὺς εὐχερῶς αὐτὸν ἀπήρυκον διὰ τὰς τῶν τόπων ὀχυρότητας οἱ τὸ Πέργαμον παραφυλάττοντες· ἀπὸ δὲ τῆς χώρας οὐδὲν ὠφελεῖτο τῷ προνενοῆσθαι τὸν Ἄτταλον ὑπὲρ τούτων ἐπιμελῶς.
λοιπὸν εἰς τὰ τῶν θεῶν ἕδη καὶ τεμένη διετίθετο τὴν ὀργήν, ὑβρίζων οὐκ Ἄτταλον, ὥς γʼ ἐμοὶ δοκεῖ, πολὺ δὲ μᾶλλον ἑαυτόν.
οὐ γὰρ μόνον ἐνεπίμπρα καὶ κατασπῶν ἐρρίπτει τοὺς νεὼς καὶ τοὺς βωμούς, ἀλλὰ καὶ τοὺς λίθους ἔθραυε πρὸς τὸ μηδὲ πάλιν ἀνασταθῆναι μηδὲν τῶν κατεφθαρμένων.
ἐπεὶ δὲ τὸ Νικηφόριον ἐλυμήνατο, τὸ μὲν ἄλσος ἐκτεμών, τὸν δὲ περίβολον διαρρίψας, τούς τε ναοὺς ἐκ θεμελίων ἀνέσκαψε, πολλοὺς καὶ πολυτελεῖς ὑπάρχοντας,
ὥρμησε τὰς μὲν ἀρχὰς ἐπὶ Θυατείρων· ἐκεῖθεν δὲ ποιησάμενος τὴν ἀναζυγὴν εἰς τὸ Θήβης πεδίον εἰσέβαλε, νομίζων εὐπορήσειν λείας μάλιστα περὶ τούτους τοὺς τόπους.
ἀποπεσὼν δὲ καὶ ταύτης τῆς ἐλπίδος, καὶ παραγενόμενος εἰς Ἱερὰν κώμην, διεπέμπετο πρὸς Ζεῦξιν, παρακαλῶν αὐτὸν σῖτον χορηγῆσαι καὶ τὰ λοιπὰ συμπράττειν κατὰ τὰς συνθήκας.
ὁ δὲ Ζεῦξις ὑπεκρίνετο μὲν ποιεῖν τὰ κατὰ τὰς συνθήκας, οὐκ ἐβούλετο δὲ σωματοποιεῖν ἀληθινῶς τὸν Φίλιππον. —
ὁ δὲ Φίλιππος, τῶν μὲν κατὰ τὴν πολιορκίαν ἀντιπιπτόντων αὐτῷ, τῶν δὲ πολεμίων ἐφορμούντων πλείοσι καταφράκτοις ναυσίν, ἠπορεῖτο καὶ δυσχρήστως διέκειτο περὶ τοῦ μέλλοντος.
οὐκ ἐπιδεχομένων δὲ τῶν παρόντων αἵρεσιν, ἀνήχθη παρὰ τὴν τῶν πολεμίων προσδοκίαν·
ἔτι γὰρ αὐτὸν ἤλπιζον οἱ περὶ τὸν Ἄτταλον προσκαρτερήσειν τῇ τῶν μετάλλων κατασκευῇ.
μάλιστα δʼ ἐσπούδαζε ποιήσασθαι τὸν ἀνάπλουν αἰφνίδιον, πεπεισμένος καταταχήσειν καὶ τὸ λοιπὸν ἀσφαλῶς ἤδη κομισθήσεσθαι παρὰ τὴν γῆν εἰς τὴν Σάμον.
διεψεύσθη δὲ παρὰ πολὺ τοῖς λογισμοῖς· οἱ γὰρ περὶ τὸν Ἄτταλον καὶ Θεοφιλίσκον, ἅμα τῷ συνιδεῖν αὐτὸν ἀναγόμενον, εἴχοντο τῶν προκειμένων εὐθέως.
συνέβη δὲ τὸν ἀνάπλουν αὐτῶν γενέσθαι διαλελυμένον, ἅτε πεπεισμένων τὸν Φίλιππον, καθάπερ εἶπον, ἔτι μένειν ἐπὶ τῶν ὑποκειμένων.
οὐ μὴν ἀλλὰ χρησάμενοι ταῖς εἰρεσίαις ἐνεργῶς προσέβαλλον, Ἄτταλος μὲν τῷ δεξιῷ καὶ καθηγουμένῳ τῶν πολεμίων, Θεοφιλίσκος δὲ τοῖς εὐωνύμοις.
Φίλιππος δὲ περικαταλαμβανόμενος τοῖς καιροῖς, δοὺς τὸ σύνθημα τοῖς ἐπὶ τοῦ δεξιοῦ καὶ παραγγείλας ἀντιπρώρρους ποιεῖν τὰς ναῦς καὶ συμπλέκεσθαι τοῖς πολεμίοις ἐρρωμένως, αὐτὸς ὑπὸ τὰς νησίδας ἀναχωρήσας μετά τινων λέμβων, τὰς μεταξὺ τοῦ πόρου κειμένας, ἀπεκαραδόκει τὸν κίνδυνον.
ἦν δὲ τῶν μὲν τοῦ Φιλίππου νεῶν τὸ πλῆθος τὸ συγκαταστὰν εἰς τὸν ἀγῶνα κατάφρακτοι τρεῖς καὶ πεντήκοντα, σὺν δὲ τούτοις ἄφρακτα λέμβοι δὲ σὺν ταῖς πρίστεσιν ἑκατὸν καὶ πεντήκοντα· τὰς γὰρ ἐν τῇ Σάμῳ ναῦς οὐκ ἠδυνήθη καταρτίσαι πάσας.
τὰ δὲ τῶν πολεμίων σκάφη κατάφρακτα μὲν ἦν ἑξήκοντα καὶ πέντε σὺν τοῖς τῶν Βυζαντίων, μετὰ δὲ τούτων ἐννέα τριημιολίαι καὶ τριήρεις τρεῖς ὑπῆρχον.
λαβούσης δὲ τὴν καταρχὴν τῆς ναυμαχίας ἐκ τῆς Ἀττάλου νεώς, εὐθέως πάντες οἱ σύνεγγυς ἀπαραγγέλτως συνέβαλον ἀλλήλοις.
Ἄτταλος μὲν οὖν συμπεσὼν ὀκτήρει, καὶ προεμβαλὼν ταύτῃ καιρίαν καὶ ὕφαλον πληγήν, ἐπὶ πολὺ τῶν ἐπὶ τοῦ καταστρώματος ἀγωνισαμένων τέλος ἐβύθισε τὴν ναῦν.
ἡ δὲ τοῦ Φιλίππου δεκήρης, ναυαρχὶς οὖσα, παραλόγως ἐγένετο τοῖς ἐχθροῖς ὑποχείριος.
ὑποπεσούσης γὰρ αὐτῇ τριημιολίας, ταύτῃ δοῦσα πληγὴν βιαίαν κατὰ μέσον τὸ κύτος ὑπὸ τὸν θρανίτην σκαλμὸν ἐδέθη, τοῦ κυβερνήτου τὴν ὁρμὴν τῆς νεὼς οὐκέτι δυνηθέντος ἀναλαβεῖν·
διὸ καὶ προσκρεμαμένου τοῦ πλοίου τοῖς ὅλοις ἐδυσχρηστεῖτο καὶ δυσκίνητος ἦν πρὸς πᾶν. ἐν ᾧ καιρῷ δύο πεντήρεις προσπεσοῦσαι,
καὶ τρώσασαι τὴν ναῦν ἐξ ἀμφοῖν τοῖν μεροῖν, καὶ τὸ σκάφος καὶ τοὺς ἐπιβάτας τοὺς ἐν αὐτῷ διέφθειραν, ἐν οἷς ἦν καὶ Δημοκράτης ὁ τοῦ Φιλίππου ναύαρχος.
κατὰ δὲ τὸν αὐτὸν καιρὸν Διονυσόδωρος καὶ Δεινοκράτης, ὄντες ἀδελφοὶ καὶ ναυαρχοῦντες παρʼ Ἀττάλῳ, συμπεσόντες ὁ μὲν ἑπτήρει τῶν πολεμίων, ὁ δʼ ὀκτήρει, παραβόλως ἐχρήσαντο τῇ ναυμαχίᾳ.
Δεινοκράτης μὲν πρὸς ὀκτήρη συμπεσὼν αὐτὸς μὲν ἔξαλον ἔλαβε τὴν πληγήν, ἀναστείρου τῆς νεὼς οὔσης, τὴν δὲ τῶν πολεμίων τρώσας ναῦν ὑπὸ τὰ βίαχα τὸ μὲν πρῶτον οὐκ ἐδύνατο χωρισθῆναι, καίπερ πολλάκις ἐπιβαλόμενος πρύμναν κρούειν·
διὸ καὶ τῶν Μακεδόνων εὐψύχως ἀγωνιζομένων εἰς τὸν ἔσχατον παρεγένετο κίνδυνον.
Ἀττάλου δʼ ἐπιβοηθήσαντος αὐτῷ, καὶ διὰ τῆς εἰς τὴν πολεμίαν ναῦν ἐμβολῆς λύσαντος τὴν συμπλοκὴν τῶν σκαφῶν, ὁ μὲν Δεινοκράτης ἀπελύθη παραδόξως,
οἱ δὲ τῆς πολεμίας νεὼς ἐπιβάται πάντες εὐψύχως διαγωνισάμενοι διεφθάρησαν, τὸ δὲ σκάφος ἔρημον ἀπολειφθὲν ὑποχείριον ἐγένετο τοῖς περὶ τὸν Ἄτταλον.
ὁ δὲ Διονυσόδωρος μετὰ βίας ἐπιφερόμενος εἰς ἐμβολὴν αὐτὸς μὲν ἥμαρτε τοῦ τρῶσαι, παραπεσὼν δὲ τοῖς πολεμίοις ἀπέβαλε τὸν δεξιὸν ταρσὸν τῆς νεώς, ὁμοῦ συρραγέντων καὶ τῶν πυργούχων·
οὗ γενομένου περιέστησαν αὐτὸν πανταχόθεν οἱ πολέμιοι.
κραυγῆς δὲ καὶ θορύβου γενομένου τὸ μὲν λοιπὸν πλῆθος τῶν ἐπιβατῶν ἅμα τῷ σκάφει διεφθάρη, τρίτος δʼ αὐτὸς ὁ Διονυσόδωρος ἀπενήξατο πρὸς τὴν ἐπιβοηθοῦσαν αὐτῷ τριημιολίαν.
τῶν δὲ λοιπῶν νεῶν τοῦ πλήθους ὁ κίνδυνος ἐφάμιλλος ἦν·
καθʼ ὅσον γὰρ ἐπλεόναζον οἱ παρὰ τοῦ Φιλίππου λέμβοι, κατὰ τοσοῦτον διέφερον οἱ περὶ τὸν Ἄτταλον τῷ τῶν καταφράκτων νεῶν πλήθει.
καὶ τὰ μὲν περὶ τὸ δεξιὸν κέρας τοῦ Φιλίππου τοιαύτην εἶχε τὴν διάθεσιν ὥστʼ ἀκμὴν ἄκριτα μένειν τὰ ὅλα, πολὺ δὲ τοὺς περὶ τὸν Ἄτταλον ἐπικυδεστέρας ἔχειν τὰς ἐλπίδας.
οἱ δὲ Ῥόδιοι κατὰ μὲν τὰς ἀρχὰς εὐθέως ἐκ τῆς ἀναγωγῆς ἀπεσπάσθησαν τῶν πολεμίων, καθάπερ ἀρτίως εἶπα, τῷ δὲ ταχυναυτεῖν παρὰ πολὺ διαφέροντες τῶν ἐναντίων συνῆψαν τοῖς ἐπὶ τῆς οὐραγίας Μακεδόσι.
καὶ τὸ μὲν πρῶτον ὑποχωροῦσι τοῖς σκάφεσι κατὰ πρύμναν ἐπιφερόμενοι τοὺς ταρσοὺς παρέλυον·
ὡς δʼ οἱ μὲν παρὰ τοῦ Φιλίππου συνεπιστρέφειν ἤρξαντο παραβοηθοῦντες τοῖς κινδυνεύουσι, τῶν δὲ Ῥοδίων οἱ καθυστεροῦντες ἐκ τῆς ἀναγωγῆς συνῆψαν τοῖς περὶ τὸν Θεοφιλίσκον,
τότε κατὰ πρόσωπον ἀντιπρώρρους τάξαντες τὰς ναῦς ἀμφότεροι συνέβαλον εὐψύχως, ὁμοῦ ταῖς σάλπιγξι καὶ τῇ κραυγῇ παρακαλοῦντες ἀλλήλους.