Book 10
περὶ δὲ τούτων ἀληθὴς παραδίδοται λόγος διὰ τῶν ἐγχωρίων, ὅτι καθʼ οὓς χρόνους Πέρσαι τῆς Ἀσίας ἐπεκράτουν, ἔδωκαν τοῖς ἐπί τινας τόπους τῶν μὴ πρότερον ἀρδευομένων ἐπεισαγομένοις ὕδωρ πηγαῖον ἐπὶ πέντε γενεὰς καρπεῦσαι τὴν χώραν·
ὅθεν ἔχοντος τοῦ Ταύρου πολλὰς καὶ μεγάλας ὑδάτων ἀπορρύσεις, πᾶσαν ἐπεδέχοντο δαπάνην καὶ κακοπάθειαν, ἐκ μακροῦ κατασκευάζοντες τοὺς ὑπονόμους, ὥστε κατὰ τοὺς νῦν καιροὺς μηδὲ τοὺς χρωμένους τοῖς ὕδασι γινώσκειν τὰς ἀρχὰς τῶν ὑπονόμων πόθεν ἔχουσι τὰς ἐπιρρύσεις.
πλὴν ὁρῶν Ἀρσάκης ἐπιβαλόμενον αὐτὸν τῇ διὰ τῆς ἐρήμου πορείᾳ, τὸ τηνικάδε χωννύειν καὶ φθείρειν ἐνεχείρησε τὰς φρεατίας.
ὁ δὲ βασιλεύς, ἐξαγγελθέντος αὐτῷ, πάλιν ἐξαπέστειλε τοὺς περὶ Νικομήδην μετὰ χιλίων ἱππέων, οἳ καὶ καταλαβόντες τὸν Ἀρσάκην μετὰ τῆς δυνάμεως ὑποκεχωρηκότα, τινὰς δὲ τῶν ἱππέων φθείροντας τὰ στόματα τῶν ὑπονόμων, τούτους μὲν ἐξ ἐφόδου τρεψάμενοι φυγεῖν ἠνάγκασαν, αὐτοὶ δὲ πάλιν ἀνεχώρησαν ὡς τὸν Ἀντίοχον.
ὁ δὲ βασιλεὺς διανύσας τὴν ἔρημον ἧκε πρὸς τὴν Ἑκατόμπυλον προσαγορευομένην, ἣ κεῖται μὲν ἐν μέσῃ τῇ Παρθυηνῇ, τῶν δὲ διόδων τῶν φερουσῶν ἐπὶ πάντας τοὺς πέριξ τόπους ἐνταῦθα συμπιπτουσῶν ἀπὸ τοῦ συμβαίνοντος ὁ τόπος εἴληφε τὴν προσηγορίαν.
πλὴν αὐτοῦ διαναπαύσας τὴν δύναμιν, καὶ συλλογισάμενος ὡς εἰ μὲν οἷός τʼ ἦν Ἀρσάκης διὰ μάχης κρίνεσθαι πρὸς σφᾶς, οὔτʼ ἂν ἐξεχώρει λιπὼν τὴν αὑτοῦ χώραν οὔτʼ ἂν ἐπιτηδειοτέρους τόπους ἐζήτει πρὸς ἀγῶνα ταῖς σφετέραις δυνάμεσι τῶν περὶ τὴν Ἑκατόμπυλον·
ἐπειδὴ δʼ ἐκχωρεῖ, δῆλός ἐστι τοῖς ὀρθῶς σκοπουμένοις ἐπʼ ἄλλης ὢν γνώμης· διόπερ ἔκρινε προάγειν εἰς τὴν Ὑρκανίαν.
παραγενόμενος δʼ ἐπὶ Ταγάς, καὶ πυνθανόμενος τῶν ἐγχωρίων τήν τε δυσχέρειαν τῶν τόπων, οὓς ἔδει διεκβάλλειν αὐτόν, ἕως εἰς τὰς ὑπερβολὰς διεξίκοιτο τοῦ Λάβου τὰς νευούσας ἐπὶ τὴν Ὑρκανίαν, καὶ τὸ πλῆθος τῶν βαρβάρων τῶν κατὰ τόπους ἐφεστώτων ταῖς δυσχωρίαις αὐτοῦ,
προέθετο διατάττειν τὸ τῶν εὐζώνων πλῆθος καὶ τοὺς τούτων ἡγεμόνας μερίζειν, ὡς ἑκάστους δεήσει πορεύεσθαι, ὁμοίως δὲ καὶ τοὺς λειτουργούς, οὓς ἔδει παραπορευομένους τὸν καταλαμβανόμενον ὑπὸ τῶν εὐζώνων τόπον εὔβατον παρασκευάζειν τῇ τῶν φαλαγγιτῶν καὶ τῇ τῶν ὑποζυγίων πορείᾳ.
ταῦτα δὲ διανοηθεὶς τὴν μὲν πρώτην ἔδωκε τάξιν Διογένει, συστήσας αὐτῷ τοξότας καὶ σφενδονήτας καὶ τῶν ὀρείων τοὺς ἀκοντίζειν καὶ λιθάζειν δυναμένους, οἵτινες τάξιν μὲν οὐκ ἔνεμον, αἰεὶ δὲ πρὸς τὸν παρόντα καιρὸν καὶ τόπον κατʼ ἄνδρα ποιούμενοι τὸν κίνδυνον πραγματικωτάτην παρείχοντο χρείαν ἐν ταῖς δυσχωρίαις.
τούτοις δὲ συνεχεῖς Κρῆτας ἀσπιδιώτας ἐπέταξε περὶ δισχιλίους, ὧν ἡγεῖτο Πολυξενίδας Ῥόδιος, τελευταίους δὲ θωρακίτας καὶ θυρεοφόρους, ὧν εἶχον τὴν ἡγεμονίαν Νικομήδης Κῷος καὶ Νικόλαος Αἰτωλός.
προαγόντων δὲ τούτων εἰς τὸ πρόσθεν, πολλῷ δυσχερεστέρας συνέβαινε φαίνεσθαι τὰς τῶν τόπων τραχύτητας καὶ στενότητας τῆς τοῦ βασιλέως προσδοκίας.
ἦν γὰρ τὸ μὲν ὅλον μῆκος τῆς ἀναβάσεως περὶ τριακοσίους σταδίους· ταύτης δὲ τὸ πλεῖστον μέρος ἔδει ποιεῖσθαι τῆς πορείας διὰ χαράδρας χειμάρρου καὶ βαθείας, εἰς ἣν πολλαὶ μὲν αὐτομάτως ἐκ τῶν ὑπερκειμένων κρημνῶν πέτραι κατενηνεγμέναι καὶ δένδρα δύσβατον ἐποίουν τὴν διʼ αὐτῆς πορείαν, πολλὰ δʼ ὑπὸ τῶν βαρβάρων εἰς τοῦτο τὸ μέρος συνηργεῖτο.
καὶ γὰρ ἐκκοπὰς δένδρων ἐπεποίηντο συνεχεῖς καὶ λίθων πλήθη μεγέθει διαφερόντων συνηθροίκεισαν· αὐτοί τε παρʼ ὅλην τὴν φάραγγα τὰς εὐκαίρους ὑπεροχὰς καὶ δυναμένας σφίσιν ἀσφάλειαν παρέχεσθαι κατειληφότες ἐτήρουν, ὥστʼ, εἰ μὴ διήμαρτον, ἐντελῶς ἂν ἐξαδυνατήσαντα τὸν Ἀντίοχον ἀποστῆναι τῆς ἐπιβολῆς.
ὡς γὰρ δέον τοὺς πολεμίους πάντας κατʼ ἀνάγκην ποιεῖσθαι διʼ αὐτῆς τῆς φάραγγος τὴν ἀνάβασιν, οὕτως παρεσκευάσαντο καὶ πρὸς τοῦτο κατελάβοντο τοὺς τόπους.
ἐκεῖνο δʼ οὐκ ἔβλεψαν ὅτι τὴν μὲν φάλαγγα καὶ τὴν ἀποσκευὴν οὐκ ἄλλως δυνατὸν ἦν, ἀλλʼ ὡς ἐκεῖνοι διέλαβον, ποιεῖσθαι τὴν πορείαν· πρὸς γὰρ τὰ παρακείμενα τῶν ὀρῶν οὐχ οἷόν τʼ ἦν τούτοις προσβαλεῖν, ἀλλὰ τοῖς ψιλοῖς καὶ τοῖς εὐζώνοις οὐκ ἀδύνατος ἦν ἡ διʼ αὐτῶν τῶν λευκοπέτρων ἀναβολή.
ὅθεν ἅμα τῷ πρὸς τὸ πρῶτον φυλακεῖον προσμῖξαι τοὺς περὶ τὸν Διογένην, ἔξωθεν τῆς χαράδρας ποιουμένους τὴν ἀνάβασιν, ἀλλοιοτέραν ἐλάμβανε διάθεσιν.
εὐθέως γὰρ κατὰ τὴν συμπλοκὴν αὐτοῦ τοῦ πράγματος διδάσκοντος, ὑπερτιθέμενοι καὶ προσβαίνοντες πρὸς τὰ πλάγια τῶν χωρίων οἱ περὶ τὸν Διογένην, ὑπερδέξιοι τῶν πολεμίων ἐγίνοντο, καὶ χρώμενοι πυκνοῖς τοῖς ἀκοντίσμασι καὶ τοῖς ἐκ χειρὸς λίθοις κακῶς διετίθεσαν τοὺς βαρβάρους, καὶ μάλιστα ταῖς σφενδόναις ἐκακοποίουν ἐξ ἀποστήματος βάλλοντες.
ὅτε δὲ τοὺς πρώτους ἐκβιασάμενοι κατάσχοιεν τὸν τούτων τόπον, ἐδίδοτο τοῖς λειτουργοῖς καιρὸς εἰς τὸ πᾶν τὸ πρὸ ποδῶν ἀνακαθαίρειν καὶ λεαίνειν μετʼ ἀσφαλείας. ἐγίνετο δὲ τοῦτο ταχέως διὰ τὴν πολυχειρίαν.
οὐ μὴν ἀλλὰ τούτῳ τῷ τρόπῳ τῶν μὲν σφενδονητῶν καὶ τοξοτῶν ἔτι δʼ ἀκοντιστῶν κατὰ τοὺς ὑπερδεξίους τόπους πορευομένων σποράδην, ποτὲ δὲ συναθροιζομένων καὶ καταλαμβανομένων τοὺς εὐκαίρους τόπους, τῶν δʼ ἀσπιδιωτῶν ἐφεδρευόντων, καὶ παρʼ αὐτὴν τὴν χαράδραν παραπορευομένων ἐν τάξει καὶ βάδην, οὐκ ἔμενον οἱ βάρβαροι, πάντες δὲ λιπόντες τοὺς τόπους ἡθροίσθησαν ἐπὶ τὴν ὑπερβολήν.
οἱ δὲ περὶ τὸν Ἀντίοχον ἀσφαλῶς διέβησαν τὰς δυσχωρίας τῷ προειρημένῳ τρόπῳ, βραδέως δὲ καὶ δυσχερῶς· μόλις γὰρ ὀγδοαῖοι πρὸς τὰς κατὰ τὸν Λάβον ὑπεροχὰς ἀφίκοντο.
τῶν δὲ βαρβάρων συνηθροισμένων ἐκεῖ, καὶ πεπεισμένων κωλύειν τῆς ὑπερβολῆς τοὺς πολεμίους, ἀγὼν συνέστη νεανικός. ἐξεώσθησαν δʼ οἱ βάρβαροι διὰ τοιαύτας αἰτίας.
συστραφέντες γὰρ ἐμάχοντο πρὸς τοὺς φαλαγγίτας κατὰ πρόσωπον ἐκθύμως· τῆς δὲ νυκτὸς ἔτι τῶν εὐζώνων ἐκπεριελθόντων ἐκ πολλοῦ, καὶ καταλαβομένων τοὺς ὑπερδεξίους καὶ κατὰ νώτου τόπους, ἅμα τῷ συνιδεῖν οἱ βάρβαροι τὸ γεγονὸς εὐθέως πτοηθέντες ὥρμησαν πρὸς φυγήν.
ὁ δὲ βασιλεὺς τὴν μὲν ἐπὶ πλεῖον ὁρμὴν τῶν διωκόντων παρακατέσχε μετὰ πολλῆς σπουδῆς, ἀνακαλεσάμενος ταῖς σάλπιγξι, διὰ τὸ βούλεσθαι καταβαίνειν ἅθρους καὶ συντεταγμένους εἰς τὴν Ὑρκανίαν.
συστησάμενος δὲ τὴν πορείαν ὡς ἐβούλετο καὶ παραγενόμενος ἐπὶ Τάμβρακα, πόλιν ἀτείχιστον, ἔχουσαν δὲ βασίλεια καὶ μέγεθος, αὐτοῦ κατεσκήνωσε.
τῶν δὲ πλείστων πεποιημένων τὴν ἀποχώρησιν ἔκ τε τῆς μάχης καὶ τῆς περικειμένης χώρας εἰς τὴν προσαγορευομένην Σίρυγκα πόλιν — συνέβαινε κεῖσθαι ʼκείνην οὐ μακρὰν τῆς Τάμβρακος, εἶναι δὲ τῆς Ὑρκανίας ὡς ἂν εἰ βασίλειον διά τε τὴν ὀχυρότητα καὶ τὴν ἄλλην εὐκαιρίαν —
ἔκρινε ταύτην ἐξελεῖν μετὰ βίας. ἀναλαβὼν οὖν τὴν δύναμιν προῆγε, καὶ περιστρατοπεδεύσας ἤρχετο τῆς πολιορκίας.
ἦν δὲ τὸ πλεῖστον μέρος τῆς ἐπιβολῆς ἐν ταῖς χωστρίσι χελώναις. τάφροι γὰρ ἦσαν τριτταί, πλάτος μὲν οὐκ ἔλαττον ἔχουσαι τριάκοντα πηχῶν, βάθος δὲ πεντεκαίδεκα· ἐπὶ δὲ τοῖς χείλεσιν ἑκάστης ἐπέκειτο χαρακώματα διπλᾶ καὶ τελευταῖον προτείχισμα δυνατόν.
συμπλοκαὶ μὲν οὖν ἐγίνοντο συνεχεῖς ἐπὶ τῶν ἔργων, ἐν αἷς οὐκ ἤνυον ἑκάτεροι φέροντες τοὺς νεκροὺς καὶ τοὺς τραυματίας διὰ τὸ μὴ μόνον ὑπὲρ γῆς, ἀλλὰ καὶ κατὰ γῆς διὰ τῶν ὀρυγμάτων ἐκ χειρὸς γίνεσθαι τοὺς κινδύνους.
οὐ μὴν ἀλλὰ τῷ πλήθει καὶ τῇ τοῦ βασιλέως ἐνεργείᾳ ταχέως συνέβη καὶ τὰς τάφρους χωσθῆναι καὶ τὸ τεῖχος πεσεῖν διὰ τῶν ὀρυγμάτων.
οὗ συμβάντος διατραπέντες οἱ βάρβαροι τοῖς ὅλοις, καὶ τοὺς μὲν Ἕλληνας κατασφάξαντες τοὺς ἐν τῇ πόλει, τὰ δʼ ἐπιφανέστατα τῶν σκευῶν διαρπάσαντες, νυκτὸς ἀπεχώρησαν.
ὁ δὲ βασιλεὺς συνθεασάμενος Ὑπερβάσαν ἀπέστειλε μετὰ τῶν μισθοφόρων· οὗ συμμίξαντος οἱ βάρβαροι ῥίψαντες τὰς ἀποσκευὰς αὖθις εἰς τὴν πόλιν ἔφυγον.
τῶν δὲ πελταστῶν ἐνεργῶς βιαζομένων διὰ τοῦ πτώματος, ἀπελπίσαντες σφᾶς αὐτοὺς παρέδοσαν.
Καλλιόπη, πόλις Παρθυαίων.
βουλόμενοι δʼ οἱ ὕπατοι κατοπτεῦσαι σαφῶς τὰ πρὸς τὴν τῶν ὑπεναντίων στρατοπεδείαν κεκλιμένα μέρη τοῦ λόφου, τοῖς μὲν ἐν τῷ χάρακι μένειν κατὰ χώραν ἐπήγγειλαν,
αὐτοὶ δὲ τῶν ἱππέων ἀναλαβόντες ἴλας δύο καὶ γροσφομάχους μετὰ τῶν ῥαβδοφόρων εἰς τριάκοντα προῆγον, κατασκεψόμενοι τοὺς τόπους.
τῶν δὲ Νομάδων εἰθισμένοι τινὲς τοῖς ἀκροβολιζομένοις καὶ καθόλου προπορευομένοις ἐκ τοῦ τῶν ὑπεναντίων χάρακος ἐνέδρας ποιεῖν, ὑπεστάλκεισαν κατά τινα συντυχίαν ὑπὸ τὸν λόφον.