Book 10
τοῦ δὲ πλήθους καὶ διὰ τὸ παράδοξον καὶ διὰ τὴν προϋπάρχουσαν εὔνοιαν ἐκπληκτικῶς αὐτὸν ἀποδεξαμένου, καὶ μετὰ ταῦτα προελθόντος εἰς τὸν ἀποδεδειγμένον τόπον καὶ στάντος παρὰ τὸν ἀδελφόν,
οὐ μόνον τῷ Ποπλίῳ περιέθεσαν οἱ πολλοὶ τὴν ἀρχήν, ἀλλὰ καὶ τἀδελφῷ διʼ ἐκεῖνον, καὶ παρῆσαν ἐπὶ τὴν οἰκίαν ἀμφότεροι γεγονότες ἀγορανόμοι.
τῇ δὲ μητρὶ τοῦ πράγματος ἄφνω προσπεσόντος, περιχαρὴς οὖσα πρὸς τὰς θύρας ἀπήντα καὶ μετὰ παραστάσεως ἠσπάζετο τοὺς νεανίσκους,
ὥστε τὸν Πόπλιον ἐκ τοῦ συμβαίνοντος δοκεῖν πᾶσι τοῖς προακηκοόσι τῶν ἐνυπνίων μὴ μόνον κατὰ τὸν ὕπνον, ἔτι δὲ μᾶλλον ὕπαρ καὶ μεθʼ ἡμέραν διαλέγεσθαι τοῖς θεοῖς.
ὧν οὐδὲν ἦν ἐνύπνιον, ἀλλʼ ὑπάρχων εὐεργετικὸς καὶ μεγαλόδωρος καὶ προσφιλὴς κατὰ τὴν ἀπάντησιν συνελογίσατο τὴν τοῦ πλήθους πρὸς αὑτὸν εὔνοιαν.
λοιπὸν πρός τε τὸν τοῦ δήμου καὶ τὸν τῆς μητρὸς καιρὸν ἁρμοσάμενος εὐστόχως οὐ μόνον καθίκετο τῆς προθέσεως, ἀλλὰ καὶ μετά τινος ἐδόκει θείας ἐπιπνοίας αὐτὸ πράττειν.
οἱ γὰρ μὴ δυνάμενοι τοὺς καιροὺς μηδὲ τὰς αἰτίας καὶ διαθέσεις ἑκάστων ἀκριβῶς συνθεωρεῖν, ἢ διὰ φαυλότητα φύσεως ἢ διʼ ἀπειρίαν καὶ ῥᾳθυμίαν, εἰς θεοὺς καὶ τύχας ἀναφέρουσι τὰς αἰτίας τῶν διʼ ἀγχίνοιαν ἐκ λογισμοῦ καὶ προνοίας ἐπιτελουμένων.
ταῦτα μὲν οὖν εἰρήσθω μοι χάριν τῶν ἀκουόντων, ἵνα μὴ συγκαταφερόμενοι ψευδῶς τῇ καθωμιλημένῃ δόξῃ περὶ αὐτοῦ παραπέμπωσι τὰ σεμνότατα καὶ κάλλιστα τἀνδρός, λέγω δὲ τὴν ἐπιδεξιότητα καὶ φιλοπονίαν.
ἔτι δὲ μᾶλλον ἔσται τοῦτο συμφανὲς ἐπʼ αὐτῶν τῶν πράξεων.
οὐ μὴν ἀλλὰ τότε συνηθροισμένων τῶν δυνάμεων παρεκάλει μὴ καταπεπλῆχθαι τὴν προγεγενημένην περιπέτειαν·
οὐ γὰρ ταῖς ἀρεταῖς ἡττῆσθαι Ῥωμαίους ὑπὸ Καρχηδονίων οὐδέποτε, τῇ δὲ προδοσίᾳ τῇ Κελτιβήρων καὶ τῇ προπετείᾳ, διακλεισθέντων τῶν στρατηγῶν ἀπʼ ἀλλήλων διὰ τὸ πιστεῦσαι τῇ συμμαχίᾳ τῶν εἰρημένων.
ὧν ἑκάτερα νῦν ἔφη περὶ τοὺς πολεμίους ὑπάρχειν· χωρὶς γὰρ ἀπʼ ἀλλήλων πολὺ διεσπασμένους στρατοπεδεύειν, τοῖς τε συμμάχοις ὑβριστικῶς χρωμένους ἅπαντας ἀπηλλοτριωκέναι καὶ πολεμίους αὑτοῖς παρεσκευακέναι.
διὸ καὶ τοὺς μὲν ἤδη διαπέμπεσθαι πρὸς σφᾶς, τοὺς δὲ λοιπούς, ὡς ἂν τάχιστα θαρρήσωσι καὶ διαβάντας ἴδωσι τὸν ποταμόν, ἀσμένως ἥξειν, οὐχ οὕτως εὐνοοῦντας σφίσι, τὸ δὲ πλεῖον ἀμύνεσθαι σπουδάζοντας τὴν Καρχηδονίων εἰς αὐτοὺς ἀσέλγειαν,
τὸ δὲ μέγιστον, στασιάζοντας πρὸς ἀλλήλους τοὺς τῶν ὑπεναντίων ἡγεμόνας ἅθρους διαμάχεσθαι πρὸς αὐτοὺς οὐ θελήσειν, κατὰ μέρος δὲ κινδυνεύοντας εὐχειρώτους ὑπάρχειν.
διὸ βλέποντας εἰς ταῦτα παρεκάλει περαιοῦσθαι τὸν ποταμὸν εὐθαρσῶς· περὶ δὲ τῶν ἑξῆς ἀνεδέχετο μελήσειν αὑτῷ καὶ τοῖς ἄλλοις ἡγεμόσι.
ταῦτα δʼ εἰπὼν τρισχιλίους μὲν ἔχοντα πεζοὺς καὶ πεντακοσίους ἱππεῖς Μάρκον ἀπέλειπε τὸν συνάρχοντα περὶ τὴν διάβασιν ἐφεδρεύσοντα τοῖς ἐντὸς τοῦ ποταμοῦ συμμάχοις· αὐτὸς δὲ τὴν ἄλλην ἐπεραίου δύναμιν, ἄδηλον πᾶσι ποιῶν τὴν αὑτοῦ πρόθεσιν.
ἦν γὰρ αὐτῷ κεκριμένον πράττειν ὧν μὲν εἶπε πρὸς τοὺς πολλοὺς μηδέν, προύκειτο δὲ πολιορκεῖν ἐξ ἐφόδου τὴν ἐν Ἰβηρίᾳ Καρχηδόνα προσαγορευομένην.
ὃ δὴ καὶ πρῶτον ἄν τις λάβοι καὶ μέγιστον σημεῖον τῆς ὑφʼ ἡμῶν ἄρτι ῥηθείσης διαλήψεως.
ἔτος γὰρ ἕβδομον ἔχων πρὸς τοῖς εἴκοσι πρῶτον μὲν ἐπὶ πράξεις αὑτὸν ἔδωκε τελέως παρὰ τοῖς πολλοῖς ἀπηλπισμένας διὰ τὸ μέγεθος τῶν προγεγονότων ἐλαττωμάτων,
δεύτερον δοὺς αὑτὸν τὰ μὲν κοινὰ καὶ προφαινόμενα πᾶσι παρέλειπε, τὰ δὲ μήτε παρὰ τοῖς πολεμίοις , ταῦτʼ ἐπενόει καὶ προετίθετο πράττειν.
ὧν οὐδὲν ἦν χωρὶς ἐκλογισμῶν τῶν ἀκριβεστάτων.
ἔτι μὲν γὰρ ἀπὸ τῆς ἀρχῆς ἱστορῶν ἐν τῇ Ῥώμῃ καὶ πυνθανόμενος ἐπιμελῶς τήν τε προδοσίαν τῶν Κελτιβήρων καὶ τὸν διαζευγμὸν τῶν ἰδίων στρατοπέδων, καὶ συλλογιζόμενος ὅτι παρὰ τοῦτο συμβαίνει τοῖς περὶ τὸν πατέρα γενέσθαι τὴν περιπέτειαν,
οὐ κατεπέπληκτο τοὺς Καρχηδονίους οὐδʼ ἥττητο τῇ ψυχῇ, καθάπερ οἱ πολλοί.
μετὰ δὲ ταῦτα τοὺς ἐντὸς Ἴβηρος ποταμοῦ συμμάχους ἀκούων μένειν ἐν τῇ πρὸς αὐτοὺς φιλίᾳ, τοὺς δὲ τῶν Καρχηδονίων ἡγεμόνας στασιάζειν μὲν πρὸς σφᾶς, ὑβρίζειν δὲ τοὺς ὑποταττομένους, εὐθαρσῶς διέκειτο πρὸς τὴν ἔξοδον, οὐ τῇ τύχῃ πιστεύων, ἀλλὰ τοῖς συλλογισμοῖς.
παραγενόμενός γε μὴν εἰς τὴν Ἰβηρίαν, πάντας ἀνακινῶν καὶ παρʼ ἑκάστου πυνθανόμενος τὰ περὶ τοὺς ἐναντίους, ηὕρισκε τὰς μὲν δυνάμεις τῶν Καρχηδονίων εἰς τρία μέρη διῃρημένας·
ὧν Μάγωνα μὲν ἐπυνθάνετο διατρίβειν ἐντὸς Ἡρακλείων στηλῶν ἐν τοῖς Κονίοις προσαγορευομένοις, Ἀσδρούβαν δὲ τὸν Γέσκωνος περὶ Τάγου ποταμοῦ στόμα κατὰ τὴν Λυσιτανήν, τὸν δʼ ἕτερον Ἀσδρούβαν πολιορκεῖν τινα πόλιν ἐν τοῖς Καρπητανοῖς, οὐδένα δὲ τῶν προειρημένων ἐλάττω δέχʼ ἡμερῶν ὁδὸν ἀπέχειν τῆς Καινῆς πόλεως.
νομίζων οὖν, ἐὰν μὲν εἰς μάχην συνιέναι κρίνῃ τοῖς πολεμίοις, τὸ μὲν πρὸς πάντας ἅμα κινδυνεύειν ἐπισφαλὲς εἶναι τελέως καὶ διὰ τὸ προηττῆσθαι τοὺς πρὸ αὐτοῦ καὶ διὰ τὸ πολλαπλασίους εἶναι τοὺς ὑπεναντίους,
ἐὰν δὲ πρὸς ἕνα συμβαλεῖν σπεύδων, κἄπειτα τούτου φυγομαχήσαντος, ἐπιγενομένων δὲ τῶν ἄλλων δυνάμεων, συγκλεισθῇ που, κατάφοβος ἦν μὴ ταῖς αὐταῖς Γναΐῳ τῷ θείῳ
καὶ Ποπλίῳ τῷ πατρὶ περιπέσῃ συμφοραῖς. διὸ τοῦτο μὲν τὸ μέρος ἀπεδοκίμασε, πυνθανόμενος δὲ τὴν προειρημένην Καρχηδόνα μεγίστας μὲν χρείας παρέχεσθαι τοῖς ὑπεναντίοις, μέγιστα δὲ βλάπτειν καὶ κατὰ τὸν ἐνεστῶτα πόλεμον αὐτόν, ἐξητάκει τὰ κατὰ μέρος ὑπὲρ αὐτῆς ἐν τῇ παραχειμασίᾳ διὰ τῶν εἰδότων.
ἀκούων δὲ πρῶτον μὲν ὅτι λιμένας ἔχει στόλῳ καὶ ναυτικαῖς δυνάμεσι μόνη σχεδὸν τῶν κατὰ τὴν Ἰβηρίαν, ἅμα δὲ καὶ διότι πρὸς τὸν ἀπὸ τῆς Λιβύης πλοῦν καὶ πελάγιον δίαρμα λίαν εὐφυῶς κεῖται τοῖς Καρχηδονίοις,
μετὰ δὲ ταῦτα διότι καὶ τὸ τῶν χρημάτων πλῆθος καὶ τὰς ἀποσκευὰς τῶν στρατοπέδων ἁπάσας ἐν ταύτῃ τῇ πόλει συνέβαινε τοῖς Καρχηδονίοις ὑπάρχειν, ἔτι δὲ τοὺς ὁμήρους τοὺς ἐξ ὅλης τῆς Ἰβηρίας,
τὸ δὲ μέγιστον, ὅτι μάχιμοι μὲν ἄνδρες εἴησαν εἰς χιλίους οἱ τὴν ἄκραν τηροῦντες διὰ τὸ μηδένα μηδέποτʼ ἂν ὑπολαμβάνειν ὅτι κρατούντων Καρχηδονίων σχεδὸν ἁπάσης Ἰβηρίας ἐπινοήσει τις τὸ παράπαν πολιορκῆσαι ταύτην τὴν πόλιν,
τὸ δʼ ἄλλο πλῆθος ὅτι πολὺ μὲν εἴη διαφερόντως ἐν αὐτῇ, πᾶν δὲ δημιουργικὸν καὶ βάναυσον καὶ θαλαττουργὸν καὶ πλεῖστον ἀπέχον πολεμικῆς ἐμπειρίας, ὃ κατὰ τῆς πόλεως ὑπελάμβανεν εἶναι, παραδόξου γενομένης ἐπιφανείας.
καὶ μὴν οὐδὲ τὴν θέσιν τῆς Καρχηδόνος οὐδὲ τὴν κατασκευὴν οὐδὲ τὴν τῆς περιεχούσης αὐτὴν λίμνης διάθεσιν ἠγνόει,
διὰ δέ τινων ἁλιέων τῶν ἐνειργασμένων τοῖς τόποις ἐξητάκει διότι καθόλου μέν ἐστι τεναγώδης ἡ λίμνη καὶ βατὴ κατὰ τὸ πλεῖστον, ὡς δʼ ἐπὶ τὸ πολὺ καὶ γίνεταί τις αὐτῆς ἀποχώρησις καθʼ ἡμέραν ἐπὶ δείλην ὀψίαν.
ἐξ ὧν συλλογισάμενος ὅτι καθικόμενος μὲν τῆς ἐπιβολῆς οὐ μόνον βλάψει τοὺς ὑπεναντίους, ἀλλὰ καὶ τοῖς σφετέροις πράγμασι μεγάλην ἐπίδοσιν παρασκευάσει,
διαπεσὼν δὲ τῆς προθέσεως, ὅτι δύναται σῴζειν τοὺς ὑποταττομένους διὰ τὸ θαλαττοκρατεῖν, ἐὰν ἅπαξ ἀσφαλίσηται τὴν στρατοπεδείαν — τοῦτο δʼ ἦν εὐχερὲς διὰ τὸ μακρὰν ἀπεσπάσθαι τὰς τῶν ὑπεναντίων δυνάμεις —
οὕτως ἀφέμενος τῶν ἄλλων περὶ ταύτην
ἐγίνετο τὴν παρασκευὴν ἐν τῇ παραχειμασίᾳ. καὶ ταύτην ἔχων τὴν ἐπιβολὴν καὶ τὴν ἡλικίαν, ἣν ἀρτίως εἶπα, πάντας ἀπεκρύψατο χωρὶς Γαΐου Λαιλίου, μέχρι πάλιν αὐτὸς ἔκρινε φανερὸν ποιεῖν.
τούτοις δὲ τοῖς ἐκλογισμοῖς ὁμολογοῦντες οἱ συγγραφεῖς, ὅταν ἐπὶ τὸ τέλος ἔλθωσι τῆς πράξεως, οὐκ οἶδʼ ὅπως οὐκ εἰς τὸν ἄνδρα καὶ τὴν τούτου πρόνοιαν, εἰς δὲ τοὺς θεοὺς καὶ τὴν τύχην ἀναφέρουσι τὸ γεγονὸς κατόρθωμα,