Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 10

 
ὅταν δὲ τὰ προειρημένα γένηται κατὰ τὸν χειρισμὸν ἰσοταχῆ καὶ σύμφωνα, τότε κομίσαντας ἐπὶ τοὺς τόπους, ἐν οἷς ἑκάτεροι μέλλουσι συντηρεῖν τὰς πυρσείας, ἑκάτερον θεῖναι τῶν ἀγγείων.
 
εἶτʼ ἐπὰν ἐμπέσῃ τι τῶν ἐν τῇ βακτηρίᾳ γεγραμμένων, πυρσὸν ἆραι κελεύει, καὶ μένειν, ἕως ἂν ἀνταίρωσιν οἱ συντεταγμένοι· γενομένων δὲ φανερῶν ἀμφοτέρων ἅμα τῶν πυρσῶν καθελεῖν. εἶτʼ εὐθέως ἀφεῖναι τοὺς αὐλίσκους ῥεῖν.
 
ὅταν δὲ καταβαίνοντος τοῦ φελλοῦ καὶ τῆς βακτηρίας ἔλθῃ τῶν γεγραμμένων ὃ βούλει δηλοῦν κατὰ τὸ χεῖλος τοῦ τεύχους, ἆραι κελεύει τὸν πυρσόν·
 
τοὺς δʼ ἑτέρους ἐπιλαβεῖν εὐθέως τὸν αὐλίσκον, καὶ σκοπεῖν τί κατὰ τὸ χεῖλός ἐστι τῶν ἐν τῇ βακτηρίᾳ γεγραμμένων·
 
ἔσται δὲ τοῦτο τὸ δηλούμενον πάντων ἰσοταχῶς παρʼ ἀμφοτέροις κινουμένων.
 
ταῦτα δὲ βραχὺ μέν τι τῆς διὰ τῶν συνθημάτων πυρσείας ἐξήλλαχεν, ἀκμὴν δʼ ἐστὶν ἀόριστα.
 
δῆλον γὰρ [ἔσται] ὡς οὔτε προϊδέσθαι τὰ μέλλοντα πάντα δυνατὸν οὔτε προϊδόμενον εἰς τὴν βακτηρίαν γράψαι· λοιπὸν ὁπόταν ἐκ τῶν καιρῶν ἀνυπονόητά τινα συμβαίνῃ, φανερὸν ὡς οὐ δύναται δηλοῦσθαι κατὰ ταύτην τὴν ἐπίνοιαν.
 
καὶ μὴν οὐδʼ αὐτῶν τῶν ἐν τῇ βακτηρίᾳ γεγραμμένων οὐδέν ἐστιν ὡρισμένον. πόσοι γὰρ ἥκουσιν ἱππεῖς ἢ πόσοι πεζοὶ καὶ ποῦ τῆς χώρας καὶ πόσαι νῆες καὶ πόσος σῖτος, οὐχ οἷόν τε διασαφῆσαι·
 
περὶ γὰρ ὧν ἀδύνατον γνῶναι πρὶν ἢ γενέσθαι, περὶ τούτων οὐδὲ συνθέσθαι πρὸ τοῦ δυνατόν.
 
τὸ δὲ συνέχον ἐστὶ τοῦτο· πῶς γὰρ ἄν τις βουλεύσαιτο περὶ τοῦ βοηθεῖν μὴ γινώσκων πόσοι πάρεισι τῶν πολεμίων ἢ ποῦ; πῶς δὲ θαρρήσαι πάλιν ἢ τοὐναντίον ἢ καθόλου διανοηθείη τι μὴ συνεὶς πόσαι νῆες ἢ πόσος σῖτος ἥκει παρὰ τῶν συμμάχων;
 
ὁ δὲ τελευταῖος τρόπος, ἐπινοηθεὶς διὰ Κλεοξένου καὶ Δημοκλείτου, τυχὼν δὲ τῆς ἐξεργασίας διʼ ἡμῶν, πάντη πάντως μέν ἐστιν ὡρισμένος καὶ πᾶν τὸ κατεπεῖγον δυνάμενος ἀκριβῶς διασαφεῖν, κατὰ δὲ τὸν χειρισμὸν ἐπιμελείας δεῖ καὶ παρατηρήσεως ἀκριβεστέρας.
 
ἔστι δὲ τοιοῦτος. τὸ τῶν στοιχείων πλῆθος ἑξῆς δεῖ λαμβάνοντας διελεῖν εἰς πέντε μέρη κατὰ πέντε γράμματα. λείψει δὲ τὸ τελευταῖον ἑνὶ στοιχείῳ· τοῦτο δʼ οὐ βλάπτει πρὸς τὴν χρείαν.
 
μετὰ δὲ ταῦτα πλατεῖα παρεσκευάσθαι πέντε τοὺς μέλλοντας ἀποδιδόναι τὴν πυρσείαν ἀλλήλοις ἑκατέρους καὶ γράψαι τῶν μερῶν ἑξῆς εἰς ἕκαστον πλατεῖον,
 
κἄπειτα συνθέσθαι πρὸς αὑτοὺς διότι τοὺς μὲν πρώτους ἀρεῖ πυρσοὺς ὁ μέλλων σημαίνειν ἅμα καὶ δύο καὶ μενεῖ μέχρις ἂν ὁ ἕτερος ἀνταίρῃ.
 
τοῦτο δʼ ἔσται χάριν τοῦ διὰ ταύτης τῆς πυρσείας ἑαυτοῖς ἀνθομολογήσασθαι διότι προσέχουσι.
 
καθαιρεθέντων δὲ τούτων λοιπὸν ὁ σημαίνων ἀρεῖ μὲν τοὺς πρώτους ἐκ τῶν εὐωνύμων, διασαφῶν τὸ πλατεῖον ποῖον δεήσει σκοπεῖν, οἷον ἐὰν μὲν τὸ πρῶτον, ἕνʼ, ἂν δὲ τὸ δεύτερον, δύο, καὶ κατὰ λόγον οὕτω·
 
τοὺς δὲ δευτέρους ἐκ τῶν δεξιῶν κατὰ τὸν αὐτὸν λόγον, ποῖον δεήσει γράμμα τῶν ἐκ τοῦ πλατείου γράφειν αὖ τὸν ἀποδεχόμενον τὴν πυρσείαν.
 
ὅταν δὲ ταῦτα συνθέμενοι χωρισθῶσιν, ἑκάτερον ἐπὶ τοῦ τόπου δεήσει πρῶτον μὲν διόπτραν ἔχειν δύʼ αὐλίσκους ἔχουσαν, ὥστε τοῦ μέλλοντος ἀντιπυρσεύειν τῷ μὲν τὸν δεξιὸν τόπον, τῷ δὲ τὸν εὐώνυμον δύνασθαι θεωρεῖν.
 
παρὰ δὲ τὴν διόπτραν ἑξῆς ὀρθὰ δεῖ τὰ πλατεῖα πεπηγέναι,
 
παραπεφράχθαι δὲ καὶ τὸν δεξιὸν καὶ τὸν εὐώνυμον τόπον ἐπὶ δέκα πόδας, τὸ δὲ βάθος ὡς ἀνδρόμηκες, εἰς τὸ τοὺς πυρσοὺς αἰρομένους μὲν παρὰ ταῦτα τὴν φάσιν ἀκριβῆ ποιεῖν, καθαιρουμένους δὲ τὴν κρύψιν.
 
τούτων δʼ ἑτοιμασθέντων παρʼ ἀμφοτέροις, ὅταν βούλῃ δηλῶσαι λόγου χάριν διότι "τῶν στρατιωτῶν τινες εἰς ἑκατὸν ἀποκεχωρήκασι πρὸς τοὺς ὑπεναντίους," πρῶτον δεῖ διαλέξαι τῶν λέξεων, ὅσαι διʼ ἐλαχίστων γραμμάτων δύνανται ταὐτὸ δηλοῦν,
 
οἷον ἀντὶ τοῦ προειρημένου "Κρῆτες ἑκατὸν ἀφʼ ἡμῶν ηὐτομόλησαν." νῦν γὰρ τὰ μὲν γράμματʼ ἐστὶν ἐλάττω τῶν ἡμίσεων, διασαφεῖται δὲ ταὐτόν.
 
τούτου δὲ γραφέντος εἰς πινάκιον, οὕτω δηλωθήσεται τοῖς πυρσοῖς. πρῶτον δʼ ἐστὶ γράμμα τὸ κάππα·
 
τοῦτο δʼ ἐστὶν ἐν τῇ δευτέρᾳ μερίδι καὶ τῷ δευτέρῳ πλατείῳ. δεήσει δὲ καὶ πυρσοὺς ἐκ τῶν εὐωνύμων δύʼ αἴρειν, ὥστε τὸν ἀποδεχόμενον γινώσκειν ὅτι δεῖ τὸ δεύτερον πλατεῖον ἐπισκοπεῖν.
 
εἶτʼ ἐκ τῶν δεξιῶν ἀρεῖ πέντε, διασαφῶν ὅτι κάππα· τοῦτο γὰρ πέμπτον ἐστὶ τῆς δευτέρας μερίδος, ὃ δεήσει γράφειν εἰς τὸ πινάκιον τὸν ἀποδεχόμενον τοὺς πυρσούς.
 
εἶτα τέτταρας ἐκ τῶν εὐωνύμων, ἐπεὶ τὸ ῥῶ τῆς τετάρτης ἐστὶ μερίδος. εἶτα δύο πάλιν ἐκ τῶν δεξιῶν· δεύτερον γάρ ἐστι τῆς τετάρτης. ἐξ οὗ τὸ ῥῶ γράφει [ὁ δεχόμενος τοὺς πυρσούς]· καὶ τὰ λοιπὰ τὸν αὐτὸν τρόπον.
 
προδηλοῦται μὲν οὖν πᾶν τὸ προσπῖπτον ὡρισμένως κατὰ ταύτην τὴν ἐπίνοιαν,
 
πολλοὶ δὲ γίνονθʼ οἱ πυρσοὶ διὰ τὸ δεῖν ὑπὲρ ἑκάστου γράμματος διττὰς ποιεῖσθαι τὰς πυρσείας.
 
οὐ μὴν ἀλλʼ ἐάν τις εὐτρεπῆ ποιήσῃ τὰ πρὸς τὸ πρᾶγμα, δύναται γίνεσθαι τὸ δέον.
 
καθʼ ἑκατέραν δὲ τὴν ἐπίνοιαν προμελετᾶν δεῖ τοὺς χειρίζοντας, ἵνα τῆς χρείας γινομένης ἀδιαπτώτως δύνωνται διασαφεῖν ἀλλήλοις.
 
πηλίκην δὲ συμβαίνει φαίνεσθαι τὴν διαφορὰν ἐπὶ τῶν αὐτῶν πραγμάτων πρῶτον λεγομένων καὶ πάλιν κατὰ συνήθειαν γινομένων, ἐκ πολλῶν εὐχερὲς τῷ βουλομένῳ καταμαθεῖν.
 
πολλὰ γὰρ οὐ μόνον τῶν δυσχερῶν, ἀλλὰ καὶ τῶν ἀδυνάτων εἶναι δοκούντων κατὰ τὰς ἀρχάς, μετὰ ταῦτα χρόνου καὶ συνηθείας τυχόντα ῥᾷστα πάντων ἐπιτελεῖται.
 
τοῦ δὲ τοιούτου λόγου παραδείγματα μὲν πολλὰ καὶ ἕτερα πρὸς πίστιν, ἐναργέστατον δὲ τὸ γινόμενον ἐπὶ τῆς ἀναγνώσεως.
 
ἐπὶ γὰρ ἐκείνης, εἴ τις παραστησάμενος ἄνθρωπον ἄπειρον μὲν καὶ ἀσυνήθη γραμματικῆς, τἄλλα δʼ ἀγχίνουν, κἄπειτα παιδάριον ἕξιν ἔχον παραστήσας καὶ δοὺς βυβλίον κελεύοι λέγειν τὰ γεγραμμένα,
 
δῆλον ὡς οὐκ ἂν δύναιτο πιστεῦσαι διότι δεῖ πρῶτον ἐπὶ τὰς ὄψεις τὰς ἑνὸς ἑκάστου τῶν γραμμάτων ἐπιστῆσαι τὸν ἀναγινώσκοντα, δεύτερον ἐπὶ τὰς δυνάμεις, τρίτον ἐπὶ τὰς πρὸς ἄλληλα συμπλοκάς, ὧν ἕκαστον ποσοῦ χρόνου τινὸς δεῖται.
 
διόπερ ὅταν ἀνεπιστάτως θεωρῇ τὸ παιδάριον ὑπὸ τὴν ἀναπνοὴν ἑπτὰ καὶ πέντε στίχους συνεῖρον, οὐκ ἂν εὐχερῶς δύναιτο πιστεῦσαι διότι πρότερον οὗτος οὐκ ἀνέγνωκε τὸ βυβλίον·
 
εἰ δὲ καὶ τὴν ὑπόκρισιν καὶ τὰς διαιρέσεις, ἔτι δὲ δασύτητας καὶ ψιλότητας δύναιτο συσσῴζειν, οὐδὲ τελέως.
 
διόπερ οὐκ ἀποστατέον οὐδενὸς τῶν χρησίμων διὰ τὰς προφαινομένας δυσχερείας, προσακτέον δὲ τὴν ἕξιν, ᾗ πάντα τὰ καλὰ γίνεται θηρατὰ τοῖς ἀνθρώποις, ἄλλως τε καὶ περὶ τῶν τοιούτων, ἐν οἷς πολλάκις κεῖται τὸ συνέχον τῆς σωτηρίας.
 
ταῦτα μὲν οὖν κατὰ τὴν ἐξ ἀρχῆς ἐπαγγελίαν προήχθημεν εἰπεῖν. ἔφαμεν γὰρ πάντα τὰ θεωρήματα καθʼ ἡμᾶς ἐπὶ τοσοῦτον εἰληφέναι τὰς προκοπάς, ὥστε τῶν πλείστων τρόπον τινὰ μεθοδικὰς εἶναι τὰς ἐπιστήμας.
 
διὸ καὶ τοῦτο γίνεται τῆς δεόντως ἱστορίας συντεταγμένης ὠφελιμώτατον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme