Book 10
ὄντων γὰρ ἀπὸ τοῦ πορθμοῦ καὶ τῆς Ῥηγίνων πόλεως σταδίων εἰς Τάραντα πλειόνων ἢ δισχιλίων, εἰς τέλος ἀλίμενον εἶναι συμβαίνει τὴν πλευρὰν τῆς Ἰταλίας ταύτην πλὴν τῶν ἐν Τάραντι λιμένων·
ἣ τέτραπται μὲν εἰς τὸ Σικελικὸν πέλαγος, νεύει δὲ πρὸς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους, ἔχει δὲ τῶν τε βαρβάρων ἐθνῶν τὰ πολυανθρωπότατα καὶ τῶν Ἑλληνίδων πόλεων τὰς ἐπιφανεστάτας.
Βρέττιοι γὰρ καὶ Λευκανοὶ καί τινα μέρη τῶν Δαυνίων, ἔτι δὲ Καλαβροὶ καὶ πλείους ἕτεροι τοῦτο τὸ κλῖμα νέμονται τῆς Ἰταλίας·
ὁμοίως δὲ καὶ τῶν Ἑλληνίδων πόλεων Ῥήγιον καὶ Καυλωνία καὶ Λοκροὶ καὶ Κρότων, ἔτι δὲ Μεταπόντιον καὶ Θούριοι ταύτην ἐπέχουσι τὴν παραλίαν,
ὥστε καὶ τοὺς ἀπὸ Σικελίας καὶ τοὺς ἀπὸ τῆς Ἑλλάδος φερομένους ἐπί τινα τόπον τῶν προειρημένων κατʼ ἀνάγκην ὁρμεῖν ἐν τοῖς τῶν Ταραντίνων λιμέσι, καὶ τὰς ἀμείψεις καὶ τὰς οἰκονομίας πρὸς πάντας τοὺς κατέχοντας ταύτην τὴν πλευρὰν τῆς Ἰταλίας ἐν ταύτῃ ποιεῖσθαι τῇ πόλει.
τεκμήραιτο δʼ ἄν τις τοῦ τόπου τὴν εὐκαιρίαν ἐκ τῆς περὶ Κροτωνιάτας γενομένης εὐδαιμονίας. ἐκεῖνοι γὰρ θερινοὺς ἔχοντες ὅρμους καὶ βραχεῖάν τινα παντελῶς προσαγωγήν, μεγάλην εὐδαιμονίαν δοκοῦσι περιποιήσασθαι διʼ οὐδὲν ἕτερον ἢ διὰ τὴν τῶν τόπων εὐφυΐαν, ἣν οὐδὲ συγκρίνειν ἄξιόν ἐστι τοῖς Ταραντίνων λιμέσι καὶ τόποις.
τέτακται δὲ καὶ πρὸς τοὺς κατὰ τὸν Ἀδρίαν λιμένας εὐφυῶς καὶ νῦν μέν, ἔτι δὲ μᾶλλον ἦν πρὸ τοῦ.
ἀπὸ γὰρ ἄκρας Ἰαπυγίας ἕως εἰς Σιποῦντα πᾶς ὁ προσφερόμενος ἐκ τῶν ἀντιπέρας καὶ καθορμισθεὶς πρὸς τὴν Ἰταλίαν εἰς Τάραντʼ ἐποιεῖτο τὴν ὑπερβολήν, καὶ ταύτῃ συνεχρῆτο τῇ πόλει πρὸς τὰς ἀλλαγὰς καὶ μεταθέσεις οἷον [εἰ] ἐμπορίῳ·
οὐδέπω γὰρ συνέβαινε τότε τὴν τῶν Βρεντεσίνων ἐκτίσθαι πόλιν.
διόπερ ὁ Φάβιος, ἐν μεγάλῳ τιθέμενος τὴν ἐπιβολήν, τἄλλα παρεὶς πρὸς ταῖς εἰς τοῦτο τὸ μέρος ἦν ἐπινοίαις.
ὅτι μέλλοντες ἱστορεῖν τὰ πραχθέντα Ποπλίῳ κατὰ τὴν Ἰβηρίαν, συλλήβδην δὲ πάσας τὰς κατὰ τὸν βίον ἐπιτελεσθείσας αὐτῷ πράξεις, ἀναγκαῖον ἡγούμεθα τὸ προεπιστῆσαι τοὺς ἀκούοντας ἐπὶ τὴν αἵρεσιν καὶ φύσιν τἀνδρός.
τῷ γὰρ σχεδὸν ἐπιφανέστατον αὐτὸν γεγονέναι τῶν πρὸ τοῦ, ζητοῦσι μὲν πάντες εἰδέναι τίς ποτʼ ἦν καὶ ἀπὸ ποίας φύσεως ἢ τριβῆς ὁρμηθεὶς τὰς τηλικαύτας καὶ τοσαύτας ἐπετελέσατο πράξεις,
ἀγνοεῖν δὲ καὶ ψευδοδοξεῖν ἀναγκάζονται διὰ τὸ τοὺς ἐξηγουμένους ὑπὲρ αὐτοῦ παραπεπαικέναι τῆς ἀληθείας.
ὅτι δʼ ἔστιν ὑγιὲς τὸ νυνὶ λεγόμενον ὑφʼ ἡμῶν δῆλον ἔσται διὰ τῆς ἡμετέρας ἐξηγήσεως τοῖς ἐπισημαίνεσθαι δυναμένοις τὰ κάλλιστα καὶ παραβολώτατα τῶν ἐκείνῳ πεπραγμένων.
οἱ μὲν οὖν ἄλλοι πάντες αὐτὸν ἐπιτυχῆ τινα καὶ τὸ πλεῖον αἰεὶ παραλόγως καὶ ταὐτομάτῳ κατορθοῦντα τὰς ἐπιβολὰς παρεισάγουσι,
νομίζοντες ὡς ἂν εἰ θειοτέρους εἶναι καὶ θαυμαστοτέρους τοὺς τοιούτους ἄνδρας τῶν κατὰ λόγον ἐν ἑκάστοις πραττόντων, ἀγνοοῦντες ὅτι τὸ μὲν ἐπαινετόν, τὸ δὲ μακαριστὸν εἶναι συμβαίνει τῶν προειρημένων, καὶ τὸ μὲν κοινόν ἐστι καὶ τοῖς τυχοῦσι,
τὸ δʼ ἐπαινετὸν μόνον ἴδιον ὑπάρχει τῶν εὐλογίστων καὶ φρένας ἐχόντων ἀνδρῶν, οὓς καὶ θειοτάτους εἶναι καὶ προσφιλεστάτους τοῖς θεοῖς νομιστέον.
ἐμοὶ δὲ δοκεῖ Πόπλιος Λυκούργῳ τῷ τῶν Λακεδαιμονίων νομοθέτῃ παραπλησίαν ἐσχηκέναι φύσιν καὶ προαίρεσιν.
οὔτε γὰρ Λυκοῦργον ἡγητέον δεισιδαιμονοῦντα καὶ πάντα προσέχοντα τῇ Πυθίᾳ συστήσασθαι τὸ Λακεδαιμονίων πολίτευμα, οὔτε Πόπλιον ἐξ ἐνυπνίων ὁρμώμενον καὶ κληδόνων τηλικαύτην περιποιῆσαι τῇ πατρίδι δυναστείαν·
ἀλλʼ ὁρῶντες ἑκάτεροι τοὺς πολλοὺς τῶν ἀνθρώπων οὔτε τὰ παράδοξα προσδεχομένους ῥᾳδίως οὔτε τοῖς δεινοῖς τολμῶντας παραβάλλεσθαι χωρὶς τῆς ἐκ τῶν θεῶν ἐλπίδος,
Λυκοῦργος μὲν αἰεὶ προσλαμβανόμενος ταῖς ἰδίαις ἐπιβολαῖς τὴν ἐκ τῆς Πυθίας φήμην εὐπαραδεκτοτέρας καὶ πιστοτέρας ἐποίει τὰς ἰδίας ἐπινοίας,
Πόπλιος δὲ παραπλησίως ἐνεργαζόμενος αἰεὶ δόξαν τοῖς πολλοῖς ὡς μετά τινος θείας ἐπιπνοίας ποιούμενος τὰς ἐπιβολάς, εὐθαρσεστέρους καὶ προθυμοτέρους κατεσκεύαζε τοὺς ὑποταττομένους πρὸς τὰ δεινὰ τῶν ἔργων.
ὅτι δʼ ἕκαστα μετὰ λογισμοῦ καὶ προνοίας ἔπραττε, καὶ διότι πάντα κατὰ λόγον ἐξέβαινε τὰ τέλη τῶν πράξεων αὐτῷ, δῆλον ἔσται διὰ τῶν λέγεσθαι μελλόντων.
ἐκεῖνος γὰρ ὅτι μὲν ἦν εὐεργετικὸς καὶ μεγαλόψυχος ὁμολογεῖται, διότι δʼ ἀγχίνους καὶ νήπτης καὶ τῇ διανοίᾳ περὶ τὸ προτεθὲν ἐντεταμένος, οὐθεὶς ἂν συγχωρήσειε πλὴν τῶν συμβεβιωκότων καὶ τεθεαμένων ὑπʼ αὐγὰς αὐτοῦ τὴν φύσιν.
ὧν εἷς ἦν Γάιος Λαίλιος, ἀπὸ νέου μετεσχηκὼς αὐτῷ παντὸς ἔργου καὶ λόγου μέχρι τελευτῆς, ὁ ταύτην περὶ αὐτοῦ τὴν δόξαν ἡμῖν ἐνεργασάμενος διὰ τὸ δοκεῖν εἰκότα λέγειν καὶ σύμφωνα τοῖς ὑπʼ ἐκείνου πεπραγμένοις.
ἔφη γὰρ πρώτην γεγονέναι Ποπλίου πρᾶξιν ἐπίσημον, καθʼ ὃν καιρὸν ὁ πατὴρ αὐτοῦ τὴν ἱππομαχίαν συνεστήσατο πρὸς Ἀννίβαν περὶ τὸν Πάδον καλούμενον ποταμόν.
τότε γάρ, ὡς ἔοικεν, ἑπτακαιδέκατον ἔτος ἔχων καὶ πρῶτον εἰς ὕπαιθρον ἐξεληλυθώς, συστήσαντος αὐτῷ τοῦ πατρὸς διαφερόντων ἱππέων οὐλαμὸν ἀσφαλείας χάριν, συνθεασάμενος ἐν τῷ κινδύνῳ τὸν πατέρα περιειλημμένον ὑπὸ τῶν πολεμίων μετὰ δυεῖν ἢ τριῶν ἱππέων καὶ τετρωμένον ἐπισφαλῶς, τὰς μὲν ἀρχὰς ἐπεβάλετο παρακαλεῖν τοὺς μεθʼ αὑτοῦ βοηθῆσαι τῷ πατρί,
τῶν δʼ ἐπὶ ποσὸν κατορρωδούντων διὰ τὸ πλῆθος τῶν περιεστώτων πολεμίων, αὐτὸς εἰσελάσαι παραβόλως δοκεῖ καὶ τολμηρῶς εἰς τοὺς περικεχυμένους.
μετὰ δὲ ταῦτα καὶ τῶν ἄλλων ἀναγκασθέντων ἐμβαλεῖν οἱ μὲν πολέμιοι καταπλαγέντες διέστησαν, ὁ δὲ Πόπλιος ἀνελπίστως σωθεὶς πρῶτος αὐτὸς τὸν υἱὸν σωτῆρα προσεφώνησε πάντων ἀκουόντων.
περιγενομένης δʼ αὐτῷ τῆς ἐπʼ ἀνδρείᾳ φήμης ὁμολογουμένης διὰ τὴν προειρημένην χρείαν, λοιπὸν ἤδη πάντως αὑτὸν ἐδίδου κατὰ τοὺς ὕστερον καιροὺς εἰς τοὺς κατʼ ἰδίαν κινδύνους, ὅτʼ εἰς αὐτὸν ἀναρτηθεῖεν ὑπὸ τῆς πατρίδος αἱ τῶν ὅλων ἐλπίδες· ὅπερ ἴδιόν ἐστιν οὐ τῇ τύχῃ πιστεύοντος, ἀλλὰ νοῦν ἔχοντος ἡγεμόνος.
μετὰ δὲ ταῦτα, πρεσβύτερον ἔχων ἀδελφὸν Λεύκιον, καὶ τούτου προσπορευομένου πρὸς τὴν ἀγορανομίαν, ἣν σχεδὸν ἐπιφανεστάτην ἀρχὴν εἶναι συμβαίνει τῶν νέων παρὰ Ῥωμαίοις,
ἔθους δʼ ὄντος δύο πατρικίους καθίστασθαι, τότε δὲ καὶ πλειόνων προσπορευομένων, ἐκ πολλοῦ μὲν οὐκ ἐτόλμα μεταπορεύεσθαι τὴν αὐτὴν ἀρχὴν τἀδελφῷ·
συνεγγιζούσης δὲ τῆς καταστάσεως, λογιζόμενος ἐκ τῆς τοῦ πλήθους φορᾶς οὐκ εὐμαρῶς τὸν ἀδελφὸν ἐφιξόμενον τῆς ἀρχῆς, τὴν δὲ πρὸς αὑτὸν εὔνοιαν τοῦ δήμου θεωρῶν μεγάλην ὑπάρχουσαν, καὶ μόνως οὕτως ὑπολαμβάνων κἀκεῖνον καθίξεσθαι τῆς προθέσεως, εἰ συμφρονήσαντες ἅμα ποιήσαιντο τὴν ἐπιβολήν, ἦλθεν ἐπί τινα τοιαύτην ἔννοιαν.
θεωρῶν γὰρ τὴν μητέρα περιπορευομένην τοὺς νεὼς καὶ θύουσαν τοῖς θεοῖς ὑπὲρ τἀδελφοῦ καὶ καθόλου μεγάλην προσδοκίαν ἔχουσαν ὑπὲρ τοῦ μέλλοντος, ἧς μόνης ἔμελεν αὐτῷ —
τὸν μὲν γὰρ πατέρα τότε πλεῖν συνέβαινεν εἰς Ἰβηρίαν στρατηγὸν καθεσταμένον ἐπὶ τὰς προειρημένας πράξεις — οὐ μὴν ἀλλʼ ἔφη πρὸς αὐτὴν ὄνειρον τεθεωρηκέναι δὶς ἤδη τὸν αὐτόν.
δοκεῖν γὰρ ἅμα τἀδελφῷ καθεσταμένος ἀγορανόμος ἀναβαίνειν ἀπὸ τῆς ἀγορᾶς ὡς ἐπὶ τὴν οἰκίαν, ἐκείνην δὲ συναντᾶν αὐτοῖς εἰς τὰς θύρας καὶ περιπτύξασαν ἀσπάσασθαι.
τῆς δὲ παθούσης τὸ γυναικεῖον πάθος καί τι προσεπιφθεγξαμένης "3Εἰ γὰρ ἐμοὶ ταύτην ἰδεῖν γένοιτο τὴν ἡμέραν"3 "3Βούλει"3 φησί "
3μῆτερ, πεῖραν λάβωμεν;"3 τῆς δὲ συγκαταθεμένης, ὡς οὐ τολμήσοντος αὐτοῦ, πρὸς δὲ τὸν καιρὸν οἱονεὶ προσπαίζοντος — καὶ γὰρ ἦν κομιδῇ νέος — ἠξίου τήβενναν αὑτῷ λαμπρὰν εὐθέως ἑτοιμάσαι·
τοῦτο γὰρ ἔθος ἐστὶ τοῖς τὰς ἀρχὰς μεταπορευομένοις.
καὶ τῇ μὲν οὐδʼ ἐν νῷ τὸ ῥηθὲν ἦν, ὁ δὲ λαβὼν πρῶτον λαμπρὰν ἐσθῆτα κοιμωμένης ἔτι τῆς μητρὸς παρῆν εἰς τὴν ἀγοράν.