Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 1

70.6 καὶ τὸ λοιπὸν ἐπολέμουν ἤδη φανερῶς πρὸς τοὺς Καρχηδονίους, συνωμοσίας ἀσεβεῖς καὶ παρὰ τὰ κοινὰ τῶν ἀνθρώπων ἔθη ποιησάμενοι.
70.7 ὁ μὲν οὖν πρὸς τοὺς ξένους καὶ Λιβυκὸς ἐπικληθεὶς πόλεμος διὰ ταῦτα καὶ τοιαύτην ἔλαβε τὴν ἀρχήν.
70.8 οἱ δὲ περὶ τὸν Μάθω συντελεσάμενοι τὰ προειρημένα παραυτίκα μὲν ἐξαπέστελλον πρέσβεις ἐπὶ τὰς κατὰ τὴν Λιβύην πόλεις, παρακαλοῦντες ἐπὶ τὴν ἐλευθερίαν καὶ δεόμενοι σφίσι βοηθεῖν καὶ συνεπιλαμβάνεσθαι τῶν πραγμάτων.
70.9 μετὰ δὲ ταῦτα πάντων σχεδὸν τῶν κατὰ τὴν Λιβύην ἑτοίμως συνυπακουσάντων αὐτοῖς πρὸς τὴν ἀπὸ τῶν Καρχηδονίων ἀπόστασιν καὶ τάς τε χορηγίας καὶ τὰς βοηθείας προθύμως ἐξαποστελλόντων, διελόντες σφᾶς πολιορκεῖν ἐνεχείρησαν οἱ μὲν τὴν Ἰτύκην, οἱ δὲ τοὺς Ἱππακρίτας, διὰ τὸ ταύτας τὰς πόλεις μὴ βού
71.1 λεσθαι μετασχεῖν αὐτοῖς τῆς ἀποστάσεως. Καρχηδόνιοι δὲ τοὺς μὲν κατʼ ἰδίαν βίους ἀεὶ διεξαγαγόντες ἀπὸ τῶν ἐκ τῆς χώρας γεννημάτων, τὰς δὲ κοινὰς παρασκευὰς καὶ χορηγίας ἁθροίζοντες ἐκ τῶν κατὰ τὴν Λιβύην προσόδων, ἔτι δὲ πολεμεῖν εἰθισμένοι ξενικαῖς δυνάμεσι,
71.2 τότε πάντων ἅμα τούτων οὐ μόνον ἐστερημένοι παραλόγως, ἀλλὰ καὶ καθʼ αὑτῶν ὁρῶντες ἕκαστα τῶν προειρημένων ἐπιστρέφοντα, τελέως ἐν μεγάλῃ δυσθυμίᾳ καὶ δυσελπιστίᾳ καθέστασαν, ἅτε παρὰ τὴν προσδοκίαν αὐτοῖς τῶν πραγμάτων ἀποβεβηκότων.
71.3 τετρυμένοι γὰρ ἐν τῷ περὶ Σικελίας πολέμῳ συνεχῶς ἤλπιζον ἐπιτελεσθεισῶν τῶν διαλύσεων ἀναπνοῆς τινος τεύξεσθαι καὶ καταστάσεως εὐδοκουμένης.
71.4 συνέβαινε δʼ αὐτοῖς τἀναντία· μείζονος γὰρ ἐνίστατο πολέμου καταρχὴ καὶ φοβερωτέρου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme