Thesauros Literature History Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Book 7

44 Ἀντίοχος μὲν γὰρ ὁ κληθεὶς Ἐπιφανὴς Ἱεροσόλυμα πορθήσας τὸν νεὼν ἐσύλησεν, οἱ δὲ μετʼ αὐτὸν τὴν βασιλείαν παραλαβόντες τῶν ἀναθημάτων ὅσα χαλκᾶ πεποίητο πάντα τοῖς ἐπʼ Ἀντιοχείας Ἰουδαίοις ἀπέδοσαν εἰς τὴν συναγωγὴν αὐτῶν ἀναθέντες, καὶ συνεχώρησαν αὐτοῖς ἐξ ἴσου τῆς πόλεως τοῖς Ἕλλησι μετέχειν.
45 τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν μετὰ ταῦτα βασιλέων αὐτοῖς προσφερομένων εἴς τε πλῆθος ἐπέδωκαν καὶ τῇ κατασκευῇ καὶ τῇ πολυτελείᾳ τῶν ἀναθημάτων τὸ ἱερὸν ἐξελάμπρυναν, ἀεί τε προσαγόμενοι ταῖς θρησκείαις πολὺ πλῆθος Ἑλλήνων, κἀκείνους τρόπῳ τινὶ μοῖραν αὐτῶν πεποίηντο.
46 καθʼ ὃν δὲ καιρὸν ὁ πόλεμος ἀνακεκήρυκτο, νεωστὶ δʼ εἰς τὴν Συρίαν Οὐεσπασιανὸς καταπεπλεύκει, τὸ δὲ κατὰ τῶν Ἰουδαίων παρὰ πᾶσιν ἤκμαζε μῖσος,
47 τότε δή τις Ἀντίοχος εἷς ἐξ αὐτῶν τὰ μάλιστα διὰ τὸν πατέρα τιμώμενος, ἦν γὰρ ἄρχων τῶν ἐπʼ Ἀντιοχείας Ἰουδαίων, τοῦ δήμου τῶν Ἀντιοχέων ἐκκλησιάζοντος εἰς τὸ θέατρον παρελθὼν τόν τε πατέρα τὸν αὐτοῦ καὶ τοὺς ἄλλους ἐνεδείκνυτο κατηγορῶν, ὅτι νυκτὶ μιᾷ καταπρῆσαι τὴν πόλιν ἅπασαν διεγνώκεισαν, καὶ παρεδίδου ξένους Ἰουδαίους τινὰς ὡς κεκοινωνηκότας τῶν βεβουλευμένων.
48 ταῦτα ἀκούων ὁ δῆμος τὴν ὀργὴν οὐ κατεῖχεν, ἀλλʼ ἐπὶ μὲν τοὺς παραδοθέντας πῦρ εὐθὺς ἐκέλευον κομίζειν, καὶ παραχρῆμα πάντες ἐπὶ τοῦ θεάτρου κατεφλέγησαν,
49 ἐπὶ δὲ τὸ πλῆθος ὥρμητο τῶν Ἰουδαίων ἐν τῷ τάχιον ἐκείνους τιμωρίᾳ περιβαλεῖν τὴν αὐτῶν πατρίδα σώζειν νομίζοντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme