Book 7
ἀνέθηκε δὲ ἐνταῦθα καὶ τὰ ἐκ τοῦ ἱεροῦ τῶν Ἰουδαίων χρυσᾶ κατασκευάσματα σεμνυνόμενος ἐπʼ αὐτοῖς.
τὸν δὲ νόμον αὐτῶν καὶ τὰ πορφυρᾶ τοῦ σηκοῦ καταπετάσματα προσέταξεν ἐν τοῖς βασιλείοις ἀποθεμένους φυλάττειν.
Εἰς δὲ τὴν Ἰουδαίαν πρεσβευτὴς Λουκίλιος Βάσσος ἐκπεμφθεὶς καὶ τὴν στρατιὰν παρὰ Κερεαλίου Οὐετιλιανοῦ παραλαβὼν τὸ μὲν ἐν τῷ Ἡρωδείῳ φρούριον προσηγάγετο μετὰ τῶν ἐχόντων,
μετὰ ταῦτα δὲ πᾶν ὅσον ἦν στρατιωτικὸν συναγαγών, πολὺ δʼ ἦν κατὰ μέρη διῃρημένον, καὶ τῶν ταγμάτων τὸ δέκατον, ἔγνω στρατεύειν ἐπὶ Μαχαιροῦντα· πάνυ γὰρ ἦν ἀναγκαῖον ἐξαιρεθῆναι τὸ φρούριον, μὴ διὰ τὴν ὀχυρότητα πολλοὺς εἰς ἀποστασίαν ἐπαγάγηται.
καὶ γὰρ τοῖς κατέχουσι βεβαίαν ἐλπίδα σωτηρίας καὶ τοῖς ἐπιοῦσιν ὄκνον καὶ δέος ἡ τοῦ χωρίου φύσις ἦν παρασχεῖν ἱκανωτάτη.
αὐτὸ μὲν γὰρ τὸ τετειχισμένον πετρώδης ὄχθος ἐστὶν εἰς μήκιστον ὕψος ἐγηγερμένος, ὡς εἶναι καὶ διὰ τοῦτο δυσχείρωτος, μεμηχάνηται δʼ ὑπὸ τῆς φύσεως εἶναι μηδὲ προσιτός·
φάραγξιν γὰρ πάντοθεν ἀσύνοπτον ἐχούσαις τὸ βάθος περιτετάφρευται, μήτε περαθῆναι ῥᾳδίως δυναμέναις καὶ χωσθῆναι παντάπασιν ἀμηχάνοις.
ἡ μὲν γὰρ ἀπὸ τῆς ἑσπέρας περιτέμνουσα παρατείνει σταδίους ἑξήκοντα πέρας αὑτῆς τὴν Ἀσφαλτῖτιν ποιουμένη λίμνην· κατὰ τοῦτο δέ πῃ καὶ αὐτὸς ὁ Μαχαιροῦς τὴν ὑψηλοτάτην ἔχει κορυφὴν ὑπερανίσχουσαν·
αἱ δʼ ἀπὸ τῆς ἄρκτου καὶ μεσημβρίας φάραγγες μεγέθει μὲν ἀπολείπονται τῆς προειρημένης, ὁμοίως δʼ εἰσὶν ἀμήχανοι πρὸς ἐπιχείρησιν.
τῆς δὲ πρὸς ἀνατολὴν φάραγγος τὸ μὲν βάθος οὐκ ἔλαττον ἑκατὸν εὑρίσκεται πήχεων, τέρμα δὲ γίνεται πρὸς ὄρος ἀπαντικρὺ κείμενον Μαχαιροῦντος.
Ταύτην τοῦ τόπου κατιδὼν τὴν φύσιν βασιλεὺς Ἰουδαίων Ἀλέξανδρος πρῶτος ἐπʼ αὐτοῦ τειχίζει φρούριον, ὃ μετὰ ταῦτα Γαβίνιος Ἀριστοβούλῳ πολεμῶν καθεῖλεν.
Ἡρώδῃ δὲ βασιλεύοντι παντὸς ἔδοξε μᾶλλον ἐπιμελείας ἄξιον εἶναι καὶ κατασκευῆς ὀχυρωτάτης μάλιστα καὶ διὰ τὴν τῶν Ἀράβων γειτνίασιν· κεῖται γὰρ ἐν ἐπικαίρῳ πρὸς τὴν ἐκείνων γῆν ἀποβλέπον.
μέγαν μὲν οὖν τόπον τείχεσιν καὶ πύργοις περιβαλὼν πόλιν ἐνταῦθα κατῴκισεν, ἐξ ἧς ἄνοδος εἰς αὐτὴν ἔφερε τὴν ἀκρώρειαν.
οὐ μὴν ἀλλὰ καὶ περὶ αὐτὴν ἄνω τὴν κορυφὴν τεῖχος ἐδείματο καὶ πύργους ἐπὶ ταῖς γωνίαις ἕκαστον ἑξήκοντα πηχῶν ἀνέστησεν.
μέσον δὲ τοῦ περιβόλου βασίλειον ᾠκοδομήσατο μεγέθει τε καὶ κάλλει τῶν οἰκήσεων πολυτελές,
πολλὰς δὲ καὶ δεξαμενὰς εἰς ὑποδοχὴν ὕδατος καὶ χορηγίαν ἄφθονον ἐν τοῖς ἐπιτηδειοτάτοις τῶν τόπων κατεσκεύασεν, ὥσπερ πρὸς τὴν φύσιν ἁμιλληθείς, ἵνʼ αὐτὸς τὸ κατʼ ἐκείνην τοῦ τόπου δυσάλωτον ὑπερβάληται ταῖς χειροποιήτοις ὀχυρώσεσιν·
ἔτι γὰρ καὶ βελῶν πλῆθος καὶ μηχανημάτων ἐγκατέθετο καὶ πᾶν ἐπενόησεν ἑτοιμάσασθαι τὸ παρασχεῖν δυνάμενον τοῖς ἐνοικοῦσιν μηκίστης πολιορκίας καταφρόνησιν.
Ἐπεφύκει δʼ ἐν τοῖς βασιλείοις πήγανον ἄξιον τοῦ μεγέθους θαυμάσαι· συκῆς γὰρ οὐδεμιᾶς ὕψους καὶ πάχους ἐλείπετο.
λόγος δὲ ἦν ἀπὸ τῶν Ἡρώδου χρόνων αὐτὸ διαρκέσαι, κἂν ἐπὶ πλεῖστον ἴσως ἔμεινεν, ἐξεκόπη δὲ ὑπὸ τῶν παραλαβόντων τὸν τόπον Ἰουδαίων.
τῆς φάραγγος δὲ τῆς κατὰ τὴν ἄρκτον περιεχούσης τὴν πόλιν Βαάρας ὀνομάζεταί τις τόπος, φύει ῥίζαν ὁμωνύμως λεγομένην αὐτῷ.
αὕτη φλογὶ μὲν τὴν χροίαν ἔοικε, περὶ δὲ τὰς ἑσπέρας σέλας ἀπαστράπτουσα τοῖς ἐπιοῦσι καὶ βουλομένοις λαβεῖν αὐτὴν οὐκ ἔστιν εὐχείρωτος, ἀλλʼ ὑποφεύγει καὶ οὐ πρότερον ἵσταται, πρὶν ἄν τις οὖρον γυναικὸς ἢ τὸ ἔμμηνον αἷμα χέῃ κατʼ αὐτῆς.
οὐ μὴν ἀλλὰ καὶ τότε τοῖς ἁψαμένοις πρόδηλός ἐστι θάνατος, εἰ μὴ τύχοι τις αὐτὴν ἐκείνην ἐπενεγκάμενος τὴν ῥίζαν ἐκ τῆς χειρὸς ἀπηρτημένην.
ἁλίσκεται δὲ καὶ καθʼ ἕτερον τρόπον ἀκινδύνως, ὅς ἐστι τοιόσδε· κύκλῳ πᾶσαν αὐτὴν περιορύσσουσιν, ὡς εἶναι τὸ κρυπτόμενον τῆς ῥίζης βραχύτατον.
εἶτʼ ἐξ αὐτῆς ἀποδοῦσι κύνα, κἀκείνου τῷ δήσαντι συνακολουθεῖν ὁρμήσαντος ἡ μὲν ἀνασπᾶται ῥᾳδίως, θνήσκει δʼ εὐθὺς ὁ κύων ὥσπερ ἀντιδοθεὶς τοῦ μέλλοντος τὴν βοτάνην ἀναιρήσεσθαι· φόβος γὰρ οὐδεὶς τοῖς μετὰ ταῦτα λαμβάνουσιν.
ἔστι δὲ μετὰ τοσούτων κινδύνων διὰ μίαν ἰσχὺν περισπούδαστος· τὰ γὰρ καλούμενα δαιμόνια, ταῦτα δὲ πονηρῶν ἐστιν ἀνθρώπων πνεύματα τοῖς ζῶσιν εἰσδυόμενα καὶ κτείνοντα τοὺς βοηθείας μὴ τυγχάνοντας, αὕτη ταχέως ἐξελαύνει, κἂν προσενεχθῇ μόνον τοῖς νοσοῦσι.
ῥέουσι δὲ καὶ θερμῶν ὑδάτων πηγαὶ κατὰ τὸν τόπον πολὺ τὴν γεῦσιν ἀλλήλων διαφέρουσαι· πικραὶ μὲν γὰρ αὐτῶν τινές εἰσιν, αἱ δὲ γλυκύτητος οὐδὲν ἀπολείπουσαι.
πολλαὶ δὲ καὶ ψυχρῶν ὑδάτων ἀναδόσεις οὐ μόνον ἐν τῷ χθαμαλωτέρῳ τὰς πηγὰς παραλλήλους ἔχουσαι,
ἀλλʼ ὡς ἂν καὶ μᾶλλόν τις θαυμάσειε, σπήλαιον γάρ τι πλησίον ὁρᾶται κοιλότητι μὲν οὐ βαθύ, τῇ πέτρᾳ δὲ προυχούσῃ σκεπόμενον·
ταύτης ἄνωθεν ὡσανεὶ μαστοὶ δύο ἀνέχουσιν ἀλλήλων ὀλίγῳ διεστῶτες, καὶ ψυχροτάτην μὲν ἅτερος πηγήν, ἅτερος δὲ θερμοτάτην ἐκδίδωσιν, αἳ μισγόμεναι ποιοῦσι λουτρὸν ἥδιστον παιώνιόν τε νοσημάτων, πολλῷ δὲ μάλιστα νεύρων ἄκεσιν. ἔχει δὲ ὁ τόπος καὶ θείου καὶ στυπτηρίας μέταλλα.
Βάσσος δὲ περισκεψάμενος τὸ χωρίον ἔγνω ποιεῖσθαι τὴν πρόσοδον χωννὺς τὴν φάραγγα τὴν πρὸς ταῖς ἀνατολαῖς καὶ τῶν ἔργων εἴχετο, σπουδὴν ποιούμενος ᾗ τάχος ἐξᾶραι τὸ χῶμα καὶ διʼ αὐτοῦ ῥᾳδίαν ποιῆσαι τὴν πολιορκίαν.
οἱ δʼ ἔνδον ἀπειλημμένοι τῶν Ἰουδαίων αὐτοὶ καθʼ ἑαυτοὺς ἀπὸ τῶν ξένων διακριθέντες ἐκείνους μὲν ἠνάγκασαν, ὄχλον ἄλλως εἶναι νομίζοντες, ἐν τῇ κάτω πόλει παραμένειν καὶ τοὺς κινδύνους προεκδέχεσθαι,
τὸ δʼ ἄνω φρούριον αὐτοὶ καταλαβόντες εἶχον καὶ διὰ τὴν ἰσχὺν τῆς ὀχυρότητος καὶ προνοίᾳ τῆς σωτηρίας αὐτῶν· τεύξεσθαι γὰρ ἀφέσεως ὑπελάμβανον, εἰ τὸ χωρίον Ῥωμαίοις ἐγχειρίσειαν.
πείρᾳ δὲ πρότερον ἐβούλοντο τὰς ὑπὲρ τοῦ διαφεύξεσθαι τὴν πολιορκίαν ἐλπίδας ἐλέγξαι. διὰ τοῦτο καὶ προθύμως ἐποιοῦντο τὰς ἐξόδους ἀνὰ πᾶσαν ἡμέραν, καὶ τοῖς χοῦσι συμπλεκόμενοι πολλοὶ μὲν ἔθνησκον, πολλοὺς δὲ τῶν Ῥωμαίων ἀνῄρουν.
ἀεὶ δὲ τὸ κρατεῖν ὁ καιρὸς ἐβράβευεν ἑκατέροις τὸ πλέον, τοῖς μὲν Ἰουδαίοις, εἰ πρὸς ἀφυλακτοτέρους προσπέσοιεν, τοῖς δὲ ἐπὶ τῶν χωμάτων προϊδομένοις, εἰ τὴν ἐκδρομὴν αὐτῶν δέχοιντο πεφραγμένως.
ἀλλʼ οὐκ ἐν τούτοις ἔμελλεν γενήσεσθαι τὸ πέρας τῆς πολιορκίας, ἔργον δέ τι πραχθὲν ἐκ συντυχίας παράλογον τῆς παραδόσεως τοῦ φρουρίου τὴν ἀνάγκην ἐπέστησε τοῖς Ἰουδαίοις.
ἦν ἐν τοῖς πολιορκουμένοις νεανίας τολμῆσαί τε θρασὺς καὶ κατὰ χεῖρα δραστήριος, Ἐλεάζαρος ὄνομα·
γεγόνει δὲ οὗτος ἐν ταῖς ἐκδρομαῖς ἐπιφανὴς τοὺς πολλοὺς ἐξιέναι καὶ κωλύειν τὴν χῶσιν παρακαλῶν καὶ κατὰ τὰς μάχας πολλὰ καὶ δεινὰ τοὺς Ῥωμαίους διατιθείς, τοῖς δὲ σὺν αὐτῷ τολμῶσιν ἐπεκτρέχειν ῥᾳδίαν μὲν τὴν προσβολὴν τιθέμενος, ἀκίνδυνον δὲ παρέχων τὴν ἀναχώρησιν τῷ τελευταῖος ἀπιέναι.
καὶ δή ποτε τῆς μάχης διακριθείσης καὶ γεγονυίας ἀμφοτέρων ἀναχωρήσεως αὐτὸς ἅτε δὴ περιφρονῶν καὶ νομίζων οὐκ ἂν ἔτι τῶν πολεμίων οὐδένα τότε μάχης ἄρξειν, μείνας τῶν πυλῶν ἔξω τοῖς ἐπὶ τοῦ τείχους διελάλει καὶ πᾶς πρὸς ἐκείνοις τὴν διάνοιαν ἦν.
ὁρᾷ δὲ τὸν καιρὸν τοῦ Ῥωμαϊκοῦ τις στρατοπέδου Ῥοῦφος, γένος Αἰγύπτιος, καὶ μηδενὸς ἂν προσδοκήσαντος ἐξαίφνης ἐπιδραμὼν σὺν αὐτοῖς ἀράμενος αὐτὸν τοῖς ὅπλοις, ἕως κατεῖχε τοὺς ἀπὸ τῶν τειχῶν ἰδόντας ἔκπληξις, φθάνει τὸν ἄνδρα μεταθεὶς πρὸς τὸ Ῥωμαίων στρατόπεδον.
τοῦ δὲ στρατηγοῦ κελεύσαντος γυμνὸν διαλαβεῖν αὐτὸν καὶ καταστήσαντας εἰς τὸ φανερώτατον τοῖς ἐκ τῆς πόλεως ἀποβλέπουσι μάστιξιν αἰκίζεσθαι, σφόδρα τοὺς Ἰουδαίους τὸ περὶ τὸν νεανίαν πάθος συνέχεεν, ἀθρόα τε ἡ πόλις ἀνῴμωξε, καὶ θρῆνος ἦν μείζων ἢ καθʼ ἑνὸς ἀνδρὸς συμφοράν.