Book 7
370
καὶ γὰρ ὅπλα καὶ τείχη καὶ φρουρίων δυσάλωτοι κατασκευαὶ καὶ φρόνημα πρὸς τοὺς ὑπὲρ τῆς ἐλευθερίας κινδύνους ἄτρεπτον πάντας πρὸς τὴν ἀπόστασιν ἐπέρρωσεν.
371
ἀλλὰ ταῦτα πρὸς βραχὺν χρόνον ἀρκέσαντα καὶ ταῖς ἐλπίσιν ἡμᾶς ἐπάραντα μειζόνων ἀρχὴ κακῶν ἐφάνη· πάντα γὰρ ἥλω, καὶ πάντα τοῖς πολεμίοις ὑπέπεσεν, ὥσπερ εἰς τὴν ἐκείνων εὐκλεεστέραν νίκην, οὐκ εἰς τὴν τῶν παρασκευασαμένων σωτηρίαν εὐτρεπισθέντα.
372
καὶ τοὺς μὲν ἐν ταῖς μάχαις ἀποθνήσκοντας εὐδαιμονίζειν προσῆκον· ἀμυνόμενοι γὰρ καὶ τὴν ἐλευθερίαν οὐ προέμενοι τεθνήκασι· τὸ δὲ πλῆθος τῶν ὑπὸ Ῥωμαίοις γενομένων τίς οὐκ ἂν ἐλεήσειε; τίς οὐκ ἂν ἐπειχθείη πρὸ τοῦ ταὐτὰ παθεῖν ἐκείνοις ἀποθανεῖν;
373
ὧν οἱ μὲν στρεβλούμενοι καὶ πυρὶ καὶ μάστιξιν αἰκιζόμενοι τεθνήκασιν, οἱ δʼ ἀπὸ θηρίων ἡμίβρωτοι πρὸς δευτέραν αὐτοῖς τροφὴν ζῶντες ἐφυλάχθησαν, γέλωτα καὶ παίγνιον τοῖς πολεμίοις παρασχόντες.
374
ἐκείνων μὲν οὖν ἀθλιωτάτους ὑποληπτέον τοὺς ἔτι ζῶντας, οἳ πολλάκις εὐχόμενοι τὸν θάνατον λαβεῖν οὐκ ἔχουσιν.
375
ποῦ δʼ ἡ μεγάλη πόλις, ἡ τοῦ παντὸς Ἰουδαίων γένους μητρόπολις, ἡ τοσούτοις μὲν ἐρυμνὴ τειχῶν περιβόλοις, τοσαῦτα δʼ αὑτῆς φρούρια καὶ μεγέθη πύργων προβεβλημένη, μόλις δὲ χωροῦσα τὰς εἰς τὸν πόλεμον παρασκευάς, τοσαύτας δὲ μυριάδας ἀνδρῶν ἔχουσα τῶν ὑπὲρ αὐτῆς μαχομένων;
376
ποῦ γέγονεν ἡμῖν ἡ τὸν θεὸν ἔχειν οἰκιστὴν πεπιστευμένη; πρόρριζος ἐκ βάθρων ἀνήρπασται, καὶ μόνον αὐτῆς μνημεῖον ἀπολείπεται τὸ τῶν ἀνῃρημένων ἔτι τοῖς λειψάνοις ἐποικοῦν.