Book 7
346
οὐ μὴν ἀλλʼ ἐπειδὰν ἀπολυθεῖσα τοῦ καθέλκοντος αὐτὴν βάρους ἐπὶ γῆν καὶ προσκρεμαμένου χῶρον ἀπολάβῃ τὸν οἰκεῖον, τότε δὴ μακαρίας ἰσχύος καὶ πανταχόθεν ἀκωλύτου μετέχει δυνάμεως, ἀόρατος μένουσα τοῖς ἀνθρωπίνοις ὄμμασιν ὥσπερ αὐτὸς ὁ θεός·
347
οὐδὲ γὰρ ἕως ἐστὶν ἐν σώματι θεωρεῖται· πρόσεισι γὰρ ἀφανῶς καὶ μὴ βλεπομένη πάλιν ἀπαλλάττεται, μίαν μὲν αὐτὴ φύσιν ἔχουσα τὴν ἄφθαρτον, αἰτία δὲ σώματι γινομένη μεταβολῆς.
348
ὅτου γὰρ ἂν ψυχὴ προσψαύσῃ, τοῦτο ζῇ καὶ τέθηλεν, ὅτου δʼ ἂν ἀπαλλαγῇ, μαρανθὲν ἀποθνήσκει· τοσοῦτον αὐτῇ περίεστιν ἀθανασίας.
349
ὕπνος δὲ τεκμήριον ὑμῖν ἔστω τῶν λόγων ἐναργέστατον, ἐν ᾧ ψυχαὶ τοῦ σώματος αὐτὰς μὴ περισπῶντος ἡδίστην μὲν ἔχουσιν ἀνάπαυσιν ἐφʼ αὑτῶν γενόμεναι, θεῷ δʼ ὁμιλοῦσαι κατὰ συγγένειαν πάντη μὲν ἐπιφοιτῶσι, πολλὰ δὲ τῶν ἐσομένων προθεσπίζουσι.
350
τί δὴ δεῖ δεδιέναι θάνατον τὴν ἐν ὕπνῳ γινομένην ἀνάπαυσιν ἀγαπῶντας; πῶς δʼ οὐκ ἀνόητόν ἐστιν τὴν ἐν τῷ ζῆν ἐλευθερίαν διώκοντας τῆς ἀιδίου φθονεῖν αὑτοῖς;
351
ἔδει μὲν οὖν ἡμᾶς οἴκοθεν πεπαιδευμένους ἄλλοις εἶναι παράδειγμα τῆς πρὸς θάνατον ἑτοιμότητος· οὐ μὴν ἀλλʼ εἰ καὶ τῆς παρὰ τῶν ἀλλοφύλων δεόμεθα πίστεως, βλέψωμεν εἰς Ἰνδοὺς τοὺς σοφίαν ἀσκεῖν ὑπισχνουμένους.
352
ἐκεῖνοί τε γὰρ ὄντες ἄνδρες ἀγαθοὶ τὸν μὲν τοῦ ζῆν χρόνον ὥσπερ ἀναγκαίαν τινὰ τῇ φύσει λειτουργίαν ἀκουσίως ὑπομένουσι,