Book 6
135
τοὺς μὲν ἐπὶ τὴν πρᾶξιν ἔπεμπε καθʼ ἣν ὥραν προείρηται, προελθὼν δὲ αὐτὸς εἰς τὸ εὐκάτοπτον ἀπὸ τῆς Ἀντωνίας ἐκαραδόκει τὸ μέλλον.
136
Οὐ μὴν οἵ γε πεμφθέντες τοὺς φύλακας εὗρον κοιμωμένους, ὡς ἤλπισαν, ἀλλʼ ἀναπηδήσασι μετὰ κραυγῆς εὐθέως συνεπλέκοντο· πρὸς δὲ τὴν βοὴν τῶν ἐκκοιτούντων ἔνδοθεν οἱ λοιποὶ κατὰ στῖφος ἐξέθεον.
137
τῶν μὲν δὴ πρώτων τὰς ὁρμὰς ἐξεδέχοντο Ῥωμαῖοι· περιέπιπτον δʼ οἱ μετʼ ἐκείνους τῷ σφετέρῳ τάγματι, καὶ πολλοὶ τοῖς οἰκείοις ὡς πολεμίοις ἐχρῶντο.
138
τὴν μὲν γὰρ διὰ βοῆς ἐπίγνωσιν ἡ κραυγὴ συγχυθεῖσα παρʼ ἀμφοῖν, τὴν δὲ διʼ ὀμμάτων ἡ νὺξ ἕκαστον ἀφείλετο, καὶ τυφλώττειν ἄλλως οὓς μὲν οἱ θυμοὶ παρεσκεύαζον οὓς δʼ οἱ φόβοι· διὰ τοῦτο τὸν προστυχόντα πλήττειν ἦν ἄκριτον.
139
Ῥωμαίους μὲν οὖν συνησπικότας καὶ κατὰ συντάξεις προπηδῶντας ἧττον ἔβλαπτεν ἡ ἄγνοια· καὶ γὰρ ἦν παρʼ ἑκάστῳ μνήμη τοῦ συνθήματος·
140
Ἰουδαῖοι δʼ ἀεὶ σκεδαννύμενοι καὶ τάς τε προσβολὰς καὶ τὰς ὑποχωρήσεις ἀνέδην ποιούμενοι πολλάκις φαντασίαν παρεῖχον ἀλλήλοις πολεμίων· τὸν ὑποστρέφοντα γὰρ ἕκαστος οἰκεῖον διὰ σκότους ὡς ἐπιόντα Ῥωμαῖον ἐξεδέχετο.
141
πλείους γοῦν ὑπὸ τῶν ἰδίων ἢ τῶν πολεμίων ἐτρώθησαν, ἕως ἡμέρας γενομένης ὄψει τὸ λοιπὸν ἡ μάχη διεκρίνετο, καὶ κατὰ φάλαγγα διαστάντες τοῖς τε βέλεσιν εὐτάκτοις ἐχρῶντο καὶ ταῖς ἀμύναις.
142
οὐδέτεροι δὲ οὔτʼ εἶκον οὔτʼ ἐκοπίων, ἀλλʼ οἱ μὲν ὡς ἐφορῶντος Καίσαρος κατʼ ἄνδρα καὶ κατὰ συντάξεις ἤριζον ἀλλήλοις, καὶ προκοπῆς ἕκαστος ἐκείνην αὐτῷ τὴν ἡμέραν ἄρξειν ὑπελάμβανεν, εἰ γενναίως ἀγωνίσαιτο·