Thesauros Literature History Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Book 6

 
Καταλιπόντες δὴ τούτους, μᾶλλον δὲ ὑπὸ τοῦ θεοῦ καταβληθέντες ἀπʼ αὐτῶν, παραχρῆμα μὲν εἰς τὴν ὑπὸ τῇ Σιλωᾶ φάραγγα καταφεύγουσιν, αὖθις δὲ ὀλίγον ἀνακύψαντες ἐκ τοῦ δέους ὥρμησαν ἐπὶ τὸ τῇδε περιτείχισμα.
 
χρησάμενοι δὲ ταῖς τόλμαις ἀγενεστέραις τῆς ἀνάγκης, κατεάγησαν γὰρ ἤδη τὴν ἰσχὺν ἅμα τῷ δέει καὶ ταῖς συμφοραῖς, ὑπὸ τῶν φρουρῶν ἀνωθοῦνται καὶ σκεδασθέντες ὑπʼ ἀλλήλων κατέδυσαν εἰς τοὺς ὑπονόμους.
 
Ῥωμαῖοι δὲ τῶν τειχῶν κρατήσαντες τάς τε σημαίας ἔστησαν ἐπὶ τῶν πύργων καὶ μετὰ κρότου καὶ χαρᾶς ἐπαιάνιζον ἐπὶ τῇ νίκῃ, πολὺ τῆς ἀρχῆς κουφότερον τοῦ πολέμου τὸ τέλος εὑρηκότες· ἀναιμωτὶ γοῦν τοῦ τελευταίου τείχους ἐπιβάντες ἠπίστουν, καὶ μηδένα βλέποντες ἀντίπαλον ἀληθῶς ἠπόρηντο.
 
εἰσχυθέντες δὲ τοῖς στενωποῖς ξιφήρεις τούς τε καταλαμβανομένους ἐφόνευον ἀνέδην καὶ τῶν συμφευγόντων τὰς οἰκίας αὐτάνδρους ὑπεπίμπρασαν.
 
πολλὰς δὲ κεραΐζοντες ὁπότʼ ἔνδον παρέλθοιεν ἐφʼ ἁρπαγήν, γενεὰς ὅλας νεκρῶν κατελάμβανον καὶ τὰ δωμάτια πλήρη τῶν τοῦ λιμοῦ πτωμάτων, ἔπειτα πρὸς τὴν ὄψιν πεφρικότες κεναῖς χερσὶν ἐξῄεσαν.
 
οὐ μὴν οἰκτείροντες τοὺς οὕτως ἀπολωλότας ταὐτὸ καὶ πρὸς τοὺς ζῶντας ἔπασχον, ἀλλὰ τὸν ἐντυγχάνοντα διελαύνοντες ἀπέφραξαν μὲν τοὺς στενωποὺς νεκροῖς, αἵματι δὲ ὅλην τὴν πόλιν κατέκλυσαν, ὡς πολλὰ καὶ τῶν φλεγομένων σβεσθῆναι τῷ φόνῳ.
 
καὶ οἱ μὲν κτείνοντες ἐπαύσαντο πρὸς ἑσπέραν, ἐν δὲ τῇ νυκτὶ τὸ πῦρ ἐπεκράτει, φλεγομένοις δʼ ἐπανέτειλεν Ἱεροσολύμοις ἡμέρα Γορπιαίου μηνὸς ὀγδόη,
 
πόλει τοσαύταις χρησαμένῃ συμφοραῖς κατὰ τὴν πολιορκίαν, ὅσοις ἀπὸ κτίσεως ἀγαθοῖς κεχρημένη πάντως ἂν ἐπίφθονος ἔδοξεν, οὐ μὴν ἀξίᾳ κατʼ ἄλλο τι τῶν τηλικούτων ἀτυχημάτων ἢ τὸ γενεὰν τοιαύτην ἐνεγκεῖν, ὑφʼ ἧς ἀνετράπη.
 
Παρελθὼν δὲ Τίτος εἴσω τά τε ἄλλα τῆς ὀχυρότητος τὴν πόλιν καὶ τῶν πύργων ἀπεθαύμασεν, οὓς οἱ τύραννοι κατὰ φρενοβλάβειαν ἀπέλιπον.
 
κατιδὼν γοῦν τό τε ναστὸν αὐτῶν ὕψος καὶ τὸ μέγεθος ἑκάστης πέτρας τήν τε ἀκρίβειαν τῆς ἁρμονίας, καὶ ὅσοι μὲν εὖρος ἡλίκοι δὲ ἦσαν τὴν ἀνάστασιν,
 
σὺν θεῷ γε ἐπολεμήσαμεν, ἔφη, καὶ θεὸς ἦν ὁ τῶνδε τῶν ἐρυμάτων Ἰουδαίους καθελών, ἐπεὶ χεῖρες ἀνθρώπων ἢ μηχαναὶ τί πρὸς τούτους τοὺς πύργους δύνανται;
 
τότε μὲν οὖν πολλὰ τοιαῦτα διελέχθη πρὸς τοὺς φίλους, τοὺς δὲ τῶν τυράννων δεσμώτας, ὅσοι κατελήφθησαν ἐν τοῖς φρουρίοις, ἀνῆκεν.
 
αὖθις δὲ τὴν ἄλλην ἀφανίζων πόλιν καὶ τὰ τείχη κατασκάπτων τούτους τοὺς πύργους κατέλιπε μνημεῖον εἶναι τῆς αὐτοῦ τύχης, ᾗ συστρατιώτιδι χρησάμενος ἐκράτησε τῶν ἁλῶναι μὴ δυναμένων.
 
Ἐπεὶ δʼ οἱ στρατιῶται μὲν ἔκαμνον ἤδη φονεύοντες, πολὺ δέ τι πλῆθος τῶν περιόντων ἀνεφαίνετο, κελεύει Καῖσαρ μόνους μὲν τοὺς ἐνόπλους καὶ χεῖρας ἀντίσχοντας κτείνειν, τὸ δὲ λοιπὸν πλῆθος ζωγρεῖν.
 
οἱ δὲ μετὰ τῶν παρηγγελμένων τό τε γηραιὸν καὶ τοὺς ἀσθενεῖς ἀνῄρουν, τὸ δʼ ἀκμάζον καὶ χρήσιμον εἰς τὸ ἱερὸν συνελάσαντες ἐγκατέκλεισαν τῷ τῶν γυναικῶν περιτειχίσματι.
 
καὶ φρουρὸν μὲν ἐπέστησε Καῖσαρ ἕνα τῶν ἀπελευθέρων, Φρόντωνα δὲ τῶν φίλων ἐπικρινοῦντα τὴν ἀξίαν ἑκάστῳ τύχην.
 
ὁ δὲ τοὺς μὲν στασιώδεις καὶ λῃστρικοὺς πάντας ὑπʼ ἀλλήλων ἐνδεικνυμένους ἀπέκτεινε, τῶν δὲ νέων τοὺς ὑψηλοτάτους καὶ καλοὺς ἐπιλέξας ἐτήρει τῷ θριάμβῳ.
 
τοῦ δὲ λοιποῦ πλήθους τοὺς ὑπὲρ ἑπτακαίδεκα ἔτη δήσας ἔπεμψεν εἰς τὰ κατʼ Αἴγυπτον ἔργα, πλείστους δʼ εἰς τὰς ἐπαρχίας διεδωρήσατο Τίτος φθαρησομένους ἐν τοῖς θεάτροις σιδήρῳ καὶ θηρίοις· οἱ δʼ ἐντὸς ἑπτακαίδεκα ἐτῶν ἐπράθησαν.
 
ἐφθάρησαν δὲ αὐτῶν ἐν αἷς διέκρινεν ὁ Φρόντων ἡμέραις ὑπʼ ἐνδείας χίλιοι πρὸς τοῖς μυρίοις, οἱ μὲν ὑπὸ μίσους τῶν φυλάκων μὴ μεταλαμβάνοντες τροφῆς, οἱ δʼ οὐ προσιέμενοι διδομένην· πρὸς δὲ τὸ πλῆθος ἦν ἔνδεια καὶ σίτου.
 
Τῶν μὲν οὖν αἰχμαλώτων πάντων, ὅσα καθʼ ὅλον ἐλήφθη τὸν πόλεμον, ἀριθμὸς ἐννέα μυριάδες καὶ ἑπτακισχίλιοι συνήχθη, τῶν δὲ ἀπολομένων κατὰ πᾶσαν τὴν πολιορκίαν μυριάδες ἑκατὸν καὶ δέκα.
 
τούτων τὸ πλέον ὁμόφυλον μὲν ἀλλʼ οὐκ ἐπιχώριον· ἀπὸ γὰρ τῆς χώρας ὅλης ἐπὶ τὴν τῶν ἀζύμων ἑορτὴν συνεληλυθότες ἐξαπίνης τῷ πολέμῳ περιεσχέθησαν, ὥστε τὸ μὲν πρῶτον αὐτοῖς τὴν στενοχωρίαν γενέσθαι λοιμώδη φθοράν, αὖθις δὲ καὶ λιμὸν ὠκύτερον.
 
ὅτι δʼ ἐχώρει τοσούτους ἡ πόλις, δῆλον ἐκ τῶν ἐπὶ Κεστίου συναριθμηθέντων, ὃς τὴν ἀκμὴν τῆς πόλεως διαδηλῶσαι Νέρωνι βουλόμενος καταφρονοῦντι τοῦ ἔθνους παρεκάλεσεν τοὺς ἀρχιερεῖς, εἴ πως δυνατὸν εἴη τὴν πληθὺν ἐξαριθμήσασθαι·
 
οἱ δʼ ἐνστάσης ἑορτῆς, πάσχα καλεῖται, καθʼ ἣν θύουσιν μὲν ἀπὸ ἐνάτης ὥρας μέχρις ἑνδεκάτης, ὥσπερ δὲ φατρία περὶ ἑκάστην γίνεται θυσίαν οὐκ ἐλάσσων ἀνδρῶν δέκα, μόνον γὰρ οὐκ ἔξεστιν δαίνυσθαι, πολλοὶ δὲ καὶ συνείκοσιν ἀθροίζονται,
 
τῶν μὲν θυμάτων εἰκοσιπέντε μυριάδας ἠρίθμησαν, πρὸς δὲ πεντακισχίλια ἑξακόσια.
 
γίνονται ἀνδρῶν, ἵνʼ ἑκάστου δέκα δαιτυμόνας θῶμεν, μυριάδες ἑβδομήκοντα καὶ διακόσιαι καθαρῶν ἁπάντων καὶ ἁγίων·
 
οὔτε γὰρ λεπροῖς οὔτε γονορροιϊκοῖς οὔτε γυναιξὶν ἐπεμμήνοις οὔτε τοῖς ἄλλως μεμιασμένοις ἐξὸν ἦν τῆσδε τῆς θυσίας μεταλαμβάνειν,
 
ἀλλʼ οὐδὲ τοῖς ἀλλοφύλοις, ὅσοι κατὰ θρησκείαν παρῆσαν, πολὺ δὲ τούτων πλῆθος ἔξωθεν συλλέγεται.
 
τότε γε μὴν ὥσπερ εἰς εἱρκτὴν ὑπὸ τῆς εἱμαρμένης πᾶν συνεκλείσθη τὸ ἔθνος, καὶ ναστὴν ὁ πόλεμος τὴν πόλιν ἀνδρῶν ἐκυκλώσατο.
 
πᾶσαν γοῦν ἀνθρωπίνην καὶ δαιμονίαν φθορὰν ὑπερβάλλει τὸ πλῆθος τῶν ἀπολωλότων· ἐπεὶ γοῦν τῶν φανερῶν οὓς μὲν ἀνεῖλον οὓς δʼ ᾐχμαλωτίσαντο Ῥωμαῖοι, τοὺς ἐν τοῖς ὑπονόμοις ἀνηρεύνων καὶ τοὔδαφος ἀναῤῥηγνύντες ὅσοις μὲν ἐνετύγχανον ἔκτεινον,
 
εὑρέθησαν δὲ κἀκεῖ νεκροὶ πλείους δισχιλίων, οἱ μὲν ὑπὸ σφῶν αὐτῶν οἱ δὲ ὑπʼ ἀλλήλων, τὸ πλέον δʼ ὑπὸ τοῦ λιμοῦ διεφθαρμένοι.
 
δεινὴ δʼ ὑπήντα τοῖς ἐπεισπίπτουσιν ὀδμὴ τῶν σωμάτων, ὡς πολλοὺς μὲν ἀναχωρεῖν εὐθέως, τοὺς δὲ ὑπὸ πλεονεξίας εἰσδύεσθαι νεκροὺς σεσωρευμένους ἐμπατοῦντας·
 
πολλὰ γὰρ τῶν κειμηλίων ἐν ταῖς διώρυξιν εὑρίσκετο, καὶ πᾶσαν θεμιτὴν ὁδὸν ἐποίει τὸ κέρδος· ἀνήγοντο δὲ καὶ δεσμῶται πολλοὶ τῶν τυράννων· οὐδὲ γὰρ ἐν ἐσχάτοις ἐπαύσαντο τῆς ὠμότητος.
 
ἀπετίσατό γε μὴν ὁ θεὸς ἀμφοτέρους ἀξίως, καὶ Ἰωάννης μὲν λιμώττων μετὰ τῶν ἀδελφῶν ἐν τοῖς ὑπονόμοις ἣν πολλάκις ὑπερηφάνησε παρὰ Ῥωμαίων δεξιὰν λαβεῖν ἱκέτευσε, Σίμων δὲ πολλὰ διαμαχήσας πρὸς τὴν ἀνάγκην, ὡς διὰ τῶν ἑξῆς δηλώσομεν, αὑτὸν παραδίδωσιν.
 
ἐφυλάχθη δὲ ὁ μὲν τῷ θριάμβῳ σφάγιον, ὁ δʼ Ἰωάννης δεσμοῖς αἰωνίοις. Ῥωμαῖοι δὲ τάς τʼ ἐσχατιὰς τοῦ ἄστεος ἐνέπρησαν καὶ τὰ τείχη κατέσκαψαν.
 
Ἑάλω μὲν οὕτως Ἱεροσόλυμα ἔτει δευτέρῳ τῆς Οὐεσπασιανοῦ ἡγεμονίας Γορπιαίου μηνὸς ὀγδόῃ, ἁλοῦσα δὲ καὶ πρότερον πεντάκις τοῦτο δεύτερον ἠρημώθη.
 
Ἀσωχαῖος μὲν γὰρ ὁ τῶν Αἰγυπτίων βασιλεὺς καὶ μετʼ αὐτὸν Ἀντίοχος, ἔπειτα Πομπήιος καὶ ἐπὶ τούτοις σὺν Ἡρώδῃ Σόσσιος ἑλόντες ἐτήρησαν τὴν πόλιν.
 
πρὸ δὲ τούτων ὁ τῶν Βαβυλωνίων βασιλεὺς κρατήσας ἠρήμωσεν αὐτὴν μετὰ ἔτη τῆς κτίσεως χίλια τετρακόσια ἑξηκονταοκτὼ μῆνας ἕξ.
 
ὁ δὲ πρῶτος κτίσας ἦν Χαναναίων δυνάστης ὁ τῇ πατρίῳ γλώσσῃ κληθεὶς βασιλεὺς δίκαιος· ἦν γὰρ δὴ τοιοῦτος. διὰ τοῦτο ἱεράσατό τε τῷ θεῷ πρῶτος καὶ τὸ ἱερὸν πρῶτος δειμάμενος Ἱεροσόλυμα τὴν πόλιν προσηγόρευσεν Σόλυμα καλουμένην πρότερον.
 
τὸν μὲν δὴ τῶν Χαναναίων λαὸν ἐκβαλὼν ὁ τῶν Ἰουδαίων βασιλεὺς Δαυίδης κατοικίζει τὸν ἴδιον, καὶ μετὰ τοῦτον ἔτεσι τετρακοσίοις ἑβδομήκοντα καὶ ἑπτὰ μησὶν ἓξ ὑπὸ Βαβυλωνίων κατασκάπτεται.
 
ἀπὸ δὲ Δαυίδου τοῦ βασιλέως, ὃς πρῶτος αὐτῆς ἐβασίλευσεν Ἰουδαῖος, μέχρι τῆς ὑπὸ Τίτου γενομένης κατασκαφῆς ἔτη χίλια καὶ ἑκατὸν ἑβδομήκοντα καὶ ἐννέα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme