Book 4
ἀλλʼ εἰ κἀκεῖνοι τῆς χρείας ἐγένοντο μαλακώτεροι, τηρήσομεν Ἰδουμαῖοι τὸν οἶκον τοῦ θεοῦ καὶ τῆς κοινῆς πατρίδος προπολεμήσομεν ἅμα τούς τε ἔξωθεν ἐπιόντας καὶ τοὺς ἔνδον προδιδόντας ἀμυνόμενοι πολεμίους.
ἐνθάδε πρὸ τῶν τειχῶν μενοῦμεν ἐν τοῖς ὅπλοις, ἕως ἂν Ῥωμαῖοι κάμωσι προσέχοντες ὑμῖν ἢ ὑμεῖς ἐλεύθερα φρονήσαντες μεταβάλησθε.
Τούτοις τὸ μὲν τῶν Ἰδουμαίων ἐπεβόα πλῆθος, ὁ δὲ Ἰησοῦς ἀθυμῶν ἀνεχώρει τοὺς μὲν Ἰδουμαίους μηδὲν φρονοῦντας ὁρῶν μέτριον, διχόθεν δὲ τὴν πόλιν πολεμουμένην.
ἦν δὲ οὐδὲ τοῖς Ἰδουμαίοις ἐν ἠρεμίᾳ τὰ φρονήματα· καὶ γὰρ τεθύμωντο πρὸς τὴν ὕβριν εἰρχθέντες τῆς πόλεως καὶ τὰ τῶν ζηλωτῶν ἰσχυρὰ δοκοῦντες ὡς οὐδὲν ἐπαμύνοντας ἑώρων, ἠποροῦντο καὶ μετενόουν πολλοὶ τὴν ἄφιξιν.
ἡ δὲ αἰδὼς τοῦ τέλεον ἀπράκτους ὑποστρέφειν ἐνίκα τὴν μεταμέλειαν, ὥστε μένειν αὐτόθι πρὸ τοῦ τείχους κακῶς αὐλιζομένους·
διὰ γὰρ τῆς νυκτὸς ἀμήχανος ἐκρήγνυται χειμὼν ἄνεμοί τε βίαιοι σὺν ὄμβροις λαβροτάτοις καὶ συνεχεῖς ἀστραπαὶ βρονταί τε φρικώδεις καὶ μυκήματα σειομένης τῆς γῆς ἐξαίσια.
πρόδηλον δὲ ἦν ἐπʼ ἀνθρώπων ὀλέθρῳ τὸ κατάστημα τῶν ὅλων συγκεχυμένον, καὶ οὐχὶ μικροῦ τις ἂν εἰκάσαι συμπτώματος τὰ τέρατα.
Μία δὲ τοῖς Ἰδουμαίοις καὶ τοῖς ἐν τῇ πόλει παρέστη δόξα, τοῖς μὲν ὀργίζεσθαι τὸν θεὸν ἐπὶ τῇ στρατείᾳ καὶ οὐκ ἂν διαφυγεῖν ἐπενεγκόντας ὅπλα τῇ μητροπόλει, τοῖς δὲ περὶ τὸν Ἄνανον νενικηκέναι χωρὶς παρατάξεως καὶ τὸν θεὸν ὑπὲρ αὐτῶν στρατηγεῖν.
κακοὶ δʼ ἦσαν ἄρα τῶν μελλόντων στοχασταὶ καὶ κατεμαντεύοντο τῶν ἐχθρῶν ἃ τοῖς ἰδίοις αὐτῶν ἐπῄει παθεῖν.
οἱ μὲν γὰρ Ἰδουμαῖοι συσπειραθέντες τοῖς σώμασιν ἀλλήλους ἀντέθαλπον καὶ τοὺς θυρεοὺς ὑπὲρ κεφαλῆς συμφράξαντες ἧττον ἐκακοῦντο τοῖς ὑετοῖς,
οἱ δὲ ζηλωταὶ μᾶλλον τοῦ καθʼ αὑτοὺς κινδύνου ὑπὲρ ἐκείνων ἐβασανίζοντο καὶ συνελθόντες ἐσκόπουν, εἴ τινα μηχανὴν αὐτοῖς ἀμύνης ἐπινοήσειαν.
τοῖς μὲν οὖν θερμοτέροις ἐδόκει μετὰ τῶν ὅπλων βιάζεσθαι τοὺς παραφυλάσσοντας, ἔπειτα δʼ εἰσπεσόντας εἰς μέσον τῆς πόλεως ἀναφανδὸν ἀνοίγειν τοῖς συμμάχοις τὰς πύλας·
τούς τε γὰρ φύλακας εἴξειν πρὸς τὸ ἀδόκητον αὐτῶν τεταραγμένους ἄλλως τε καὶ τοὺς πλείονας [αὐτῶν] ὄντας ἀνόπλους καὶ πολέμων ἀπείρους, καὶ τῶν κατὰ τὴν πόλιν δυσσύνακτον ἔσεσθαι τὸ πλῆθος κατειλημένον ὑπὸ τοῦ χειμῶνος εἰς τὰς οἰκίας.
εἰ δὲ καί τις γένοιτο κίνδυνος, πρέπειν αὐτοῖς πᾶν ὁτιοῦν παθεῖν ἢ περιιδεῖν τοσοῦτον πλῆθος διʼ αὐτοὺς αἰσχρῶς ἀπολλύμενον.
οἱ δὲ συνετώτεροι βιάζεσθαι μὲν ἀπεγίνωσκον ὁρῶντες οὐ μόνον τὴν αὐτῶν φρουρὰν πληθύουσαν ἀλλὰ καὶ τὸ τῆς πόλεως τεῖχος διὰ τοὺς Ἰδουμαίους ἐπιμελῶς φυλασσόμενον,
ᾤοντό τε πανταχοῦ τὸν Ἄνανον παρεῖναι καὶ κατὰ πᾶσαν ὥραν ἐπισκέπτεσθαι τὰς φυλακάς·
ὃ δὴ ταῖς μὲν ἄλλαις νυξὶν οὕτως εἶχεν, ἀνείθη δὲ κατʼ ἐκείνην, οὐ κατὰ τὴν Ἀνάνου ῥᾳθυμίαν, ἀλλʼ ὡς αὐτὸς ἐκεῖνος ἀπόλοιτο καὶ τὸ πλῆθος τῶν φυλάκων στρατηγούσης τῆς εἱμαρμένης,
ἣ δὴ καὶ τότε τῆς νυκτὸς προκοπτούσης καὶ τοῦ χειμῶνος ἐπακμάζοντος κοιμίζει μὲν τοὺς ἐπὶ τῇ στοᾷ φρουρούς, τοῖς δὲ ζηλωταῖς ἐπίνοιαν ἐμβάλλει τῶν ἱερῶν αἴροντας πριόνων ἐκτεμεῖν τοὺς μοχλοὺς τῶν πυλῶν.
συνήργησε δʼ αὐτοῖς πρὸς τὸ μὴ κατακουσθῆναι τὸν ψόφον ὅ τε τῶν ἀνέμων ἦχος καὶ τὸ τῶν βροντῶν ἐπάλληλον.
Διαλανθάνοντες δὲ ἐκ τοῦ ἱεροῦ παραγίνονται πρὸς τὸ τεῖχος καὶ τοῖς αὐτοῖς πρίοσι χρώμενοι τὴν κατὰ τοὺς Ἰδουμαίους ἀνοίγουσι πύλην.
τοῖς δὲ τὸ μὲν πρῶτον ἐμπίπτει ταραχὴ τοὺς περὶ τὸν Ἄνανον ἐπιχειρεῖν οἰηθεῖσι, καὶ πᾶς ἐπὶ τοῦ ξίφους ἔσχε τὴν δεξιὰν ὡς ἀμυνούμενος· ταχέως δὲ γνωρίζοντες τοὺς ἥκοντας εἰσῄεσαν.
εἰ μὲν οὖν ἐτράποντο περὶ τὴν πόλιν, οὐδὲν ἐκώλυσεν ἂν ἀπολωλέναι τὸν δῆμον αὔτανδρον· οὕτως εἶχον ὀργῆς· νῦν δὲ πρώτους τοὺς ζηλωτὰς σπεύδοντες τῆς φρουρᾶς ἐξελέσθαι, δεομένων πολλὰ καὶ τῶν εἰσδεξαμένων μὴ περιιδεῖν διʼ οὓς ἦλθον ἐν μέσοις τοῖς δεινοῖς μηδʼ αὐτοῖς χαλεπώτερον ἐπισεῖσαι τὸν κίνδυνον·
τῶν μὲν γὰρ φρουρῶν ἁλόντων ῥᾴδιον αὐτοῖς εἶναι χωρεῖν ἐπὶ τὴν πόλιν, εἰ δʼ ἅπαξ ταύτην προκινήσειαν, οὐκ ἂν ἔτι ἐκείνων κρατῆσαι·
πρὸς γὰρ τὴν αἴσθησιν συντάξεσθαι αὐτοὺς καὶ τὰς ἀνόδους ἀποφράξειν·
Συνεδόκει ταῦτα τοῖς Ἰδουμαίοις, καὶ διὰ τῆς πόλεως ἀνέβαινον πρὸς τὸ ἱερόν, μετέωροί τε οἱ ζηλωταὶ τὴν ἄφιξιν αὐτῶν ἐκαραδόκουν. καὶ παριόντων εἴσω καὶ αὐτοὶ θαρροῦντες προῄεσαν ἐκ τοῦ ἐνδοτέρου ἱεροῦ.
μιγέντες δὲ τοῖς Ἰδουμαίοις προσέβαλλον ταῖς φυλακαῖς, καὶ τινὰς μὲν τῶν προκοιτούντων ἀπέσφαξαν κοιμωμένους, πρὸς δὲ τὴν τῶν ἐγρηγορότων βοὴν διανέστη πᾶν τὸ πλῆθος καὶ μετʼ ἐκπλήξεως ἁρπάζοντες τὰ ὅπλα πρὸς τὴν ἄμυναν ἐχώρουν.
ἕως μὲν οὖν μόνους τοὺς ζηλωτὰς ἐπιχειρεῖν ὑπελάμβανον, ἐθάρρουν ὡς τῷ πλήθει περιεσόμενοι, κατιδόντες δὲ ἔξωθεν ἐπιχεομένους ἄλλους ᾔσθοντο τὴν εἰσβολὴν τῶν Ἰδουμαίων,
καὶ τὸ μὲν πλέον αὐτῶν ἅμα ταῖς ψυχαῖς κατέβαλλε τὰ ὅπλα καὶ πρὸς οἰμωγαῖς ἦν, φραξάμενοι δὲ ὀλίγοι τῶν νέων γενναίως ἐδέχοντο τοὺς Ἰδουμαίους καὶ μέχρι πολλοῦ τὴν ἀργοτέραν πληθὺν ἔσκεπον.
οἱ δὲ κραυγῇ διεσήμαινον τοῖς κατὰ τὴν πόλιν τὰς συμφοράς, κἀκείνων ἀμῦναι μὲν οὐδεὶς ἐτόλμησεν, ὡς ἔμαθον εἰσπεπαικότας τοὺς Ἰδουμαίους, ἀργὰ δʼ ἀντεβόων καὶ ἀντωλοφύροντο, καὶ πολὺς κωκυτὸς γυναικῶν ἠγείρετο κινδυνεύοντος ἑκάστῃ τινὸς τῶν φυλάκων.
οἱ δὲ ζηλωταὶ τοῖς Ἰδουμαίοις συνεπηλάλαζον καὶ τὴν ἐκ πάντων βοὴν ὁ χειμὼν ἐποίει φοβερωτέραν. ἐφείδοντό τε οὐδενὸς Ἰδουμαῖοι φύσει τε ὠμότατοι φονεύειν ὄντες καὶ τῷ χειμῶνι κεκακωμένοι κατὰ τῶν ἀποκλεισάντων ἐχρῶντο τοῖς θυμοῖς·
ἦσαν δʼ ὅμοιοι τοῖς ἱκετεύουσι καὶ τοῖς ἀμυνομένοις καὶ πολλοὺς τήν τε συγγένειαν ἀναμιμνήσκοντας καὶ δεομένους τοῦ κοινοῦ ἱεροῦ λαβεῖν αἰδῶ διήλαυνον τοῖς ξίφεσιν.
ἦν δὲ φυγῆς μὲν οὐδεὶς τόπος οὐδὲ σωτηρίας ἐλπίς, συνωθούμενοι δὲ περὶ ἀλλήλους κατεκόπτοντο, καὶ τὸ πλέον ἐκβιαζόμενοι. ὡς οὐκέτʼ ἦν ὑποχωρήσεως τόπος ἐπῄεσαν δὲ οἱ φονεύοντες, ὑπʼ ἀμηχανίας κατεκρήμνιζον ἑαυτοὺς εἰς τὴν πόλιν, οἰκτρότερον ἔμοιγε δοκεῖν οὗ διέφευγον ὀλέθρου τὸν αὐθαίρετον ὑπομένοντες.
ἐπεκλύσθη δὲ τὸ ἔξωθεν ἱερὸν πᾶν αἵματι, καὶ νεκροὺς ὀκτακισχιλίους πεντακοσίους ἡ ἡμέρα κατελάμβανεν.
Οὐκ ἐκορέσθησαν δὲ τούτοις οἱ θυμοὶ τῶν Ἰδουμαίων, ἀλλʼ ἐπὶ τὴν πόλιν τραπόμενοι πᾶσαν μὲν οἰκίαν διήρπαζον, ἔκτεινον δὲ τὸν περιτυχόντα.
καὶ τὸ μὲν ἄλλο πλῆθος αὐτοῖς ἐδόκει παρανάλωμα, τοὺς δὲ ἀρχιερεῖς ἀνεζήτουν, καὶ κατʼ ἐκείνων ἦν τοῖς πλείστοις ἡ φορά.
ταχέως δʼ ἁλόντες διεφθείροντο, καὶ τοῖς νεκροῖς αὐτῶν ἐπιστάντες τὸν μὲν Ἄνανον τῆς πρὸς τὸν δῆμον εὐνοίας.
τὸν δὲ Ἰησοῦν τῶν ἀπὸ τοῦ τείχους λόγων ἐπέσκωπτον. προῆλθον δὲ εἰς τοσοῦτον ἀσεβείας ὥστε καὶ ἀτάφους ῥῖψαι, καίτοι τοσαύτην Ἰουδαίων περὶ τὰς ταφὰς πρόνοιαν ποιουμένων, ὥστε καὶ τοὺς ἐκ καταδίκης ἀνεσταυρωμένους πρὸ δύντος ἡλίου καθελεῖν τε καὶ θάπτειν.
οὐκ ἂν ἁμάρτοιμι δʼ εἰπὼν ἁλώσεως ἄρξαι τῇ πόλει τὸν Ἀνάνου θάνατον, καὶ ἀπʼ ἐκείνης τῆς ἡμέρας ἀνατραπῆναι τὸ τεῖχος καὶ διαφθαρῆναι τὰ πράγματα Ἰουδαίοις, ἐν ᾗ τὸν ἀρχιερέα καὶ ἡγεμόνα τῆς ἰδίας σωτηρίας αὐτῶν ἐπὶ μέσης τῆς πόλεως εἶδον ἀπεσφαγμένον.
ἦν γὰρ δὴ τά τε ἄλλα σεμνὸς ἁνὴρ καὶ δικαιότατος. καὶ παρὰ τὸν ὄγκον τῆς τε εὐγενείας καὶ τῆς ἀξίας καὶ ἧς εἶχε τιμῆς ἠγαπηκὼς τὸ ἰσότιμον καὶ πρὸς τοὺς ταπεινοτάτους, φιλελεύθερός τε ἐκτόπως καὶ δημοκρατίας ἐραστής,
πρό τε τῶν ἰδίων λυσιτελῶν τὸ κοινῇ συμφέρον ἀεὶ τιθέμενος καὶ περὶ παντὸς ποιούμενος τὴν εἰρήνην· ἄμαχα γὰρ ᾔδει τὰ Ῥωμαίων· προσκοπούμενος δʼ ὑπʼ ἀνάγκης καὶ τὰ κατὰ τὸν πόλεμον, ὅπως, εἰ μὴ διαλύσαιντο Ἰουδαῖοι, δεξιῶς διαφέροιντο.