Book 4
τὰ γὰρ θύματα καὶ καθάρματα τῆς πόλεως ὅλης, κατασωτευσάμενα τὰς ἰδίας οὐσίας καὶ προγυμνάσαντα τὴν ἀπόνοιαν ἐν ταῖς πέριξ κώμαις τε καὶ πόλεσι, τελευταῖα λεληθότως παρεισέρρευσαν εἰς τὴν ἱερὰν πόλιν,
λῃσταὶ διʼ ὑπερβολὴν ἀσεβημάτων μιαίνοντες καὶ τὸ ἀβέβηλον ἔδαφος, οὓς ὁρᾶν ἔστι νῦν ἀδεεῖς ἐμμεθυσκομένους τοῖς ἁγίοις καὶ τὰ σκῦλα τῶν πεφονευμένων καταναλίσκοντας εἰς τὰς ἀπλήστους γαστέρας.
τὸ δʼ ὑμέτερον πλῆθος καὶ τὸν κόσμον τῶν ὅπλων ὁρᾶν ἔστιν οἷος ἔπρεπεν καλούσης μὲν τῆς μητροπόλεως κοινῷ βουλευτηρίῳ, συμμάχους δὲ κατʼ ἀλλοφύλων. τί ἂν οὖν εἴποι τοῦτό τις ἢ τύχης ἐπήρειαν, ὅταν λογάσι πονηροῖς αὔτανδρον ἔθνος ὁρᾷ συνασπίζον [αὐτοῖς];
μέχρι πολλοῦ μὲν ἀπορῶ, τί δή ποτε καὶ τὸ κινῆσαν ὑμᾶς οὕτω ταχέως ἐγένετο· μὴ γὰρ ἂν δίχα μεγάλης αἰτίας ἀναλαβεῖν τὰς πανοπλίας ὑπὲρ λῃστῶν καὶ κατὰ δήμου συγγενοῦς·
ἐπεὶ δὲ ἠκούσαμεν Ῥωμαίους καὶ προδοσίαν, ταῦτα γὰρ ὑμῶν ἐθορύβουν τινὲς ἀρτίως, καὶ τῆς μητροπόλεως ἐπʼ ἐλευθερώσει παρεῖναι, πλέον τῶν ἄλλων τολμημάτων ἐθαυμάσαμεν τοὺς ἀλιτηρίους τῆς περὶ τοῦτο ψευδοῦς ἐπινοίας·
ἄνδρας γὰρ φύσει φιλελευθέρους καὶ διὰ τοῦτο μάλιστα τοῖς ἔξωθεν πολεμίοις μάχεσθαι παρεσκευασμένους οὐκ ἐνῆν ἄλλως ἐξαγριῶσαι καθʼ ἡμῶν ἢ λογοποιήσαντας προδοσίαν τῆς ποθουμένης ἐλευθερίας.
ἀλλʼ ὑμᾶς γε χρὴ σκέπτεσθαι τούς τε διαβάλλοντας καὶ καθʼ ὧν, συνάγειν τε τὴν ἀλήθειαν οὐκ ἐκ τῶν ἐπιπλάστων λόγων ἀλλʼ ἐκ τῶν κοινῶν πραγμάτων.
τί γὰρ δὴ καὶ παθόντες ἂν ἡμεῖς Ῥωμαίοις προσπωλοῖμεν ἑαυτοὺς νῦν, παρὸν ἢ μηδὲ ἀποστῆναι τὸ πρῶτον ἢ προσχωρῆσαι ταχέως ἀποστάντας ὄντων ἔτι τῶν πέριξ ἀπορθήτων;
νῦν μὲν γὰρ οὐδὲ βουλομένοις διαλύσασθαι ῥᾴδιον, ὅτε Ῥωμαίους μὲν ὑπερόπτας πεποίηκεν ὑποχείριος ἡ Γαλιλαία, φέρει δʼ αἰσχύνην ἡμῖν θανάτου χαλεπωτέραν τὸ θεραπεύειν αὐτοὺς ὄντας ἤδη πλησίον.
καὶ ἐγὼ καθʼ ἑαυτὸν μὲν ἂν εἰρήνην προτιμήσαιμι θανάτου, πολεμούμενος δʼ ἅπαξ καὶ συμβαλὼν θάνατον εὐκλεᾶ τοῦ ζῆν αἰχμάλωτος.
πότερον δέ φασιν ἡμᾶς τοὺς τοῦ δήμου προεστῶτας πέμψαι κρύφα πρὸς Ῥωμαίους ἢ καὶ τὸν δῆμον κοινῇ ψηφισάμενον;
εἰ μὲν ἡμᾶς, εἰπάτωσαν τοὺς πεμφθέντας φίλους, τοὺς διακονήσαντας τὴν προδοσίαν οἰκέτας. ἐφωράθη τις ἀπιών; ἀνακομιζόμενος ἑάλω;
γραμμάτων γεγόνασιν ἐγκρατεῖς; πῶς δὲ τοὺς μὲν τοσούτους πολίτας ἐλάθομεν, οἷς κατὰ πᾶσαν ὥραν συναναστρεφόμεθα, τοῖς δὲ ὀλίγοις καὶ φρουρουμένοις καὶ μηδʼ εἰς τὴν πόλιν ἐκ τοῦ ἱεροῦ προελθεῖν δυναμένοις ἐγνώσθη τὰ κατὰ τὴν χώραν λαθραίως ἐνεργούμενα;
νῦν δʼ ἔγνωσαν, ὅτε δεῖ δοῦναι δίκας τῶν τετολμημένων, ἕως δʼ ἦσαν ἀδεεῖς αὐτοί, προδότης ἡμῶν οὐδεὶς ὑπωπτεύετο;
εἰ δʼ ἐπὶ τὸν δῆμον ἀναφέρουσι τὴν αἰτίαν, ἐν φανερῷ δήπουθεν ἐβουλεύσαντο, οὐδεὶς ἀπεστάτει τῆς ἐκκλησίας, ὥστε τάχιον ἂν τῆς μηνύσεως ἔσπευσεν ἡ φήμη πρὸς ὑμᾶς φανερωτέρα.
τί δέ; οὐχὶ καὶ πρέσβεις ἔδει πέμπειν ψηφισαμένους τὰς διαλύσεις; καὶ τίς ὁ χειροτονηθείς; εἰπάτωσαν.
ἀλλὰ τοῦτο μὲν δυσθανατούντων καὶ πλησίον οὔσας τὰς τιμωρίας διακρουομένων σκῆψίς ἐστιν· εἰ γὰρ δὴ καὶ προδοθῆναι τὴν πόλιν εἵμαρτο, μόνους ἂν τολμῆσαι καὶ τοῦτο τοὺς διαβάλλοντας, ὧν τοῖς τολμήμασιν ἓν μόνον [κακὸν] λείπει, προδοσία.
χρὴ δὲ ὑμᾶς, ἐπειδήπερ ἅπαξ πάρεστε μετὰ τῶν ὅπλων, τὸ μὲν δικαιότατον, ἀμύνειν τῇ μητροπόλει καὶ συνεξαιρεῖν τοὺς τὰ δικαστήρια καταλύσαντας τυράννους, οἳ πατήσαντες τοὺς νόμους ἐπὶ τοῖς αὐτῶν ξίφεσι πεποίηνται τὰς κρίσεις.
ἄνδρας γοῦν ἀκαταιτιάτους τῶν ἐπιφανῶν ἐκ μέσης τῆς ἀγορᾶς ἁρπάσαντες δεσμοῖς τε προῃκίσαντο καὶ μηδὲ φωνῆς μηδʼ ἱκεσίας ἀνασχόμενοι διέφθειραν.
ἔξεστιν δʼ ὑμῖν παρελθοῦσιν εἴσω μὴ πολέμου νόμῳ θεάσασθαι τὰ τεκμήρια τῶν λεγομένων, οἴκους ἠρημωμένους ταῖς ἐκείνων ἁρπαγαῖς καὶ γύναια καὶ γενεὰς τῶν ἀπεσφαγμένων μελανειμονούσας, κωκυτὸν δὲ καὶ θρῆνον ἀνὰ τὴν πόλιν ὅλην· οὐδεὶς γάρ ἐστιν, ὃς οὐ γέγευται τῆς τῶν ἀνοσίων καταδρομῆς·
οἵ γε ἐπὶ τοσοῦτον ἐξώκειλαν ἀπονοίας, ὥστε μὴ μόνον ἐκ τῆς χώρας καὶ τῶν ἔξωθεν πόλεων ἐπὶ τὸ πρόσωπον καὶ τὴν κεφαλὴν ὅλου τοῦ ἔθνους μετενεγκεῖν τὴν λῃστρικὴν τόλμαν, ἀλλὰ καὶ ἀπὸ τῆς πόλεως ἐπὶ τὸ ἱερόν.
ὁρμητήριον γοῦν αὐτοῖς τοῦτο καὶ καταφυγὴ ταμιεῖόν τε τῶν ἐφʼ ἡμᾶς παρασκευῶν γέγονεν, ὁ δʼ ὑπὸ τῆς οἰκουμένης προσκυνούμενος χῶρος καὶ τοῖς ἀπὸ περάτων γῆς ἀλλοφύλοις ἀκοῇ τετιμημένος παρὰ τῶν γενηθέντων ἐνθάδε θηρίων καταπατεῖται·
νεανιεύονταί τε ἐν ταῖς ἀπογνώσεσιν ἤδη δήμους τε δήμοις καὶ πόλεσι πόλεις συγκρούειν καὶ κατὰ τῶν σπλάγχνων τῶν ἰδίων τὸ ἔθνος στρατολογεῖν.
ἀνθʼ ὧν τὸ μὲν κάλλιστον καὶ πρέπον, ὡς ἔφην, ὑμῖν συνεξαιρεῖν τοὺς ἀλιτηρίους καὶ ὑπὲρ αὐτῆς τῆς ἀπάτης ἀμυνομένους, ὅτι συμμάχους ἐτόλμησαν καλεῖν οὓς ἔδει τιμωροὺς δεδιέναι·
εἰ δὲ αἰδεῖσθε τὰς τῶν τοιούτων ἐπικλήσεις, ἀλλά τοι πάρεστι θεμένοις τὰ ὅπλα καὶ παρελθοῦσιν εἰς τὴν πόλιν σχήματι συγγενῶν ἀναλαβεῖν τὸ μέσον συμμάχων τε καὶ πολεμίων ὄνομα δικαστὰς γενομένους.
καίτοι λογίσασθε, πόσον κερδήσουσιν ἐφʼ ὁμολογουμένοις καὶ τηλικούτοις κρινόμενοι παρʼ ὑμῖν οἱ τοῖς ἀκαταιτιάτοις μηδὲ λόγου μεταδόντες· λαμβανέτωσαν δʼ οὖν ταύτην ἐκ τῆς ὑμετέρας ἀφίξεως τὴν χάριν.
εἰ δʼ οὔτε συναγανακτεῖν ἡμῖν οὔτε κρίνεσθαι δεῖ, τρίτον ἐστὶ καταλιπεῖν ἑκατέρους καὶ μήτε ταῖς ἡμετέραις ἐπιβαίνειν συμφοραῖς μήτε τοῖς ἐπιβούλοις τῆς μητροπόλεως συνέρχεσθαι.
εἰ γὰρ καὶ τὰ μάλιστα Ῥωμαίοις ὑποπτεύετε διειλέχθαι τινάς, παρατηρεῖν ἔξεστι τὰς ἐφόδους, κἄν τι τῶν διαβεβλημένων ἔργῳ διακαλύπτηται, τότε φρουρεῖν τὴν μητρόπολιν ἐλθόντας κολάζειν τε τοὺς αἰτίους πεφωραμένους· οὐ γὰρ ἂν ὑμᾶς φθάσειαν οἱ πολέμιοι τῇ πόλει προσῳκημένους.
εἰ δʼ οὐδὲν ὑμῖν τούτων εὔγνωμον ἢ μέτριον δοκεῖ, μὴ θαυμάζετε τὰ κλεῖθρα τῶν πυλῶν, ἕως ἂν φέρητε τὰ ὅπλα.
Τοιαῦτα μὲν ὁ Ἰησοῦς ἔλεγε· τῶν δὲ Ἰδουμαίων οὔτε τὸ πλῆθος προσεῖχεν, ἀλλὰ τεθύμωτο μὴ τυχὸν ἑτοίμης τῆς εἰσόδου, καὶ διηγανάκτουν οἱ στρατηγοὶ πρὸς ἀπόθεσιν τῶν ὅπλων αἰχμαλωσίαν ἡγούμενοι τὸ κελευόντων τινῶν αὐτὰ ῥῖψαι.
Σίμων δὲ υἱὸς Κααθὰ τῶν ἡγεμόνων εἷς, μόλις τῶν οἰκείων καταστείλας τὸν θόρυβον καὶ στὰς εἰς ἐπήκοον τοῖς ἀρχιερεῦσιν,
οὐκέτι θαυμάζειν ἔφη φρουρουμένων ἐν τῷ ἱερῷ τῶν προμάχων τῆς ἐλευθερίας, εἴ γε καὶ τῷ ἔθνει κλείουσί τινες ἤδη τὴν κοινὴν πόλιν,
καὶ Ῥωμαίους μὲν εἰσδέχεσθαι παρασκευάζονται τάχα καὶ στεφανώσαντες τὰς πύλας, Ἰδουμαίοις δὲ ἀπὸ τῶν πύργων διαλέγονται καὶ τὰ ὑπὲρ τῆς ἐλευθερίας ὅπλα κελεύουσι ῥῖψαι,
μὴ πιστεύοντες δὲ τοῖς συγγενέσι τὴν τῆς μητροπόλεως φυλακὴν τοὺς αὐτοὺς δικαστὰς ποιοῦνται τῶν διαφόρων, καὶ κατηγοροῦντές τινων ὡς ἀποκτείνειαν ἀκρίτους, αὐτοὶ καταδικάζοιεν ὅλου τοῦ ἔθνους ἀτιμίαν·
τὴν γοῦν ἅπασι τοῖς ἀλλοφύλοις ἀναπεπταμένην εἰς θρησκείαν πόλιν τοῖς οἰκείοις νῦν ἀποτετείχισθε.
πάνυ γὰρ ἐπὶ σφαγὰς ἐσπεύδομεν καὶ τὸν κατὰ τῶν ὁμοφύλων πόλεμον οἱ διὰ τοῦτο ταχύναντες, ἵνʼ ὑμᾶς τηρήσωμεν ἐλευθέρους.
τοιαῦτα μέντοι καὶ πρὸς τῶν φρουρουμένων ἠδίκησθε, καὶ πιθανὰς οὕτως ὑποψίας οἶμαι κατʼ ἐκείνων συνελέξατε.
ἔπειτα τῶν ἔνδον φρουρᾷ κρατοῦντες ὅσοι κήδονται τῶν κοινῶν πραγμάτων, καὶ τοῖς συγγενεστάτοις ἔθνεσιν ἀθρόοις ἀποκλείσαντες μὲν τὴν πόλιν ὑβριστικὰ δʼ οὕτως προστάγματα κελεύοντες, τυραννεῖσθαι λέγετε καὶ τὸ τῆς δυναστείας ὄνομα τοῖς ὑφʼ ὑμῶν τυραννουμένοις περιάπτετε.
τίς ἂν ἐνέγκαι τὴν εἰρωνείαν τῶν λόγων ἀφορῶν εἰς τὴν ἐναντιότητα τῶν πραγμάτων; εἰ μὴ καὶ νῦν ὑμᾶς ἀποκλείουσιν Ἰδουμαῖοι τῆς μητροπόλεως, οὓς αὐτοὶ τῶν πατρίων ἱερῶν εἴργετε.
μέμψαιτʼ ἂν εἰκότως τις τοὺς ἐν τῷ ἱερῷ πολιορκουμένους, ὅτι θαρσήσαντες τοὺς προδότας κολάζειν, οὓς ὑμεῖς ἄνδρας ἐπισήμους καὶ ἀκαταιτιάτους λέγετε διὰ τὴν κοινωνίαν, οὐκ ἀφʼ ὑμῶν ἤρξαντο καὶ τὰ καιριώτατα τῆς προδοσίας μέρη προαπέκοψαν.