Book 4
Πρὸς δὲ τὴν εἴσοδον τοῦ Ἰωάννου ὁ πᾶς δῆμος ἐξεκέχυτο, καὶ περὶ ἕκαστον τῶν συμπεφευγότων μυρίος ὅμιλος συνηθροισμένοι τὰς ἔξωθεν συμφορὰς ἀνεπυνθάνοντο.
τῶν δὲ τὸ μὲν ἆσθμα θερμὸν ἔτι κοπτόμενον ἐδήλου τὴν ἀνάγκην, ἠλαζονεύοντο δὲ κἀν κακοῖς, οὐ πεφευγέναι Ῥωμαίους φάσκοντες, ἀλλʼ ἥκειν πολεμήσοντες αὐτοὺς ἐξ ἀσφαλοῦς·
ἀλογίστων γὰρ εἶναι καὶ ἀχρήστων παραβόλως προκινδυνεύειν περὶ Γίσχαλα καὶ πολίχνας ἀσθενεῖς, δέον τὰ ὅπλα καὶ τὰς ἀκμὰς ταμιεύεσθαι τῇ μητροπόλει καὶ συμφυλάσσειν.
ἔνθα δὴ παρεδήλουν τὴν ἅλωσιν τῶν Γισχάλων, καὶ τὴν λεγομένην εὐσχημόνως ὑποχώρησιν αὐτῶν οἱ πολλοὶ δρασμὸν ἐνενόουν.
ὡς μέντοι τὰ περὶ τοὺς αἰχμαλωτισθέντας ἠκούσθη, σύγχυσις οὐ μετρία κατέσχε τὸν δῆμον, καὶ μεγάλα τῆς ἑαυτῶν ἁλώσεως συνελογίζοντο τὰ τεκμήρια.
Ἰωάννης δʼ ἐπὶ μὲν τοῖς καταληφθεῖσιν ἧττον ἠρυθρία, περιιὼν δʼ ἑκάστους ἐπὶ τὸν πόλεμον ἐνῆγεν ταῖς ἐλπίσιν, τὰ μὲν Ῥωμαίων ἀσθενῆ κατασκευάζων, τὴν δʼ οἰκείαν δύναμιν ἐξαίρων,
καὶ κατειρωνευόμενος τῆς τῶν ἀπείρων ἀγνοίας, ὡς οὐδʼ ἂν πτερὰ λαβόντες ὑπερβαῖέν ποτε Ῥωμαῖοι τὸ Ἱεροσολύμων τεῖχος οἱ περὶ ταῖς Γαλιλαίων κώμαις κακοπαθοῦντες καὶ πρὸς τοῖς ἐκεῖ τείχεσι κατατρίψαντες τὰς μηχανάς.
Τούτοις τὸ πολὺ τῶν νέων προσδιεφθείρετο καὶ πρὸς [μὲν] τὸν πόλεμον ἦρτο, τῶν δὲ σωφρονούντων καὶ γηραιῶν οὐκ ἦν ὅστις οὐ τὰ μέλλοντα προορώμενος ὡς ἤδη τῆς πόλεως οἰχομένης ἐπένθει.
ὁ μὲν οὖν δῆμος ἦν ἐν τοιαύτῃ συγχύσει, προδιέστη δὲ τὸ κατὰ τὴν χώραν πλῆθος τῆς ἐν Ἱεροσολύμοις στάσεως.
ὁ μὲν γὰρ Τίτος ἀπὸ Γισχάλων εἰς Καισάρειαν, Οὐεσπασιανὸς δὲ ἀπὸ Καισαρείας εἰς Ἰάμνειαν καὶ Ἄζωτον ἀφικόμενος παρίσταταί τε αὐτὰς καὶ φρουροὺς ἐγκαταστήσας ὑπέστρεψε πολὺ πλῆθος ἐπαγόμενος τῶν ἐπὶ δεξιᾷ προσκεχωρηκότων.
ἐκινεῖτο δʼ ἐν ἑκάστῃ πόλει ταραχὴ καὶ πόλεμος ἐμφύλιος, ὅσον τε ἀπὸ Ῥωμαίων ἀνέπνεον εἰς ἀλλήλους τὰς χεῖρας ἐπέστρεφον. ἦν δὲ τῶν ἐρώντων τοῦ πολέμου πρὸς τοὺς ἐπιθυμοῦντας εἰρήνης ἔρις χαλεπή.
καὶ πρῶτον μὲν ἐν οἰκίαις ἥπτετο τῶν ὁμονοούντων πάλαι τὸ φιλόνεικον, ἔπειτα ἀφηνιάζοντες ἀλλήλων οἱ φίλτατοι [λαοὶ] καὶ συνιὼν ἕκαστος πρὸς τοὺς τὰ αὐτὰ προαιρουμένους ἤδη κατὰ πλῆθος ἀντετάσσοντο.
καὶ στάσις μὲν ἦν πανταχοῦ, τὸ νεωτερίζον δὲ καὶ τῶν ὅπλων ἐπιθυμοῦν ἐπεκράτει νεότητι καὶ τόλμῃ γηραιῶν καὶ σωφρόνων.
ἐτράποντο δὲ πρῶτον μὲν εἰς ἁρπαγὰς ἕκαστοι τῶν ἐπιχωρίων, ἔπειτα συντασσόμενοι κατὰ λόχους ἐπὶ λῃστείαν τῶν κατὰ τὴν χώραν, ὡς ὠμότητος καὶ παρανομίας ἕνεκεν αὐτοῖς μηδὲν Ῥωμαίων τοὺς ὁμοφύλους διαφέρειν καὶ πολὺ τοῖς πορθουμένοις κουφοτέραν δοκεῖν τὴν ὑπὸ Ῥωμαίοις ἅλωσιν.
Οἱ φρουροὶ δὲ τῶν πόλεων τὰ μὲν ὄκνῳ τοῦ κακοπαθεῖν, τὰ δὲ μίσει τοῦ ἔθνους οὐδὲν ἢ μικρὰ προσήμυνον τοῖς κακουμένοις, μέχρι κόρῳ τῶν κατὰ τὴν χώραν ἁρπαγῶν ἀθροισθέντες οἱ τῶν πανταχοῦ συνταγμάτων ἀρχιλῃσταὶ καὶ γενόμενοι πονηρίας στῖφος εἰς τὰ Ἱεροσόλυμα παρεισφθείρονται,
πόλιν ἀστρατήγητον καὶ πατρίῳ μὲν ἔθει πᾶν ἀπαρατηρήτως δεχομένην τὸ ὁμόφυλον, τότε δʼ οἰομένων ἁπάντων τοὺς ἐπιχεομένους πάντας ἀπʼ εὐνοίας ἥκειν συμμάχους.
ὃ δὴ καὶ δίχα τῆς στάσεως ὕστερον ἐβάπτισεν τὴν πόλιν· πλήθει γὰρ ἀχρήστῳ καὶ ἀργῷ προεξαναλώθη τὰ τοῖς μαχίμοις διαρκεῖν δυνάμενα, καὶ πρὸς τῷ πολέμῳ στάσιν τε ἑαυτοῖς καὶ λιμὸν ἐπικατεσκεύασαν.
Ἄλλοι τε ἀπὸ τῆς χώρας λῃσταὶ παρελθόντες εἰς τὴν πόλιν καὶ τοὺς ἔνδον προσλαβόντες χαλεπωτέρους οὐδὲν ἔτι τῶν δεινῶν παρίεσαν·
οἵ γε οὐ μόνον ἁρπαγαῖς καὶ λωποδυσίαις τὴν τόλμαν ἐμέτρουν, ἀλλὰ καὶ μέχρι φόνων ἐχώρουν, οὐ νυκτὸς ἢ λαθραίως ἢ ἐπὶ τοὺς τυχόντας, ἀλλὰ φανερῶς καὶ μεθʼ ἡμέραν καὶ τῶν ἐπισημοτάτων καταρχόμενοι.
πρῶτον μὲν γὰρ Ἀντίπαν, ἄνδρα τοῦ βασιλικοῦ γένους καὶ τῶν κατὰ τὴν πόλιν δυνατωτάτων, ὡς καὶ τοὺς δημοσίους θησαυροὺς πεπιστεῦσθαι, συλλαβόντες εἷρξαν·
ἐπὶ τούτῳ Ληουίαν τινὰ τῶν ἐπισήμων καὶ Συφὰν υἱὸν Ἀρεγέτου, βασιλικὸν δʼ ἦν καὶ τούτων τὸ γένος, πρὸς δὲ τοὺς κατὰ τὴν χώραν προύχειν δοκοῦντας.
δεινὴ δὲ κατάπληξις εἶχε τὸν δῆμον, καὶ καθάπερ κατειλημμένης τῆς πόλεως πολέμῳ τὴν καθʼ αὑτὸν ἕκαστος σωτηρίαν ἠγάπα.
Τοῖς δʼ οὐκ ἀπέχρη τὰ δεσμὰ τῶν συνειλημμένων, οὐδὲ ἀσφαλὲς ᾤοντο τὸ μέχρι πολλοῦ δυνατοὺς ἄνδρας οὕτω φυλάσσειν·
ἱκανοὺς μὲν γὰρ εἶναι καὶ τοὺς οἴκους αὐτῶν πρὸς ἄμυναν οὐκ ὀλιγάνδρους ὄντας, οὐ μὴν ἀλλὰ καὶ τὸν δῆμον ἐπαναστήσεσθαι τάχα κινηθέντα πρὸς τὴν παρανομίαν.
δόξαν οὖν ἀναιρεῖν αὐτοὺς Ἰωάννην τινὰ πέμπουσιν τὸν ἐξ αὐτῶν εἰς φόνους προχειρότατον· Δορκάδος οὗτος ἐκαλεῖτο παῖς κατὰ τὴν ἐπιχώριον γλῶσσαν· ᾧ δέκα συνελθόντες εἰς τὴν εἱρκτὴν ξιφήρεις ἀποσφάττουσιν τοὺς συνειλημμένους.
παρανομήματι δʼ ἐν τηλικούτῳ μεγάλως ἀπεψεύδοντο καὶ προφάσεις [ἀνέπλαττον]· διαλεχθῆναι γὰρ αὐτοὺς Ῥωμαίοις περὶ παραδόσεως τῶν Ἱεροσολύμων, καὶ προδότας ἀνῃρηκέναι τῆς κοινῆς ἐλευθερίας ἔφασκον, καθόλου τʼ ἐπηλαζονεύοντο τοῖς τολμήμασιν ὡς εὐεργέται καὶ σωτῆρες τῆς πόλεως γεγενημένοι.
Συνέβη δὲ εἰς τοσοῦτον τὸν μὲν δῆμον ταπεινότητος καὶ δέους, ἐκείνους δὲ ἀπονοίας προελθεῖν, ὡς ἐπʼ αὐτοῖς εἶναι καὶ τὰς χειροτονίας τῶν ἀρχιερέων.
ἄκυρα γοῦν τὰ γένη ποιήσαντες, ἐξ ὧν κατὰ διαδοχὰς οἱ ἀρχιερεῖς ἀπεδείκνυντο, καθίστασαν ἀσήμους καὶ ἀγενεῖς, ἵνʼ ἔχοιεν συνεργοὺς τῶν ἀσεβημάτων·
τοῖς γὰρ παρʼ ἀξίαν ἐπιτυχοῦσι τῆς ἀνωτάτω τιμῆς ὑπακούειν ἦν ἀνάγκη τοῖς παρασχοῦσι.
συνέκρουον δὲ καὶ τοὺς ἐν τέλει ποικίλαις ἐπινοίαις καὶ λογοποιίαις, καιρὸν ἑαυτοῖς ἐν ταῖς πρὸς ἀλλήλους τῶν κωλυόντων φιλονεικίαις ποιούμενοι, μέχρι τῶν εἰς ἀνθρώπους ὑπερεμπλησθέντες ἀδικημάτων ἐπὶ τὸ θεῖον μετήνεγκαν τὴν ὕβριν καὶ μεμιασμένοις τοῖς ποσὶ παρῄεσαν εἰς τὸ ἅγιον.
Ἐπανισταμένου τε αὐτοῖς ἤδη τοῦ πλήθους, ἐνῆγε γὰρ ὁ γεραίτατος τῶν ἀρχιερέων Ἄνανος, ἀνὴρ σωφρονέστατος καὶ τάχα ἂν διασώσας τὴν πόλιν, εἰ τὰς τῶν ἐπιβούλων χεῖρας ἐξέφυγεν, οἱ δὲ τὸν νεὼν τοῦ θεοῦ φρούριον αὑτοῖς καὶ τῶν ἀπὸ τοῦ δήμου ταραχῶν ποιοῦνται καταφυγήν, καὶ τυραννεῖον ἦν αὐτοῖς τὸ ἅγιον. παρεκίρνατο δὲ τοῖς δεινοῖς εἰρωνεία,
τὸ τῶν ἐνεργουμένων ἀλγεινότερον·
ἀποπειρώμενοι γὰρ τῆς τοῦ δήμου καταπλήξεως καὶ τὴν αὑτῶν δοκιμάζοντες ἰσχὺν κληρωτοὺς ἐπεχείρησαν ποιεῖν τοὺς ἀρχιερεῖς οὔσης, ὡς ἔφαμεν, κατὰ γένος αὐτῶν τῆς διαδοχῆς.
ἦν δὲ πρόσχημα μὲν τῆς ἐπιβουλῆς ἔθος ἀρχαῖον, ἐπειδὴ καὶ πάλαι κληρωτὴν ἔφασαν εἶναι τὴν ἀρχιερωσύνην, τὸ δὲ ἀληθὲς τοῦ βεβαιοτέρου [νόμου] κατάλυσις καὶ τέχνη πρὸς δυναστείαν τὰς ἀρχὰς διʼ αὑτῶν καθισταμένοις.
Καὶ δὴ μεταπεμψάμενοι μίαν τῶν ἀρχιερατικῶν φυλήν, Ἐνιάχιν καλεῖται, διεκλήρουν ἀρχιερέα, λαγχάνει δʼ ἀπὸ τύχης ὁ μάλιστα διαδείξας αὐτῶν τὴν παρανομίαν, Φαννί τις ὄνομα, υἱὸς Σαμουήλου κώμης Ἀφθίας, ἀνὴρ οὐ μόνον οὐκ ἐξ ἀρχιερέων, ἀλλʼ οὐδʼ ἐπιστάμενος σαφῶς τί ποτʼ ἦν ἀρχιερωσύνη διʼ ἀγροικίαν.
ἀπὸ γοῦν τῆς χώρας αὐτὸν ἄκοντα σύραντες ὥσπερ ἐπὶ σκηνῆς ἀλλοτρίῳ κατεκόσμουν προσωπείῳ τήν τʼ ἐσθῆτα περιτιθέντες τὴν ἱερὰν καὶ τὸ τί δεῖ ποιεῖν ἐπὶ καιροῦ διδάσκοντες.
χλεύη δʼ ἦν ἐκείνοις καὶ παιδιὰ τὸ τηλικοῦτον ἀσέβημα, τοῖς δʼ ἄλλοις ἱερεῦσιν ἐπιθεωμένοις πόρρωθεν παιζόμενον τὸν νόμον δακρύειν ἐπῄει καὶ κατέστενον τὴν τῶν ἱερῶν τιμῶν κατάλυσιν.
Ταύτην τὴν τόλμαν αὐτῶν οὐκ ἤνεγκεν ὁ δῆμος, ἀλλʼ ὥσπερ ἐπὶ τυραννίδος κατάλυσιν ὥρμηντο πάντες·
καὶ γὰρ οἱ προύχειν αὐτῶν δοκοῦντες, Γωρίων τε υἱὸς Ἰωσήπου καὶ ὁ Γαμαλιήλου Συμεών, παρεκρότουν ἔν τε ταῖς ἐκκλησίαις ἀθρόους καὶ κατʼ ἰδίαν περιιόντες ἕκαστον ἤδη ποτὲ τίσασθαι τοὺς λυμεῶνας τῆς ἐλευθερίας καὶ καθᾶραι τῶν μιαιφόνων τὸ ἅγιον,
οἵ τε δοκιμώτατοι τῶν ἀρχιερέων, Γαμάλα μὲν υἱὸς Ἰησοῦς Ἀνάνου δὲ Ἄνανος, πολλὰ τὸν δῆμον εἰς νωθείαν κατονειδίζοντες ἐν ταῖς συνόδοις ἐπήγειρον τοῖς ζηλωταῖς·