Thesauros Literature History Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Book 4

154 ἦν δὲ πρόσχημα μὲν τῆς ἐπιβουλῆς ἔθος ἀρχαῖον, ἐπειδὴ καὶ πάλαι κληρωτὴν ἔφασαν εἶναι τὴν ἀρχιερωσύνην, τὸ δὲ ἀληθὲς τοῦ βεβαιοτέρου [νόμου] κατάλυσις καὶ τέχνη πρὸς δυναστείαν τὰς ἀρχὰς διʼ αὑτῶν καθισταμένοις.
155 Καὶ δὴ μεταπεμψάμενοι μίαν τῶν ἀρχιερατικῶν φυλήν, Ἐνιάχιν καλεῖται, διεκλήρουν ἀρχιερέα, λαγχάνει δʼ ἀπὸ τύχης ὁ μάλιστα διαδείξας αὐτῶν τὴν παρανομίαν, Φαννί τις ὄνομα, υἱὸς Σαμουήλου κώμης Ἀφθίας, ἀνὴρ οὐ μόνον οὐκ ἐξ ἀρχιερέων, ἀλλʼ οὐδʼ ἐπιστάμενος σαφῶς τί ποτʼ ἦν ἀρχιερωσύνη διʼ ἀγροικίαν.
156 ἀπὸ γοῦν τῆς χώρας αὐτὸν ἄκοντα σύραντες ὥσπερ ἐπὶ σκηνῆς ἀλλοτρίῳ κατεκόσμουν προσωπείῳ τήν τʼ ἐσθῆτα περιτιθέντες τὴν ἱερὰν καὶ τὸ τί δεῖ ποιεῖν ἐπὶ καιροῦ διδάσκοντες.
157 χλεύη δʼ ἦν ἐκείνοις καὶ παιδιὰ τὸ τηλικοῦτον ἀσέβημα, τοῖς δʼ ἄλλοις ἱερεῦσιν ἐπιθεωμένοις πόρρωθεν παιζόμενον τὸν νόμον δακρύειν ἐπῄει καὶ κατέστενον τὴν τῶν ἱερῶν τιμῶν κατάλυσιν.
158 Ταύτην τὴν τόλμαν αὐτῶν οὐκ ἤνεγκεν ὁ δῆμος, ἀλλʼ ὥσπερ ἐπὶ τυραννίδος κατάλυσιν ὥρμηντο πάντες·
159 καὶ γὰρ οἱ προύχειν αὐτῶν δοκοῦντες, Γωρίων τε υἱὸς Ἰωσήπου καὶ ὁ Γαμαλιήλου Συμεών, παρεκρότουν ἔν τε ταῖς ἐκκλησίαις ἀθρόους καὶ κατʼ ἰδίαν περιιόντες ἕκαστον ἤδη ποτὲ τίσασθαι τοὺς λυμεῶνας τῆς ἐλευθερίας καὶ καθᾶραι τῶν μιαιφόνων τὸ ἅγιον,
160 οἵ τε δοκιμώτατοι τῶν ἀρχιερέων, Γαμάλα μὲν υἱὸς Ἰησοῦς Ἀνάνου δὲ Ἄνανος, πολλὰ τὸν δῆμον εἰς νωθείαν κατονειδίζοντες ἐν ταῖς συνόδοις ἐπήγειρον τοῖς ζηλωταῖς·
161 τοῦτο γὰρ αὑτοὺς ἐκάλεσαν ὡς ἐπʼ ἀγαθοῖς ἐπιτηδεύμασιν ἀλλʼ οὐχὶ ζηλώσαντες τὰ κάκιστα τῶν ἔργων [καὶ] ὑπερβαλλόμενοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme