Thesauros Literature History Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Book 4

7 πρὸς ὀρθίῳ δὲ τῇ λαγόνι δεδομημέναι πεπύκνωντο δεινῶς ἐπʼ ἀλλήλαις αἱ οἰκίαι, κρημνιζομένῃ τε ἡ πόλις ἐοικυῖα κατέτρεχεν εἰς ἑαυτὴν ἀπὸ τῆς ὀξύτητος.
8 καὶ πρὸς μεσημβρίαν μὲν ἔκλινεν, ὁ νότιος δʼ αὐτῆς ὄχθος εἰς ἄπειρον ὕψος ἀνατείνων ἄκρα τῆς πόλεως ἦν, ἀτείχιστος δὲ ὑπὲρ αὐτὴν κρημνὸς εἰς τὴν βαθυτάτην κατατείνων φάραγγα· πηγὴ δʼ ἐντὸς τοῦ τείχους, ἐφʼ ἣν τὸ ἄστυ κατέληγεν.
9 Οὕτως οὖσαν φύσει δυσμήχανον τὴν πόλιν τειχίζων ὁ Ἰώσηπος ἐποίησεν ὀχυρωτέραν ὑπονόμοις τε καὶ διώρυξιν.
10 οἱ δʼ ἐν αὐτῇ φύσει μὲν τοῦ χωρίου θαρραλεώτεροι τῶν κατὰ τὴν Ἰωταπάτην ἦσαν, πολὺ δʼ ἐλάττους μάχιμοι, καὶ τῷ τόπῳ πεποιθότες οὐδὲ πλείονας ὑπελάμβανον πεπλήρωτο γὰρ ἡ πόλις διὰ τὴν ὀχυρότητα συμφυγόντων· παρὸ καὶ τοῖς ὑπʼ Ἀγρίππα προπεμφθεῖσιν ἐπὶ τὴν πολιορκίαν ἀντεῖχεν ἐπὶ μῆνας ἑπτά.
11 Οὐεσπασιανὸς δʼ ἄρας ἀπὸ τῆς Ἀμμαθοῦς, ἔνθα πρὸ τῆς Τιβεριάδος ἐστρατοπεδεύκει· μεθερμηνευομένη δʼ Ἀμμαθοῦς θερμὰ λέγοιτʼ ἄν, ἔστι γὰρ ἐν αὐτῇ πηγὴ θερμῶν ὑδάτων πρὸς ἄκεσιν ἐπιτηδείων· ἀφικνεῖται πρὸς τὴν Γάμαλαν.
12 καὶ πᾶσαν μὲν κυκλώσασθαι φυλακῇ τὴν πόλιν οὐχ οἷός τε ἦν οὕτως διακειμένην, πρὸς δὲ τοῖς δυνατοῖς φρουροὺς καθίστησι καὶ τὸ ὑπερκείμενον ὄρος καταλαμβάνεται.
13 τειχισαμένων δὲ ὥσπερ ἔθος τῶν ταγμάτων ὑπὲρ αὐτοῦ στρατόπεδα χωμάτων ἤρχετο κατʼ οὐράν, καὶ τὸ μὲν κατʼ ἀνατολὰς αὐτῷ μέρος, ᾗπερ ὁ ἀνωτάτω τῆς πόλεως πύργος ἦν, ἐφʼ οὗ τὸ πέμπτον καὶ δέκατον τάγμα, καὶ τὸ πέμπτον μὲν κατὰ μέσην ἐξειργάζετο τὴν πόλιν, τὰς δὲ διώρυγας ἀνεπλήρου καὶ τὰς φάραγγας τὸ δέκατον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme