Book 3
μᾶλλον γοῦν ὥρμων ἐπὶ τοὺς Ῥωμαίους ὡς καὶ Ἰώσηπον ἐν αὐτοῖς ἀμυνούμενοι.
τοὺς μὲν οὖν ἐπὶ τῶν Ἱεροσολύμων τοιοῦτοι θόρυβοι κατεῖχον.
Οὐεσπασιανὸς δὲ καθʼ ἱστορίαν τῆς Ἀγρίππα βασιλείας, ἐνῆγεν γὰρ βασιλεὺς αὐτόν, ἅμα καὶ δεξιώσασθαι τὸν ἡγεμόνα σὺν τῇ στρατιᾷ τῷ κατὰ τὸν οἶκον ὄλβῳ προαιρούμενος καὶ καταστεῖλαι διʼ αὐτῶν τὰ νοσοῦντα τῆς ἀρχῆς, ἄρας ἀπὸ τῆς παράλου Καισαρείας εἰς τὴν Φιλίππου καλουμένην μεταβαίνει Καισάρειαν.
ἔνθα μέχρι μὲν ἡμερῶν εἴκοσι τὴν στρατιὰν διαναπαύων καὶ αὐτὸς ἐν εὐωχίαις ἦν, ἀποδιδοὺς τῷ θεῷ χαριστήρια τῶν κατωρθωμένων.
ὡς δʼ αὐτῷ Τιβεριὰς μὲν νεωτερίζειν, ἀφεστάναι δὲ ἠγγέλλοντο Ταριχέαι, μοῖρα δὲ τῆς Ἀγρίππα βασιλείας ἦσαν ἀμφότεραι, πανταχόθεν τοὺς Ἰουδαίους καταστρέφεσθαι διεγνωκὼς τὴν ἐπὶ τούτους στρατείαν εὔκαιρον ἡγεῖτο καὶ διʼ Ἀγρίππαν, ὡς εἰς ξενίας ἀμοιβὴν σωφρονίσων αὐτῷ τὰς πόλεις.
πέμπει δὴ τὸν υἱὸν Τίτον εἰς Καισάρειαν μετάξοντα τὴν ἐκεῖθεν στρατιὰν εἰς Σκυθόπολιν· ἡ δʼ ἐστὶν μεγίστη τῆς δεκαπόλεως καὶ γείτων τῆς Τιβεριάδος.
ἔνθα καὶ αὐτὸς παραγενόμενος ἐκδέχεται τὸν υἱὸν καὶ μετὰ τριῶν ταγμάτων προελθὼν στρατοπεδεύεται μὲν ἀπὸ τριάκοντα τῆς Τιβεριάδος σταδίων κατά τινα σταθμὸν εὐσύνοπτον τοῖς νεωτερίζουσιν·
Ἔνναβρις ὀνομάζεται. πέμπει δὲ δεκαδάρχην Οὐαλεριανὸν σὺν ἱππεῦσιν πεντήκοντα διαλεχθησόμενον εἰρηνικὰ τοῖς κατὰ τὴν πόλιν καὶ προτρεψόμενον ἐπὶ πίστεις· ἀκηκόει γάρ, ὡς ἐπιθυμοίη μὲν εἰρήνης ὁ δῆμος, καταστασιάζοιτο δʼ ὑπό τινων πολεμεῖν βιαζομένων.
προσελάσας δὲ Οὐαλεριανὸς ἐπεὶ πλησίον ἦν τοῦ τείχους, αὐτός τε καταβαίνει καὶ τοὺς σὺν αὐτῷ τῶν ἱππέων ἀπέβησεν, ὡς μὴ δοκοῖεν ἀκροβολιζόμενοι παρεῖναι. καὶ πρὶν εἰς λόγους ἐλθεῖν
ἐπεκθέουσιν αὐτῷ τῶν στασιαστῶν οἱ δυνατώτατοι μεθʼ ὅπλων. ἐξηγεῖτο δʼ αὐτῶν Ἰησοῦς τις ὄνομα παῖς Τοῦφα τοῦ λῃστρικοῦ στίφους ὁ κορυφαιότατος.
Οὐαλεριανὸς δὲ οὔτε παρὰ τὰς ἐντολὰς τοῦ στρατηγοῦ συμβαλεῖν ἀσφαλὲς ἡγούμενος, εἰ καὶ τὸ νικᾶν εἴη βέβαιον, καὶ σφαλερὸν τὸ μάχεσθαι πολλοῖς μετʼ ὀλίγων ἀπαρασκευάστοις τε πρὸς ἑτοίμους,
καὶ ἄλλως ἐκπλαγεὶς τὴν ἀδόκητον τῶν Ἰουδαίων τόλμαν, φεύγει πεζός, ἕτεροί τε ὁμοίως πέντε τοὺς ἵππους ἀπέλιπον, οὓς οἱ περὶ τὸν Ἰησοῦν ἀπήγαγον εἰς τὴν πόλιν γεγηθότες ὡς μάχῃ ληφθέντας οὐκ ἐνέδρᾳ.
Τοῦτο καταδείσαντες οἱ γηραιοὶ τοῦ δήμου καὶ προύχειν δοκοῦντες φεύγουσι μὲν εἰς τὸ τῶν Ῥωμαίων στρατόπεδον,
ἐπαγόμενοι δὲ τὸν βασιλέα προσπίπτουσιν ἱκέται Οὐεσπασιανῷ, μὴ σφᾶς περιιδεῖν δεόμενοι, μηδὲ τὴν ὀλίγων ἀπόνοιαν ἡγήσασθαι τῆς πόλεως ὅλης·
φείσασθαι δὲ τοῦ δήμου Ῥωμαίοις φίλα φρονοῦντος ἀεί, καὶ τοὺς αἰτίους τιμωρήσασθαι τῆς ἀποστάσεως, ὑφʼ ὧν αὐτοὶ φρουρηθῆναι μέχρι νῦν ἐπὶ δεξιὰς ἐπειγόμενοι πάλαι.
ταύταις ἐνεδίδου ταῖς ἱκεσίαις ὁ στρατηγὸς καίτοι διὰ τὴν ἁρπαγὴν τῶν ἵππων ἐφʼ ὅλην ὠργισμένος τὴν πόλιν· καὶ γὰρ ἀγωνιῶντα περὶ αὐτῆς τὸν Ἀγρίππαν ἑώρα.
λαβόντων δὲ τούτων τῷ δήμῳ δεξιὰς οἱ περὶ τὸν Ἰησοῦν οὐκέτι ἀσφαλὲς ἡγούμενοι μένειν ἐπὶ τῆς Τιβεριάδος εἰς Ταριχέας ἀποδιδράσκουσιν.
καὶ μεθʼ ἡμέραν Οὐεσπασιανὸς σὺν ἱππεῦσιν προπέμπει πρὸς τὴν ἀκρώρειαν Τραϊανὸν ἀποπειραθῆναι τοῦ πλήθους, εἰ πάντες εἰρηνικὰ φρονοῖεν.
ὡς δʼ ἔγνω τὸν δῆμον ὁμοφρονοῦντα τοῖς ἱκέταις, ἀναλαβὼν τὴν δύναμιν ᾔει πρὸς τὴν πόλιν. οἱ δὲ τάς τε πύλας ἀνοίγουσιν αὐτῷ καὶ μετʼ εὐφημιῶν ὑπήντων σωτῆρα καὶ εὐεργέτην ἀνακαλοῦντες.
τῆς δὲ στρατιᾶς τριβομένης περὶ τὴν τῶν εἰσόδων στενότητα παραρρῆξαι τοῦ κατὰ μεσημβρίαν τείχους Οὐεσπασιανὸς κελεύσας πλατύνει τὴν εἰσβολὴν αὐτοῖς.
ἁρπαγῆς μέντοι καὶ ὕβρεως ἀπέχεσθαι παρήγγειλεν τῷ βασιλεῖ χαριζόμενος, τῶν τε τειχῶν διὰ τοῦτον ἐφείσατο συμμενεῖν πρὸς τὸ λοιπὸν ἐγγυωμένου τοὺς ἐν αὐτοῖς, καὶ πολλὰ κεκακωμένην τὴν πόλιν ἐκ τῆς στάσεως ἀνελάμβανεν.
Ἔπειτα προελθὼν αὐτῆς τε μεταξὺ καὶ Ταριχεῶν στρατοπεδεύεται, τειχίζει τε τὴν παρεμβολὴν ὀχυρωτέραν ὑφορώμενος ἐκεῖ πολέμου τριβὴν αὐτῷ γενησομένην·
συνέρρει γὰρ εἰς τὰς Ταριχέας πᾶν τὸ νεωτερίζον, τῇ τε τῆς πόλεως ὀχυρότητι καὶ τῇ λίμνῃ πεποιθότες, ἣ καλεῖται Γεννησὰρ πρὸς τῶν ἐπιχωρίων.
ἡ μὲν γὰρ πόλις, ὥσπερ ἡ Τιβεριὰς ὑπόρειος οὖσα, καθὰ μὴ τῇ λίμνῃ προσεκλύζετο πάντοθεν ὑπὸ τοῦ Ἰωσήπου τετείχιστο καρτερῶς, ἔλασσον μέντοι τῆς Τιβεριάδος·
τὸν μὲν γὰρ ἐκεῖ περίβολον ἐν ἀρχῇ τῆς ἀποστάσεως δαψιλείᾳ χρημάτων καὶ δυνάμεως ἐκρατύνατο, Ταριχέαι δʼ αὐτοῦ τὰ λείψανα τῆς φιλοτιμίας μετέλαβον.
σκάφη δʼ ἦν αὐτοῖς ἐπὶ τῆς λίμνης παρεσκευασμένα πολλὰ πρός τε τὸ συμφεύγειν ἐπὶ γῆς ἡττωμένους, κἂν εἰ δέοι, διαναυμαχεῖν ἐξηρτυμένα.
περιβαλλομένων δὲ τῶν Ῥωμαίων τὸ στρατόπεδον οἱ περὶ τὸν Ἰησοῦν οὔτε πρὸς τὸ πλῆθος οὔτε πρὸς τὴν εὐταξίαν τῶν πολεμίων ὑποδείσαντες προθέουσιν,
καὶ πρὸς τὴν πρώτην ἔφοδον τῶν τειχοποιῶν σκεδασθέντων ὀλίγα τῆς δομήσεως σπαράξαντες, ὡς ἑώρων τοὺς ὁπλίτας ἀθροιζομένους, πρίν τι παθεῖν εἰς τοὺς σφετέρους ἀνέφευγον· ἐπιδιώξαντες δὲ Ῥωμαῖοι συνελαύνουσιν αὐτοὺς εἰς τὰ σκάφη.
καὶ οἱ μὲν ἀναχθέντες εἰς ὅσον ἐξικνεῖσθαι τῶν Ῥωμαίων βάλλοντες δύναιντο τάς τε ἀγκύρας ἔβαλλον καὶ πυκνώσαντες ὥσπερ φάλαγγα τὰς ναῦς ἐπαλλήλους τοῖς ἐπὶ γῆς πολεμίοις διεναυμάχουν·
Οὐεσπασιανὸς δὲ τὸ πολὺ πλῆθος αὐτῶν ἠθροισμένον ἀκούων ἐν τῷ πρὸ τῆς πόλεως πεδίῳ πέμπει τὸν υἱὸν σὺν ἱππεῦσιν ἑξακοσίοις ἐπιλέκτοις.
Ὁ δʼ ὑπέρογκον εὑρὼν τὴν τῶν πολεμίων πληθὺν πρὸς μὲν τὸν πατέρα πέμπει πλείονος δυνάμεως αὐτῷ δεῖν λέγων. αὐτὸς δὲ τοὺς μὲν πλείους τῶν ἱππέων ὡρμημένους ὁρῶν καὶ πρὶν ἀφικέσθαι βοήθειαν, ἔστιν δʼ οὓς ἡσυχῆ πρὸς τὸ πλῆθος τῶν Ἰουδαίων καταπεπληγότας, ἐν ἐπηκόῳ στὰς ἔλεξεν ὧδε·
ἄνδρες, ἔφη, Ῥωμαῖοι, καλὸν γὰρ ἐν ἀρχῇ τῶν λόγων ὑπομνῆσαι τοῦ γένους ὑμᾶς, ἵνʼ εἰδῆτε, τίνες ὄντες πρὸς τίνας μάχεσθαι μέλλομεν.
τὰς μέν γε ἡμετέρας χεῖρας οὐδὲν εἰς τοῦτο τῶν ἐπὶ τῆς οἰκουμένης διαπέφευγεν, Ἰουδαῖοι δέ, ἵνʼ εἴπωμεν καὶ ὑπὲρ αὐτῶν, μέχρι νῦν οὐ κοπιῶσιν ἡττώμενοι. καὶ δεινὸν ἐκείνων ἑστώτων ἐν ταῖς κακοπραγίαις ἡμᾶς τοῖς εὐτυχήμασιν ἐγκάμνειν.
προθυμίας μὲν εἰς τὸ φανερὸν ὑμᾶς εὖ ἔχοντας χαίρω βλέπων, δέδοικα δὲ μή τινι τῶν πολεμίων τὸ πλῆθος κατάπληξιν λεληθυῖαν ἐνεργάσηται.
λογισάσθω δὴ πάλιν οἷος πρὸς οἵους παρατάξεται, καὶ διότι Ἰουδαῖοι μέν, εἰ καὶ σφόδρα τολμηταὶ καὶ θανάτου καταφρονοῦντες, ἀλλʼ ἀσύντακτοί τε καὶ πολέμων ἄπειροι καὶ ὄχλος ἂν ἄλλως, οὐ στρατιὰ λέγοιντο· τὰ δὲ τῆς ἡμετέρας ἐμπειρίας καὶ τάξεως τί δεῖ καὶ λέγειν; ἐπὶ τοῦτο μέντοι γε μόνοι καὶ κατʼ εἰρήνην ἀσκούμεθα τοῖς ὅπλοις, ἵνʼ ἐν πολέμῳ μὴ πρὸς τὸ ἀντίπαλον ἀριθμῶμεν ἑαυτούς.
ἐπεὶ τίς ὄνησις τῆς διηνεκοῦς στρατείας, ἂν ἴσοι πρὸς ἀστρατεύτους ἀντιτασσώμεθα;
λογίζεσθε δέ, ὅτι καὶ πρὸς γυμνῆτας ὁπλῖται καὶ ἱππεῖς πρὸς πεζοὺς καὶ στρατηγούμενοι πρὸς ἀστρατηγήτους διαγωνίζεσθε, καὶ ὡς ὑμᾶς μὲν ταῦτα πολλαπλασίους ποιεῖ τὰ πλεονεκτήματα, πολὺ δὲ τοῦ τῶν πολεμίων ἀριθμοῦ [παραιρεῖται τὰ ἐλαττώματα].
κατορθοῖ δὲ τοὺς πολέμους οὐ πλῆθος ἀνθρώπων, κἂν ᾖ μάχιμον, ἀνδρεία δέ, κἂν ἐν ὀλίγοις· οἱ μέν γε καὶ τάξασθαι ῥᾴδιοι καὶ προσαμύνειν ἑαυτοῖς, αἱ δʼ ὑπέρογκοι δυνάμεις ὑφʼ ἑαυτῶν βλάπτονται πλέον ἢ τῶν πολεμίων.
Ἰουδαίων μὲν οὖν τόλμα καὶ θράσος ἡγεῖται καὶ ἀπόνοια, πάθη κατὰ μὲν τὰς εὐπραγίας εὔτονα, σβεννύμενα δὲ ἐν ἐλαχίστοις σφάλμασιν· ἡμῶν δʼ ἀρετὴ καὶ εὐπείθεια καὶ τὸ γενναῖον, ὃ κἀν τοῖς ἄλλοις εὐτυχήμασιν ἀκμάζει κἀν τοῖς πταίσμασιν οὐ μέχρι τέλους σφάλλεται.
καὶ ὑπὲρ μειζόνων δὲ ἢ Ἰουδαῖοι διαγωνιεῖσθε· καὶ γὰρ εἰ περὶ ἐλευθερίας καὶ πατρίδων ἐκείνοις ὁ πόλεμος κινδυνεύεται, τί μεῖζον ἡμῖν εὐδοξίας καὶ τοῦ μὴ δοκεῖν μετὰ τὴν τῆς οἰκουμένης ἡγεμονίαν ἐν ἀντιπάλῳ τὰ Ἰουδαίων τίθεσθαι;