Thesauros Literature History Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Book 1

487 ἦν δʼ ἐλευθέρα διαβολῆς οὐδὲ Σαλώμη· καὶ γὰρ αὐτῆς Φερώρας ἁδελφὸς κατηγόρει συνθήκας περὶ γάμου πρὸς Συλλαῖον τὸν Ὀβαίδα τοῦ Ἀράβων βασιλέως ἐπίτροπον, ὃς ἦν ἐχθρότατος Ἡρώδῃ. διελεγχθεῖσα δὲ καὶ τοῦτο καὶ πάνθʼ ὅσα Φερώρας ἐνεκάλει, συγγινώσκεται· καὶ αὐτὸν δὲ Φερώραν ὁ βασιλεὺς ἀπέλυσεν τῶν ἐγκλημάτων.
488 Μετέβαινεν δὲ ἐπʼ Ἀλέξανδρον ὁ χειμὼν τῆς οἰκίας καὶ περὶ τὴν ἐκείνου κεφαλὴν ὅλος ἀπηρείσατο. τρεῖς ἦσαν εὐνοῦχοι τιμιώτατοι τῷ βασιλεῖ, καὶ δῆλον ἐξ ὧν ἐλειτούργουν· τῷ μὲν γὰρ οἰνοχοεῖν προσετέτακτο, τῷ δὲ δεῖπνον προσφέρειν, ὁ δʼ αὐτὸν κατεκοίμιζέν τε καὶ συγκατεκλίνετο.
489 τούτους εἰς τὰ παιδικὰ δώροις μεγάλοις ὑπηγάγετο ὁ Ἀλέξανδρος. μηνυθὲν δὲ τῷ βασιλεῖ διηλέγχοντο βασάνοις, καὶ τὴν μὲν συνουσίαν εὐθέως ὡμολόγουν, ἐξέφερον δὲ καὶ τὰς εἰς αὐτὴν ὑποσχέσεις, ὃν τρόπον ἀπατηθεῖεν ὑπὸ Ἀλεξάνδρου λέγοντος,
490 ὡς οὐκ ἐν Ἡρώδῃ δέοι τὰς ἐλπίδας ἔχειν ἀναιδεῖ γέροντι καὶ βαπτομένῳ τὰς κόμας, εἰ μὴ διὰ τοῦτʼ αὐτὸν οἴονται καὶ νέον, αὐτῷ δὲ προσέχειν, ὃς καὶ παρὰ ἄκοντος διαδέξεται τὴν βασιλείαν οὐκ εἰς μακράν τε τοὺς μὲν ἐχθροὺς ἀμυνεῖται, τοὺς φίλους δʼ εὐδαίμονας ποιήσει καὶ μακαρίους, πρὸ πάντων δὲ αὐτούς·
491 εἶναι δὲ καὶ θεραπείαν τῶν δυνατῶν περὶ τὸν Ἀλέξανδρον λαθραίαν, τούς τε ἡγεμόνας τοῦ στρατιωτικοῦ καὶ τοὺς ταξιάρχους κρύφα πρὸς αὐτὸν συνιέναι.
492 Ταῦτα τὸν Ἡρώδην οὕτως ἐξεφόβησεν, ὡς μηδὲ παραχρῆμα τολμῆσαι τὰς μηνύσεις ἐκφέρειν, ἀλλὰ κατασκόπους ὑποπέμπων νύκτωρ καὶ μεθʼ ἡμέραν ἕκαστα τῶν πραττομένων ἢ λεγομένων διηρεύνα καὶ τοὺς ἐν ταῖς ὑποψίαις εὐθέως ἀνῄρει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme