Thesauros Literature History περὶ ἀρχαιότητος Ἰουδαίων

περὶ ἀρχαιότητος Ἰουδαίων

περὶ ἀρχαιότητος Ἰουδαίων Josephus, Flavius

Book 2

294 ἢ τί συμφορώτερον τοῦ πρὸς ἀλλήλους ὁμονοεῖν καὶ μήτʼ ἐν συμφοραῖς διίστασθαι μήτʼ ἐν εὐτυχίαις στασιάζειν ἐξυβρίζοντας, ἀλλʼ ἐν πολέμῳ μὲν θανάτου καταφρονεῖν, ἐν εἰρήνῃ δὲ τέχναις ἢ γεωργίαις προσανέχειν, πάντα δὲ καὶ πανταχοῦ πεπεῖσθαι τὸν θεὸν ἐποπτεύοντα διέπειν;
295 ταῦτʼ εἰ μὲν παρʼ ἑτέροις ἢ ἐγράφη πρότερον ἢ ἐφυλάχθη βεβαιότερον, ἡμεῖς ἂν ἐκείνοις χάριν ὠφείλομεν ὡς μαθηταὶ γεγονότες· εἰ δὲ καὶ χρώμενοι μάλιστα πάντων βλεπόμεθα καὶ τὴν πρώτην εὕρεσιν αὐτῶν ἡμετέραν οὖσαν ἐπεδείξαμεν, Ἀπίωνες μὲν καὶ Μόλωνες καὶ πάντες ὅσοι τῷ ψεύδεσθαι καὶ λοιδορεῖν χαίρουσιν ἐξεληλέγχθωσαν.
296 σοὶ δέ, Ἐπαφρόδιτε, μάλιστα τὴν ἀλήθειαν ἀγαπῶντι καὶ διὰ σὲ τοῖς ὁμοίως βουλησομένοις περὶ τοῦ γένους ἡμῶν εἰδέναι τοῦτο καὶ τὸ πρὸ αὐτοῦ γεγράφθω βιβλίον.
← Previous 54 / 54

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme