Thesauros Literature History περὶ ἀρχαιότητος Ἰουδαίων

περὶ ἀρχαιότητος Ἰουδαίων

περὶ ἀρχαιότητος Ἰουδαίων Josephus, Flavius

Book 1

95 μεθʼ ὃν Ἀμένωφις εἴκοσι καὶ μῆνας ἑπτά. τοῦ δὲ ἀδελφὴ Ἀμεσσὴς εἰκοσιὲν καὶ μῆνας ἐννέα. τῆς δὲ Μήφρης δώδεκα καὶ μῆνας ἐννέα. τοῦ δὲ Μηφραμούθωσις εἰκοσιπέντε καὶ μῆνας δέκα.
96 τοῦ δὲ Θμῶσις ἐννέα καὶ μῆνας ὀκτώ. τοῦ δʼ Ἀμένωφις τριάκοντα καὶ μῆνας δέκα. τοῦ δὲ Ὦρος τριακονταὲξ καὶ μῆνας πέντε. τοῦ δὲ θυγάτηρ Ἀκεγχερὴς δώδεκα καὶ μῆνα ἕνα. τῆς δὲ Ῥάθωτις ἀδελφὸς ἐννέα.
97 τοῦ δὲ Ἀκεγχήρης δώδεκα καὶ μῆνας πέντε. τοῦ δὲ Ἀκεγχήρης ἕτερος δώδεκα καὶ μῆνας τρεῖς. τοῦ δὲ Ἅρμαϊς τέσσαρα καὶ μῆνα ἕνα. τοῦ δὲ Ῥαμέσσης ἓν καὶ μῆνας τέσσαρας. τοῦ δὲ Ἁρμέσσης Μιαμοῦν ἑξηκονταὲξ καὶ μῆνας δύο.
98 τοῦ δὲ Ἀμένωφις δεκαεννέα καὶ μῆνας ἕξ. τοῦ δὲ Σέθως ὁ καὶ Ῥαμέσσης ἱππικὴν καὶ ναυτικὴν ἔχων δύναμιν τὸν μὲν ἀδελφὸν Ἅρμαϊν ἐπίτροπον τῆς Αἰγύπτου κατέστησεν καὶ πᾶσαν μὲν αὐτῷ τὴν ἄλλην βασιλικὴν περιέθηκεν ἐξουσίαν, μόνον δὲ ἐνετείλατο διάδημα μὴ φορεῖν μηδὲ τὴν βασιλίδα μητέρα τε τῶν τέκνων ἀδικεῖν, ἀπέχεσθαι δὲ καὶ τῶν ἄλλων βασιλικῶν παλλακίδων.
99 αὐτὸς δὲ ἐπὶ Κύπρον καὶ Φοινίκην καὶ πάλιν Ἀσσυρίους τε καὶ Μήδους στρατεύσας ἅπαντας τοὺς μὲν δόρατι, τοὺς δὲ ἀμαχητὶ φόβῳ δὲ τῆς πολλῆς δυνάμεως ὑποχειρίους ἔλαβε καὶ μέγα φρονήσας ἐπὶ ταῖς εὐπραγίαις ἔτι καὶ θαρσαλεώτερον ἐπεπορεύετο τὰς πρὸς ἀνατολὰς πόλεις τε καὶ χώρας καταστρεφόμενος.
100 χρόνου τε ἱκανοῦ γεγονότος Ἅρμαϊς ὁ καταλειφθεὶς ἐν Αἰγύπτῳ πάντα τἄμπαλιν οἷς ἀδελφὸς παρῄνει μὴ ποιεῖν ἀδεῶς ἔπραττεν· καὶ γὰρ τὴν βασιλίδα βιαίως ἔσχεν καὶ ταῖς ἄλλαις παλλακίσιν ἀφειδῶς διετέλει χρώμενος, πειθόμενος δὲ ὑπὸ τῶν φίλων διάδημα ἐφόρει καὶ ἀντῆρε τῷ ἀδελφῷ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme