Thesauros Literature History Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
 
πρὸς μὲν οὖν τοὺς πολίτας ἐξάπτειν πόλεμον οὐκ ἐνόμιζον εὐσεβὲς εἶναι, βουλόμενος δʼ αὐτοὺς ἀποσπάσαι τῶν Τιβεριέων, μυρίους ὁπλίτας τοὺς ἀρίστους ἐπιλέξας εἰς τρεῖς μοίρας διεῖλον, καὶ τούτους μὲν ἀφανῶς ἐν δώμαις προσέταξα λοχῶντας περιμένειν,
 
χιλίους δʼ εἰς ἑτέραν κώμην ὀρεινὴν μὲν ὁμοίως, ἀπέχουσαν δὲ τῆς Τιβεριάδος τέσσαρας σταδίους, εἰσήγαγον κελεύσας ἐκείνους ἐπειδὰν λάβωσιν σημεῖον εὐθὺς καταβαίνειν· αὐτὸς δὲ τῆς κώμης προελθὼν ἐν προύπτῳ καθεζόμην.
 
οἱ δὲ Τιβεριεῖς ὁρῶντες ἐξέτρεχον συνεχῶς καὶ πολλὰ κατεκερτόμουν· τοσαύτη γοῦν ἀφροσύνη κατέσχεν αὐτούς, ὥστε ποιήσαντες εὐτρεπῆ κλίνην προύθεσαν καὶ περὶ αὐτὴν ἱστάμενοι ὠδύροντό με μετὰ παιδιᾶς καὶ γέλωτος. διετιθέμην δʼ ἐγὼ τὴν ψυχὴν ἡδέως τὴν ἄνοιαν αὐτῶν ἐπιβλέπων.
 
Βουλόμενος δὲ διʼ ἐνέδρας λαβεῖν τὸν Σίμωνα καὶ σὺν αὐτῷ Ἰώζαρον, πέμψας πρὸς αὐτοὺς παρεκάλουν ὀλίγον τῆς πόλεως πόρρω μετὰ φίλων πολλῶν τῶν παραφυλαξόντων αὐτοὺς ἐλθεῖν· βούλεσθαι γὰρ ἔφην καταβὰς σπείσασθαι πρὸς αὐτοὺς καὶ διανείμασθαι τὴν προστασίαν τῆς Γαλιλαίας.
 
Σίμων μὲν οὖν διὰ νεότητα καὶ πρὸς ἐλπίδα κέρδους ἀπατηθεὶς οὐκ ὤκνησεν ἐλθεῖν, ὁ δʼ Ἰώζαρος ἐνέδραν ὑποπτεύσας ἔμεινεν. ἀναβάντα δὴ τὸν Σίμωνα μετὰ φίλων τῶν παραφυλασσόντων αὐτὸν ὑπαντιάσας ἠσπαζόμην τε φιλοφρόνως καὶ χάριν ἔχειν ὡμολόγουν ἀναβάντι.
 
μετʼ οὐ πολὺ δὲ συμπεριπατῶν ὡς κατὰ μόνας τι βουλόμενος εἰπεῖν, ἐπεὶ πορρωτέρω τῶν φίλων ἀπήγαγον, μέσον ἀράμενος ἀγαγεῖν εἰς τὴν κώμην τοῖς μετʼ ἐμοῦ φίλοις ἔδωκα, τοὺς ὁπλίτας δὲ καταβῆναι κελεύσας προσέβαλλον μετʼ αὐτῶν τῇ Τιβεριάδι.
 
μάχης δὲ γενομένης ἀμφοτέρωθεν καρτερᾶς καὶ ὅσον οὔπω τῶν Τιβεριέων νικώντων, πεφεύγεισαν γὰρ οἱ παρʼ ἡμῶν ὁπλῖται, τὸ γινόμενον ἰδὼν καὶ τοὺς μετʼ ἐμαυτοῦ παρακαλέσας νικῶντας ἤδη τοὺς Τιβεριεῖς εἰς τὴν πόλιν συνεδίωξα. ἑτέραν δὲ δύναμιν εἰσπέμψας διὰ τῆς λίμνης προσέταξα τὴν πρώτην λαβοῦσιν οἰκίαν ἐμπρῆσαι.
 
τούτου γενομένου νομίσαντες οἱ Τιβεριεῖς εἰλῆφθαι κατὰ κράτος αὐτῶν τὴν πόλιν, ὑπὸ φόβου ῥίπτουσιν τὰ ὅπλα, μετὰ γυναικῶν δὲ καὶ τέκνων ἱκέτευον φείσασθαι τῆς πόλεως αὐτῶν.
 
ἐγὼ δὲ πρὸς τὰς δεήσεις ἐπικλασθεὶς τοὺς μὲν στρατιώτας τῆς ὁρμῆς ἐπέσχον, αὐτὸς δέ, καὶ γὰρ ἑσπέρα κατέλαβεν, μετὰ τῶν ὁπλιτῶν ἀπὸ τῆς πολιορκίας ὑποστρέψας περὶ τὴν τοῦ σώματος θεραπείαν ἐγινόμην.
 
καλέσας δὲ ἐπὶ τὴν ἑστίασιν τὸν Σίμωνα παρεμυθούμην περὶ τῶν γεγονότων ὑπισχνούμην τε δοὺς ἐφόδια αὐτῷ καὶ τοῖς σὺν αὐτῷ παραπέμψειν εἰς Ἱεροσόλυμα μετὰ πάσης ἀσφαλείας.
 
Κατὰ δὲ τὴν ἐπιοῦσαν ἡμέραν μυρίους ἐπαγόμενος ὁπλίτας ἧκον εἰς τὴν Τιβεριάδα, καὶ μεταπεμψάμενος εἰς τὸ στάδιον τοὺς πρώτους αὐτῶν τοῦ πλήθους ἐκέλευσα φράζειν, οἵτινες εἶεν αἴτιοι τῆς ἀποστάσεως.
 
ἐνδειξαμένων δὲ τοὺς ἄνδρας ἐκείνους μὲν δεδεμένους εἰς τὴν Ἰωταπάτην πόλιν ἐξέπεμψα, τοὺς δὲ περὶ τὸν Ἰωνάθην καὶ Ἀνανίαν λύσας τῶν δεσμῶν καὶ δοὺς ἐφόδια μετὰ Σίμωνος καὶ Ἰωζάρου καὶ ὁπλιτῶν πεντακοσίων, οἳ παραφυλάξουσιν αὐτούς, ἐξέπεμψα εἰς τὰ Ἱεροσόλυμα.
 
Τιβεριεῖς δὲ πάλιν προσελθόντες συγγινώσκειν αὐτοῖς παρεκάλουν περὶ τῶν πεπραγμένων, ἐπανορθώσεσθαι τὰς ἁμαρτίας τῇ μετὰ ταῦτα πρὸς ἐμὲ πίστει λέγοντες, τὰ δʼ ἐκ τῆς διαρπαγῆς περισσεύσαντα σῶσαί με τοῖς ἀπολέσασιν ἐδέοντο.
 
κἀγὼ τοῖς ἔχουσιν προσέταττον εἰς μέσον πάντα φέρειν, ἀπειθούντων δὲ μέχρι πολλοῦ, θεασάμενός τινα τῶν περὶ ἐμὲ στρατιωτῶν λαμπροτέραν τοῦ συνήθους περικείμενον στολὴν ἐπυθόμην, πόθεν ἔχοι.
 
εἰπόντος δὲ ἐκ τῆς κατὰ πόλιν ἁρπαγῆς, ἐκεῖνον μὲν πληγαῖς ἐκόλασα, τοῖς δὲ ἄλλοις ἅπασιν ἠπείλησα μείζω τιμωρίαν ἐπιθήσειν μὴ κομίσασιν εἰς τοὐμφανὲς ὅσα ἡρπάκεισαν. πολλῶν δὲ συνενεχθέντων ἑκάστῳ τῶν Τιβεριέων τὸ ἐπιγνωσθὲν ἀπέδωκα.
 
Γεγονὼς δʼ ἐνταῦθα τῆς διηγήσεως βούλομαι πρὸς Ἰοῦστον καὶ αὐτὸν τὴν περὶ τούτων πραγματείαν γεγραφότα πρός τε τοὺς ἄλλους τοὺς ἱστορίαν μὲν γράφειν ὑπισχνουμένους, περὶ δὲ τὴν ἀλήθειαν ὀλιγώρους καὶ διʼ ἔχθραν ἢ χάριν τὸ ψεῦδος οὐκ ἐντρεπομένους, [μικρὰ διελθεῖν].
 
πράττουσι μὲν γὰρ ὅμοιόν τι τοῖς περὶ συμβολαίων πλαστὰ γράμματα συντεθεικόσι, τῷ δὲ μηδεμίαν ὁμοίως τιμωρίαν ἐκείνοις δεδιέναι καταφρονοῦσι τῆς ἀληθείας.
 
Ἰοῦστος γοῦν συγγράφειν τὰς περὶ τούτων ἐπιχειρήσας πράξεις τὸν πόλεμον, ὑπὲρ τοῦ δοκεῖν φιλόπονος εἶναι ἐμοῦ μὲν κατέψευσται, ἠλήθευσε δὲ οὐδὲ περὶ τῆς πατρίδος. ὅθεν ἀπολογήσασθαι γὰρ νῦν ἀνάγκην ἔχω καταψευδομαρτυρούμενος, ἐρῶ τὰ μέχρι νῦν σεσιωπημένα.
 
καὶ μὴ θαυμάσῃ τις, ὅτι μὴ πάλαι περὶ τούτων ἐδήλωσα· τῷ γὰρ ἱστορίαν ἀναγράφοντι τὸ μὲν ἀληθεύειν ἀναγκαῖον, ἔξεστιν δʼ ὅμως μὴ πικρῶς τὰς τινῶν πονηρίας ἐλέγχειν, οὐ διὰ τὴν πρὸς ἐκείνους χάριν, ἀλλὰ διὰ τὴν αὐτοῦ μετριότητα.
 
πῶς οὖν, ἵνα φῶ πρὸς αὐτὸν ὡς παρόντα, Ἰοῦστε δεινότατε συγγραφέων, τοῦτο γὰρ αὐχεῖς περὶ σεαυτοῦ, αἴτιοι γεγόναμεν ἐγώ τε καὶ Γαλιλαῖοι τῇ πατρίδι σου τῆς πρὸς Ῥωμαίους καὶ πρὸς τὸν βασιλέα στάσεως;
 
πρότερον γὰρ ἢ ἐμὲ τῆς Γαλιλαίας στρατηγὸν ὑπὸ τοῦ κοινοῦ τῶν Ἱεροσολυμιτῶν χειροτονηθῆναι σὺ καὶ πάντες Τιβεριεῖς οὐ μόνον ἀνειλήφατε τὰ ὅπλα, ἀλλὰ καὶ τὰς ἐν τῇ Συρίᾳ δέκα πόλεις ἐπολεμεῖτε· σὺ γοῦν τὰς κώμας αὐτῶν ἐνέπρησας καὶ ὁ σὸς οἰκέτης ἐπὶ τῆς παρατάξεως ἐκείνης ἔπεσεν.
 
ταῦτα δὲ οὐκ ἐγὼ λέγω μόνος, ἀλλὰ καὶ ἐν τοῖς Οὐεσπασιανοῦ τοῦ αὐτοκράτορος ὑπομνήμασιν οὕτως γέγραπται, καὶ τίνα τρόπον ἐν Πτολεμαΐδι Οὐεσπασιανοῦ κατεβόησαν οἱ τῶν δέκα πόλεων ἔνοικοι τιμωρίαν ὑποσχεῖν σε τὸν αἴτιον ἀξιοῦντες.
 
καὶ δεδώκεις ἂν δίκην Οὐεσπασιανοῦ κελεύσαντος, εἰ μὴ βασιλεὺς Ἀγρίππας λαβὼν ἐξουσίαν ἀποκτεῖναί σε, πολλὰ τῆς ἀδελφῆς Βερενίκης δεηθείσης οὐκ ἀνελὼν δεδεμένον ἐπὶ πολὺν χρόνον ἐφύλαξεν.
 
καὶ αἱ μετὰ ταῦτα δὲ πολιτεῖαί σου σαφῶς ἐμφανίζουσιν τόν τε βίον τὸν ἄλλον καὶ ὅτι σὺ τὴν πατρίδα Ῥωμαίων ἀπέστησας, ὧν τὰ τεκμήρια κἀγὼ δηλώσω μετʼ ὀλίγον.
 
βούλομαι δʼ εἰπεῖν καὶ πρὸς τοὺς ἄλλους Τιβεριεῖς ὀλίγα διὰ σὲ καὶ παραστῆσαι τοῖς ἐντυγχάνειν μέλλουσιν ταῖς ἱστορίαις, ὅτι μήτε φιλορώμαιοι μήτε φιλοβασιλεῖς γεγόνατε·
 
τῶν ἐν τῇ Γαλιλαίᾳ πόλεων αἱ μέγισται Σέπφωρις καὶ Τιβεριὰς ἡ σὴ πατρίς, ὦ Ἰοῦστε. ἀλλὰ Σέπφωρις μὲν ἐν τῷ μεσαιτάτῳ τῆς Γαλιλαίας κειμένη καὶ περὶ αὐτὴν κώμας ἔχουσα πολλὰς καί τι καὶ θρασύνεσθαι δυναμένη πρὸς Ῥωμαίους εἴπερ ἠθέλησεν εὐχερῶς, διεγνωκυῖα τῇ πρὸς τοὺς δεσπότας ἐμμένειν πίστει κἀμὲ τῆς πόλεως αὐτῶν ἐξέκλεισε καὶ στρατεύσασθαί τινα τῶν πολιτῶν Ἰουδαίοις ἐκώλυσεν.
 
ὅπως δὲ καὶ τὰ πρὸς ἡμᾶς ἀσφαλεῖς εἶεν, ἠπάτησάν με τείχεσιν αὐτῶν τὴν πόλιν ὀχυρῶσαι προτρέψαντες, καὶ παρὰ Κεστίου Γάλλου τοῦ τῶν ἐν τῇ Συρίᾳ Ῥωμαϊκῶν ταγμάτων ἡγεμονεύοντος φρουρὰν ἑκόντες ἐδέξαντο, καταφρονήσαντες ἐμοῦ τότε μέγα δυναμένου καὶ πᾶσιν διʼ ἐκπλήξεως ὄντος.
 
πολιορκουμένης τε τῆς μεγίστης ἡμῶν πόλεως Ἱεροσολύμων καὶ τοῦ κοινοῦ πάντων ἱεροῦ κινδυνεύοντος ἐν τῇ τῶν πολεμίων ἐξουσίᾳ γενέσθαι συμμαχίαν οὐκ ἔπεμψαν μὴ βουλόμενοι δοκεῖν κατὰ Ῥωμαίων ὅπλα λαβεῖν.
 
ἡ δὲ σὴ πατρίς, ὦ Ἰοῦστε, κειμένη ἐν τῇ Γεννησαρίδι λίμνῃ καὶ ἀπέχουσα Ἵππου μὲν στάδια τριάκοντα, Γαδάρων δὲ ἑξήκοντα, Σκυθοπόλεως δὲ εἴκοσι καὶ ἑκατὸν τῆς ὑπηκόου βασιλεῖ, μηδεμιᾶς δὲ πόλεως Ἰουδαίων παρακειμένης, εἰ ἤθελεν τὴν πρὸς Ῥωμαίους πίστιν φυλάττειν, ῥᾳδίως ἐδύνατο.
 
καὶ γὰρ πολὺς ἦτε δῆμος καὶ ὅπλων εὐπορεῖτε. ἀλλʼ, ὡς σὺ φῄς, αἴτιος ὑμῖν ἐγὼ τότε. μετὰ ταῦτα δὲ τίς, ὦ Ἰοῦστε; πρὸ γὰρ τῆς Ἱεροσολύμων πολιορκίας οἶδας ὑπὸ Ῥωμαίοις ἐμὲ γενόμενον, καὶ Ἰωτάπατα κατὰ κράτος ληφθέντα φρούριά τε πολλά, πολύν τε Γαλιλαίων ὄχλον κατὰ τὴν μάχην πεσόντα.
 
τότʼ οὖν ἐχρῆν ὑμᾶς παντὸς ἀπηλλαγμένους τοῦ διʼ ἐμὲ φόβου ῥῖψαί τε τὰ ὅπλα καὶ παραστῆσαι τῷ βασιλεῖ καὶ Ῥωμαίοις, ὅτι δὴ οὐχ ἑκόντες, ἀλλʼ ἀναγκασθέντες ἐπὶ τὸν πρὸς αὐτοὺς ὡρμήσατε πόλεμον.
 
ὑμεῖς δὲ καὶ περιεμείνατε Οὐεσπασιανόν, ἕως αὐτὸς ἀφικόμενος μετὰ πάσης τῆς δυνάμεως προσέλθοι τοῖς τείχεσιν, καὶ τότε διὰ φόβον τὰ ὅπλα κατέθεσθε· καὶ πάντως ἂν ὑμῶν ἡ πόλις ἥλω κατὰ κράτος, εἰ μὴ τῷ βασιλεῖ δεομένῳ καὶ τὴν ἄνοιαν ὑμῶν παραιτουμένῳ συνεχώρησεν Οὐεσπασιανός. οὐκ ἐγὼ τοίνυν αἴτιος, ἀλλʼ ὑμεῖς οἱ πολεμικὰ φρονήσαντες.
 
ἢ οὐ μέμνησθε, ὅτι τοσαυτάκις ὑμῶν ἐγκρατὴς γενόμενος οὐδένα διέφθειρα, στασιάζοντες δʼ ὑμεῖς πρὸς ἀλλήλους, οὐ διὰ τὴν πρὸς Ῥωμαίους καὶ τὸν βασιλέα εὔνοιαν, διὰ δὲ τὴν ὑμετέραν αὐτῶν πονηρίαν ἑκατὸν ὀγδοηκονταπέντε τῶν πολιτῶν ἀπεκτείνατε, κατὰ τὸν καιρὸν ἐκεῖνον ἐμοῦ πολιορκουμένου ἐν Ἰωταπάτοις ὑπὸ Ῥωμαίων.
 
τί δʼ οὐχὶ καὶ κατὰ τὴν τῶν Ἱεροσολύμων πολιορκίαν δισχίλιοι Τιβεριέων ἐξητάσθησαν, οἱ μὲν πεπτωκότες, οἱ δὲ ληφθέντες αἰχμάλωτοι; ἀλλὰ σὺ πολέμιος οὐ γεγονέναι φήσεις, ὅτι πρὸς βασιλέα τότʼ ἔφυγες. καὶ τοῦτο δὲ διὰ τὸν ἐξ ἐμοῦ φόβον φημί σε πεποιηκέναι.
 
κἀγὼ μὲν πονηρός, ὡς λέγεις, ὁ δὲ βασιλεὺς Ἀγρίππας, ὁ τὴν ψυχήν σοι συγχωρήσας ὑπὸ Οὐεσπασιανοῦ θανεῖν κατακριθέντι, ὁ τοσούτοις δωρησάμενος χρήμασιν, τίνος ἕνεκεν ὕστερον δὶς μὲν ἔδησε, τοσαυτάκις δὲ φυγεῖν τὴν πατρίδα προσέταξεν, καὶ ἀποθανεῖν δὲ κελεύσας ἅπαξ τῇ ἀδελφῇ Βερενίκῃ πολλὰ δεηθείσῃ τὴν σὴν σωτηρίαν ἐχαρίσατο;
 
καὶ μετὰ τοσαῦτα δέ σου κακουργήματα τάξιν ἐπιστολῶν σοι πιστεύσας, ὡς καὶ ταύταις εὗρε ῥᾳδιουργόν, ἀπήλασε τῆς ὄψεως. ἀλλὰ περὶ μὲν τούτων ἐλέγχειν ἐπʼ ἀκριβὲς ἐῶ.
 
θαυμάζειν δʼ ἔπεισί μοι τὴν σὴν ἀναίδειαν, ὅτι τολμᾷς λέγειν ἁπάντων τῶν τὴν πραγματείαν ταύτην γεγραφότων αὐτὸς ἄμεινον ἐξηγγελκέναι, μήτε τὰ πραχθέντα κατὰ τὴν Γαλιλαίαν ἐπιστάμενος, ἦς γὰρ ἐν Βηρυτῷ τότε παρὰ βασιλεῖ, μηθʼ ὅσα ἔπαθον Ῥωμαῖοι ἐπὶ τῆς Ἰωταπάτων πολιορκίας ἢ ἔδρασαν ἡμᾶς παρακολουθήσας, μήθʼ ὅσα κατʼ ἐμαυτὸν ἔπραξα πολιορκούμενος δυνηθεὶς πυθέσθαι· πάντες γὰρ οἱ ἀπαγγείλαντες ἂν διεφθάρησαν ἐπὶ τῆς παρατάξεως ἐκείνης.
 
ἀλλʼ ἴσως τὰ κατὰ τὴν Ἱεροσόλυμα πραχθέντα μετὰ ἀκριβείας φήσεις συγγεγραφέναι. καὶ πῶς οἷόν τε; οὔτε γὰρ τῷ πολέμῳ παρέτυχες οὔτε τὰ Καίσαρος ἀνέγνως ὑπομνήματα. μέγιστον δὲ τεκμήριον· τοῖς γὰρ Καίσαρος ὑπομνήμασιν ἐναντίαν πεποίησαι τὴν γραφήν.
 
εἰ δὲ θαρρεῖς ἄμεινον ἁπάντων συγγεγραφέναι, διὰ τί ζώντων Οὐεσπασιανοῦ καὶ Τίτου τῶν αὐτοκρατόρων τῶν τὸν πόλεμον κατεργασαμένων καὶ βασιλέως Ἀγρίππα περιόντος ἔτι καὶ τῶν ἐκ γένους αὐτοῦ πάντων, ἀνδρῶν τῆς Ἑλληνικῆς παιδείας ἐπὶ πλεῖστον ἡκόντων, τὴν ἱστορίαν οὐκ ἔφερες εἰς μέσον;
 
πρὸ γὰρ εἴκοσι ἐτῶν εἶχες γεγραμμένην καὶ παρʼ εἰδότων ἔμελλες τῆς ἀκριβείας τὴν μαρτυρίαν ἀποφέρεσθαι· νῦν δʼ, ὅτʼ ἐκεῖνοι μὲν οὐκέτʼ εἰσὶν μεθʼ ἡμῶν, ἐλεγχθῆναι δʼ οὐ νομίζεις, τεθάρρηκας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme