398
κατὰ τοῦτον δὲ τὸν καιρὸν ἡ παρὰ βασιλέως δύναμις ἧκεν ἱππική τε καὶ πεζικὴ καὶ Σύλλας ἐπʼ αὐτῆς ἡγεμὼν ὁ ἐπὶ τῶν σωματοφυλάκων. οὗτος οὖν βαλόμενος στρατόπεδον Ἰουλιάδος ἀπέχον σταδίους πέντε φρουρὰν ἐφίστησιν ταῖς ὁδοῖς, τῇ τε εἰς Σελεύκειαν ἀγούσῃ καὶ τῇ εἰς Γάμαλα τὸ φρούριον, ὑπὲρ τοῦ τὰς παρὰ τῶν Γαλιλαίων ὠφελείας τοῖς ἐνοίκοις ἀποκλείειν.
399
Ταῦτα δʼ ὡς ἐπυθόμην ἐγὼ πέμπω δισχιλίους ὁπλίτας καὶ στρατηγὸν αὐτῶν Ἱερεμίαν, οἳ δὴ καὶ χάρακα θέντες ἀπὸ σταδίου τῆς Ἰουλιάδος πλησίον τοῦ Ἰορδάνου ποταμοῦ πλέον ἀκροβολισμῶν οὐδὲν ἔπραξαν, μέχρι τρισχιλίους στρατιώτας αὐτὸς ἀναλαβὼν ἧκον πρὸς αὐτούς.
400
κατὰ δὲ τὴν ἐπιοῦσαν ἡμέραν ἔν τινι φάραγγι καθίσας λόχον οὐκ ἄπωθεν αὐτῶν τοῦ χάρακος προεκαλούμην τοὺς βασιλικοὺς εἰς μάχην, παραινέσας τοῖς μετʼ ἐμοῦ στρατιώταις στρέψαι τὰ νῶτα, μέχρις ἂν ἐπισπάσωνται τοὺς πολεμίους προελθεῖν· ὅπερ καὶ ἐγένετο.
401
Σύλλας γὰρ εἰκάσας ταῖς ἀληθείαις τοὺς ἡμετέρους φεύγειν προελθὼν ἐπιδιώκειν οἷός τε ἦν, κατὰ νώτου δʼ αὐτὸν λαμβάνουσιν οἱ ἐκ τῆς ἐνέδρας καὶ σφόδρα πάντας ἐθορύβησαν.
402
ἐγὼ δʼ εὐθὺς ὀξείᾳ χρησάμενος ὑποστροφῇ μετὰ τῆς δυνάμεως ὑπήντησα τοῖς βασιλικοῖς καὶ εἰς φυγὴν ἔτρεψα. κἂν κατώρθωτό μοι κατὰ τὴν ἡμέραν ἐκείνην ἡ πρᾶξις μὴ ἐμποδὼν γενομένου δαίμονός τινος·
403
ὁ γὰρ ἵππος, ἐφʼ ᾧ τὴν μάχην ἐποιούμην, εἰς τελματώδη τόπον ἐμπεσὼν συγκατήνεγκέ με ἐπὶ τοὔδαφος. θραύσεως δὲ τῶν ἄρθρων γενομένης ἐπὶ τὸν ταρσὸν τῆς χειρὸς ἐκομίσθην εἰς κώμην Κεφαρνωκὸν λεγομένην.