Thesauros Literature History Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
394 Σεπφωρῖται δὲ παραδόξως τὸν πρῶτον κίνδυνον διαφυγόντες πρὸς Κέστιον Γάλλον ἔπεμψαν ἥκειν παρακαλοῦντες ὡς αὐτοὺς θᾶττον παραληψόμενον τὴν πόλιν, ἢ πέμπειν δύναμιν τὴν ἀνακόψουσαν τὰς ἐπʼ αὐτοὺς τῶν πολεμίων ἐπιδρομάς· καὶ τέλος ἔπεισαν τὸν Γάλλον πέμψαι δύναμιν αὐτοῖς ἱππικήν τε καὶ πεζικήν, ἣν ἐλθοῦσαν νυκτὸς εἰσεδέξαντο.
395 κακουμένης δὲ ὑπὸ τῆς Ῥωμαϊκῆς στρατιᾶς τῆς [πέριξ] χώρας ἀναλαβὼν ἐγὼ τοὺς περὶ ἐμὲ στρατιώτας ἧκον εἰς Γαρεις κώμην. ἔνθα βαλόμενος χάρακα πόρρω τῆς Σεπφωριτῶν πόλεως ἀπὸ σταδίων εἴκοσι νυκτὸς ἐπʼ αὐτῇ προσέμιξα καὶ τοῖς τείχεσι προσέβαλλον,
396 καὶ διὰ κλιμάκων ἐμβιβάσας συχνοὺς τῶν στρατιωτῶν ἐγκρατὴς τοῦ πλείστου τῆς πόλεως μέρους ἐγενόμην, μετʼ οὐ πολὺ δὲ διὰ τὴν τῶν τόπων ἄγνοιαν ἀναγκασθέντες ὑπεχωρήσαμεν, ἀνελόντες Ῥωμαίων μὲν ἱππεῖς δύο, πεζοὺς δὲ δέκα, ὀλίγους δὲ Σεπφωριτῶν, αὐτοὶ δʼ ἕνα μόνον ἀπεβάλομεν.
397 γενομένης δʼ ὕστερον ἡμῖν κατὰ τὸ πεδίον μάχης πρὸς τοὺς ἱππεῖς μέχρι πολλοῦ καρτερῶς διακινδυνεύσαντες ἡττήθημεν· περιελθόντων γὰρ τῶν Ῥωμαίων οἱ μετʼ ἐμοῦ δείσαντες ἔφυγον εἰς τοὐπίσω. πίπτει δʼ ἐπὶ τῆς παρατάξεως ἐκείνης εἷς τῶν πεπιστευμένων τὴν τοῦ σώματός μου φυλακὴν Ἰοῦστος τοὔνομα καὶ παρὰ βασιλεῖ ποτε τὴν αὐτὴν τάξιν ἐσχηκώς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme