Thesauros Literature History Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
381 Καὶ Τιβεριὰς δὲ παρʼ ὀλίγον ἀνηρπάσθη ὑπὸ Γαλιλαίων τοιαύτης αἰτίας ὑποπεσούσης· τῶν ἐκ τῆς βουλῆς οἱ πρῶτοι γράφουσι πρὸς τὸν βασιλέα παρακαλοῦντες ἀφικέσθαι πρὸς αὐτοὺς παραληψόμενον τὴν πόλιν.
382 ὑπέσχετο δʼ ὁ βασιλεὺς ἔρχεσθαι, καὶ τὰς ἐπιστολὰς ἀντιγράφει καὶ τῶν περὶ τὸν κοιτῶνα τινί, Κρίσπῳ μὲν τοὔνομα, τὸ δὲ γένος Ἰουδαίῳ, δίδωσι πρὸς τοὺς Τιβεριεῖς φέρειν.
383 τοῦτον κομίσαντα τὰ γράμματα γνωρίσαντες οἱ Γαλιλαῖοι καὶ συλλαβόντες ἄγουσιν ἐπʼ ἐμέ. τὸ δὲ πᾶν πλῆθος, ὡς ἤκουσεν, παροξυνθὲν ἐφʼ ὅπλα τρέπεται.
384 συναχθέντες δὲ πολλοὶ πολλαχόθεν κατὰ τὴν ἐπιοῦσαν ἧκον εἰς Ἄσωχιν πόλιν, ἔνθα δὴ τὴν κατάλυσιν ἐποιούμην, καταβοήσεις τε σφόδρα ἐποιοῦντο, προδότιν ἀποκαλοῦντες τὴν Τιβεριάδα καὶ βασιλέως φίλην, ἐπιτρέπειν τε ἠξίουν αὐτοῖς καταβᾶσιν ἄρδην ἀφανίσαι· καὶ γὰρ πρὸς τοὺς Τιβεριεῖς εἶχον ἀπεχθῶς, ὡς πρὸς τοὺς Σεπφωρίτας.
385 Ἐγὼ δʼ ἀκούσας ἠπόρουν, τίνα τρόπον ἐξαρπάσω τὴν Τιβεριάδα τῆς Γαλιλαίων ὀργῆς. ἀρνήσασθαι γὰρ οὐκ ἐδυνάμην μὴ γεγραφέναι τοὺς Τιβεριεῖς καλοῦντας τὸν βασιλέα· ἤλεγχον γὰρ αἱ παρʼ ἐκείνου πρὸς αὐτοὺς ἀντιγραφαὶ τὴν ἀλήθειαν.
386 σύννους οὖν πολλὴν γενόμενος ὥραν, ὅτι μὲν ἠδικήκασιν, εἶπον, Τιβεριεῖς, οἶδα κἀγώ, τὴν πόλιν δʼ αὐτῶν ὑμᾶς οὐ κωλύσω διαρπάσαι. δεῖ δʼ ὅμως καὶ μετὰ κρίσεως τὰ τηλικαῦτα πράττειν· οὐ γὰρ μόνοι Τιβεριεῖς προδόται τῆς ἐλευθερίας ἡμῶν γεγόνασιν, ἀλλὰ πολλοὶ καὶ τῶν ἐν Γαλιλαίᾳ δοκιμωτάτων.
387 προσμείνατε δὴ μέχρι τοὺς αἰτίους ἀκριβῶς ἐκμάθω, καὶ τότε πάντας ὑποχειρίους ἕξετε καὶ ὅσους ἰδίᾳ ἐπάξαι δυνήσεσθε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme