Thesauros Literature History Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
333 Τιβεριεῖς δὲ πάλιν προσελθόντες συγγινώσκειν αὐτοῖς παρεκάλουν περὶ τῶν πεπραγμένων, ἐπανορθώσεσθαι τὰς ἁμαρτίας τῇ μετὰ ταῦτα πρὸς ἐμὲ πίστει λέγοντες, τὰ δʼ ἐκ τῆς διαρπαγῆς περισσεύσαντα σῶσαί με τοῖς ἀπολέσασιν ἐδέοντο.
334 κἀγὼ τοῖς ἔχουσιν προσέταττον εἰς μέσον πάντα φέρειν, ἀπειθούντων δὲ μέχρι πολλοῦ, θεασάμενός τινα τῶν περὶ ἐμὲ στρατιωτῶν λαμπροτέραν τοῦ συνήθους περικείμενον στολὴν ἐπυθόμην, πόθεν ἔχοι.
335 εἰπόντος δὲ ἐκ τῆς κατὰ πόλιν ἁρπαγῆς, ἐκεῖνον μὲν πληγαῖς ἐκόλασα, τοῖς δὲ ἄλλοις ἅπασιν ἠπείλησα μείζω τιμωρίαν ἐπιθήσειν μὴ κομίσασιν εἰς τοὐμφανὲς ὅσα ἡρπάκεισαν. πολλῶν δὲ συνενεχθέντων ἑκάστῳ τῶν Τιβεριέων τὸ ἐπιγνωσθὲν ἀπέδωκα.
336 Γεγονὼς δʼ ἐνταῦθα τῆς διηγήσεως βούλομαι πρὸς Ἰοῦστον καὶ αὐτὸν τὴν περὶ τούτων πραγματείαν γεγραφότα πρός τε τοὺς ἄλλους τοὺς ἱστορίαν μὲν γράφειν ὑπισχνουμένους, περὶ δὲ τὴν ἀλήθειαν ὀλιγώρους καὶ διʼ ἔχθραν ἢ χάριν τὸ ψεῦδος οὐκ ἐντρεπομένους, [μικρὰ διελθεῖν].
337 πράττουσι μὲν γὰρ ὅμοιόν τι τοῖς περὶ συμβολαίων πλαστὰ γράμματα συντεθεικόσι, τῷ δὲ μηδεμίαν ὁμοίως τιμωρίαν ἐκείνοις δεδιέναι καταφρονοῦσι τῆς ἀληθείας.
338 Ἰοῦστος γοῦν συγγράφειν τὰς περὶ τούτων ἐπιχειρήσας πράξεις τὸν πόλεμον, ὑπὲρ τοῦ δοκεῖν φιλόπονος εἶναι ἐμοῦ μὲν κατέψευσται, ἠλήθευσε δὲ οὐδὲ περὶ τῆς πατρίδος. ὅθεν ἀπολογήσασθαι γὰρ νῦν ἀνάγκην ἔχω καταψευδομαρτυρούμενος, ἐρῶ τὰ μέχρι νῦν σεσιωπημένα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme