Thesauros Literature History Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
315 ὁ δʼ Ἰωάννης οὐ μόνον τούτοις συνηρέσκετο, καὶ πορευθῆναι δὲ συνεβούλευεν αὐτῶν τοὺς δύο κατηγορήσοντάς μου πρὸς τὸ πλῆθος, ὅτι μὴ καλῶς τὰ κατὰ τὴν Γαλιλαίαν διοικῶ, καὶ πείσειν ῥᾳδίως αὐτοὺς ἔφη διά τε τὸ ἀξίωμα καὶ παντὸς πλήθους εὐτρέπτως ἔχοντος.
316 δόξαντος οὖν τοῦ Ἰωάννου κρατίστην εἰσενηνοχέναι γνώμην, ἔδοξε δύο μὲν ἀπιέναι πρὸς τοὺς Ἱεροσολυμίτας, Ἰωνάθην καὶ Ἀνανίαν, τοὺς ἑτέρους δὲ δύο μένοντας ἐν τῇ Τιβεριάδι καταλιπεῖν. συνεπηγάγοντο δὲ φυλακῆς ἕνεκα τῆς ἑαυτῶν ὁπλίτας ἑκατόν.
317 Τιβεριεῖς δὲ τὰ μὲν τείχη προυνόησαν ἀσφαλισθῆναι, τοὺς ἐνοίκους δὲ κελεύουσιν ἀναλαβεῖν τὰ ὅπλα, καὶ παρὰ Ἰωάννου δὲ μετεπέμψαντο στρατιώτας οὐκ ὀλίγους συμμαχήσοντας, εἰ δεήσειεν, αὐτοῖς τὰ πρὸς ἐμέ.
318 ἦν δὲ ὁ Ἰωάννης ἐν Γισχάλοις. οἱ τοίνυν περὶ τὸν Ἰωνάθην ἀναζεύξαντες ἀπὸ τῆς Τιβεριάδος, ὡς ἧκον εἰς Δαβάριττα κώμην ἐν ταῖς ἐσχατιαῖς τῆς Γαλιλαίας κειμένην ἐν τῷ μεγάλῳ πεδίῳ, περὶ μέσην νύκτα τοῖς ἐμοῖς φύλαξιν ἐμπίπτουσιν, οἳ καὶ κελεύσαντες αὐτοὺς τὰ ὅπλα καταθέσθαι ἐφύλασσον ἐν δεσμοῖς ἐπὶ τόπου καθὼς αὐτοῖς ἐντετάλμην.
319 γράφει δὲ πρὸς ἐμὲ ταῦτα δηλῶν Λευίς, ᾧ τὴν φυλακὴν πεπιστεύκειν. παραλιπὼν οὖν ἡμέρας δύο καὶ μηδὲν ἐγνωκέναι προσποιησάμενος, πέμψας πρὸς τοὺς Τιβεριεῖς συνεβούλευον αὐτοῖς τὰ ὅπλα καταθεμένοις ἀπολύειν τοὺς ἀνθρώπους εἰς τὴν ἑαυτῶν.
320 οἱ δέ, δόξαν γὰρ εἶχον περὶ τὸν Ἰωνάθην εἰς τὰ Ἱεροσόλυμα ἤδη διαπεπορεῦσθαι, βλασφήμους ἐποιήσαντο τὰς ἀποκρίσεις· μὴ καταπλαγεὶς δʼ ἐγὼ καταστρατηγεῖν αὐτοὺς ἐπενόουν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme