Thesauros Literature History Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
284 ὑποστρέφω συντόνως ὁδεύσας, καὶ καταλαμβάνω τήν τε βουλὴν πᾶσαν συνεληλυθυῖαν καὶ τὸν δημοτικὸν ὄχλον ποιουμένους τε πολλὴν κατηγορίαν μου τοὺς περὶ τὸν Ἰωνάθην, ὡς τοῦ μὲν τὸν πόλεμον ἐπελαφρύνειν αὐτοῖς ἀμελοῦντος, ἐν τρυφαῖς δὲ διάγοντος.
285 ταῦτα δὲ λέγοντες προύφερον ἐπιστολὰς τέσσαρας ὡς ἀπὸ τῶν ἐν τῇ μεθορίᾳ τῆς Γαλιλαίας γεγραμμένας πρὸς αὐτοὺς ἐπὶ βοήθειαν ἥκειν παρακαλούντων, Ῥωμαίων γὰρ δύναμιν μέλλειν ἱππέων τε καὶ πεζῶν εἰς τρίτην ἡμέραν τὴν χώραν αὐτῶν λεηλατεῖν, ἐπισπεύδειν τε καὶ μὴ περιοφθῆναι δεομένων.
286 ταῦτʼ ἀκούσαντες οἱ Τιβεριεῖς λέγειν ἀληθῆ δόξαντες αὐτοὺς καταβοήσεις ἐποιοῦντο, μὴ καθέζεσθαί με δεῖν λέγοντες, ἀλλʼ ἀπελθεῖν ἐπικουρήσοντα τοῖς ὁμοεθνέσιν αὐτῶν.
287 πρὸς ταῦτʼ ἐγώ, συνῆκα γὰρ τὴν ἐπίνοιαν τῶν περὶ τὸν Ἰωνάθην, ὑπακούσεσθαι μὲν ἔφην ἑτοίμως καὶ χωρὶς ἀναβολῆς ὁρμήσειν πρὸς τὸν πόλεμον ἐπηγγειλάμην, συνεβούλευον δʼ ὅμως, ἐπεὶ τὰ γράμματα κατὰ τέσσαρας τόπους Ῥωμαίους σημαίνει προσβαλεῖν, εἰς πέντε μοίρας διελόντας τὴν δύναμιν ἑκάστῃ τούτων ἐπιστῆσαι τοὺς περὶ τὸν Ἰωνάθην καὶ τοὺς ἑταίρους αὐτοῦ·
288 πρέπειν γὰρ ἀνδράσιν ἀγαθοῖς μὴ μόνον συμβουλεύειν, ἀλλὰ χρείας ἐπειγούσης ἡγουμένους βοηθεῖν· ἐγὼ γὰρ πλὴν μιᾶς μοίρας οὐκ ἔφην ἀφηγεῖσθαι δυνατὸς εἶναι.
289 σφόδρα τῷ πλήθει συνήρεσεν ἡ ʼμὴ συμβουλία· κἀκείνους οὖν ἠνάγκαζον ἐπὶ τὸν πόλεμον ἐξιέναι. τοῖς δʼ οὔτι μετρίως συνεχύθησαν αἱ γνῶμαι μὴ κατεργασαμένοις ἃ διενοήθησαν ἐμοῦ τοῖς ἐπιχειρήμασιν αὐτῶν ἀντιστρατηγήσαντος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme