Thesauros Literature History Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
262 Ταῦτʼ ἀκοῦσαν τὸ πλῆθος σφόδρα παροξυνθὲν ἐπὶ τὸν Ἰωνάθην ὥρμα καὶ τοὺς σὺν αὐτῷ συμπαρόντας ὡς διαφθεροῦντες· κἂν ἐπεπράχεισαν τὸ ἔργον, εἰ μὴ τοὺς μὲν Γαλιλαίους ἔπαυσα τῆς ὀργῆς, τοῖς περὶ τὸν Ἰωνάθην δʼ ἔφην συγγινώσκειν τῶν ἤδη πεπραγμένων, εἰ μέλλοιεν μετανοήσειν καὶ πορευθέντες εἰς τὴν πατρίδα λέγοιεν τοῖς πέμψασι τἀληθῆ περὶ τῶν ἐμοὶ πεπολιτευμένων.
263 ταῦτʼ εἰπὼν ἀπέλυον αὐτοὺς καίτοι γιγνώσκων, ὅτι μηδὲν ὧν ὑπέσχοντο ποιήσουσιν. τὸ πλῆθος δʼ εἰς ὀργὴν ἐξεκαίετο κατʼ αὐτῶν κἀμὲ παρεκάλουν ἐπιτρέπειν αὐτοῖς τιμωρήσασθαι τοὺς τοιαῦτα τολμήσαντας.
264 παντοῖος μὲν [οὖν] ἐγινόμην πείθων αὐτοὺς φείσασθαι τῶν ἀνδρῶν· πᾶσαν γὰρ ᾔδειν στάσιν ὄλεθρον οὖσαν τοῦ κοινῇ συμφέροντος· τὸ δὲ πλῆθος ἔσχεν τὴν κατʼ αὐτῶν ὀργὴν ἀμετάβλητον, καὶ πάντες ὥρμησαν ἐπὶ τὴν οἰκίαν, ἐν ᾗ κατήγοντο οἱ περὶ τὸν Ἰωνάθην.
265 ἐγὼ δὲ συνορῶν τὴν ὁρμὴν οὖσαν αὐτῶν ἀνεπίσχετον ἀναπηδήσας ἐφʼ ἵππον ἐκέλευσα τοῖς πλήθεσιν πρὸς Σωγάνην κώμην ἕπεσθαι Γαβάρων ἀπέχουσαν εἴκοσι στάδια. καὶ τοιούτῳ στρατηγήματι χρησάμενος παρέσχον ἐμαυτῷ τὸ μὴ δοκεῖν ἐμφυλίου πολέμου κατάρχειν.
266 Ἐπεὶ δὲ περὶ τὰς Σωγανέας ἐγενόμην, ἐπιστήσας τὸ πλῆθος καὶ παραινέσει χρησάμενος περὶ τοῦ μὴ πρὸς τὰς ὀργὰς καὶ ταῦτʼ ἐπʼ ἀνηκέστοις τιμωρίαις ὀξέως φέρεσθαι, κελεύω τοὺς καθʼ ἡλικίαν ἤδη προβεβηκότας καὶ πρώτους παρʼ αὐτοῖς ἑκατὸν ἄνδρας ὡς πορευσομένους εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν εὐτρεπίζεσθαι, μέμψιν ποιησομένους ἐπὶ τοῦ δήμου τῶν τὴν χώραν διαστασιαζόντων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme