241
Ἰερεμίαν δὲ καὶ αὐτὸν ἐκ τῶν φίλων μου μεθʼ ἑξακοσίων ὁπλιτῶν εἰς τὴν μεθόριον τῆς Γαλιλαίας ἔπεμψα τὰς ἀπὸ ταύτης εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν ὁδοὺς παραφυλάξοντα, πρόσταγμα δοὺς κἀκείνῳ τοὺς μετʼ ἐπιστολῶν ὁδεύοντας συλλαμβάνειν καὶ τοὺς μὲν ἄνδρας ἐν δεσμοῖς ἐπὶ τόπου φυλάττειν, τὰ δὲ γράμματα πρὸς ἐμὲ διαπέμπειν.
242
Ταῦτα τοῖς πεμπομένοις ἐντειλάμενος Γαλιλαίοις διήγγειλα κελεύων εἰς τὴν ἐπιοῦσαν ἀναλαβόντας τὰ ὅπλα καὶ τριῶν ἡμερῶν τροφὴν εἰς Γαβαρὼθ κώμην παραγενέσθαι πρός με. τῶν δὲ περὶ ἐμὲ ὁπλιτῶν μοίρας τέτταρας νείμας τοὺς πιστοτάτους αὐτῶν περὶ τὴν τοῦ σώματος φυλακὴν ἔταξα, ταξιάρχους αὐτοῖς ἐπιστήσας καὶ φροντίζειν κελεύσας ὑπὲρ τοῦ μηδένα στρατιώτην ἄγνωστον αὐτοῖς συναναμίγνυσθαι.
243
τῇ δʼ ἐπιούσῃ περὶ πέμπτην ὥραν ἐν Γαβαρὼθ γενόμενος εὑρίσκω πᾶν τὸ πεδίον τὸ πρὸ τῆς κώμης ὁπλιτῶν πλῆρες τῶν ἐκ τῆς Γαλιλαίας ἐπὶ τὴν συμμαχίαν παρόντων, ὡς αὐτοῖς παρηγγέλκειν· πολὺς δὲ καὶ ἄλλος ἐκ τῶν κωμῶν ὄχλος συνέτρεχεν.
244
ἐπεὶ δὲ καταστὰς εἰς αὐτοὺς λέγειν ἠρξάμην, ἐβόων ἅπαντες εὐεργέτην καὶ σωτῆρα τῆς χώρας αὐτῶν καλοῦντες. κἀγὼ χάριν αὐτοῖς ἔχειν ὁμολογήσας συνεβούλευον πρὸς μηδένα μήτε πολεμεῖν μήτε ἁρπαγῇ μολύνειν τὰς χεῖρας, ἀλλὰ σκηνοῦν κατὰ τὸ πεδίον ἀρκουμένους τοῖς ἑαυτῶν ἐφοδίοις· θέλειν γὰρ ἔφασκον τὰς ταραχὰς χωρὶς φόνων καταστεῖλαι.