Thesauros Literature History Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
162 εἰ δὲ τοῖς Ταριχεώταις καὶ τοῖς παρʼ αὐτοῖς ξένοις ἐπιτρέψαιμι τὴν πόλιν διαρπάζειν, ἑώρων οὐχ ἱκανοὺς ἐσομένους, τὴν ἐμὴν ὑπέρθεσιν ἑώρων μακροτάτην· φθήσεσθαι γὰρ καὶ τὴν παρὰ βασιλέως δύναμιν ἀφικομένην, καὶ ἐκπεσεῖσθαι τῆς πόλεως ᾠόμην.
163 ἐβουλευόμην οὖν στρατηγήματι χρῆσθαί τινι κατʼ αὐτῶν. παραχρῆμα δὴ τοὺς πιστοτάτους τῶν φίλων ταῖς πύλαις τῶν Ταριχεῶν ἐπιστήσας φυλάξοντας μετʼ ἀσφαλείας τοὺς ἐξιέναι θέλοντας καὶ τοὺς πρώτους τῶν οἴκων προσκαλεσάμενος, αὐτῶν ἕκαστον ἐκέλευσα καθελκύσαντα πλοῖον ἐμβάντα συνεπαγόμενον τὸν κυβερνήτην ἕπεσθαί μοι πρὸς τὴν Τιβεριέων πόλιν.
164 καὶ αὐτὸς δὲ μετὰ τῶν φίλων καὶ τῶν ὁπλιτῶν, οὓς ἔφην ἑπτὰ τὸν ἀριθμὸν εἶναι, ἐμβὰς ἔπλεον ἐπὶ τὴν Τιβεριάδα.
165 Τιβεριεῖς δὲ τὴν παρὰ τοῦ βασιλέως δύναμιν ὡς ἔγνωσαν οὐχ ἥκουσαν αὐτοῖς, πλοίων δὲ τὴν λίμνην πᾶσαν ἐθεάσαντο πλήρη, δείσαντες περὶ τῇ πόλει καὶ καταπλαγέντες ὡς ἐπιβατῶν πλήρεις εἶναι νέας, μετατίθενται τὰς γνώμας.
166 ῥίψαντες οὖν τὰ ὅπλα μετὰ γυναικῶν καὶ παίδων ὑπηντίαζον πολλὰς μετʼ ἐπαίνων εἰς ἐμὲ φωνὰς ἀφιέντες, εἴκαζον γὰρ οὐ προπεπύσθαι με τὴν διάνοιαν αὐτῶν, καὶ παρεκάλουν φείσασθαι τῆς πόλεως.
167 ἐγὼ δὲ πλησίον γενόμενος ἀγκύρας μὲν ἔτι πόρρω τῆς γῆς ἐκέλευον βαλέσθαι τοὺς κυβερνήτας ὑπὲρ τοῦ μὴ κατάδηλα τοῖς Τιβεριεῦσιν εἶναι τὰ πλοῖα κενὰ τῶν ἐπιβατῶν ὄντα, πλησιάσας δʼ αὐτὸς ἔν τινι πλοίῳ κατεμεμφόμην αὐτῶν τὴν ἄγνοιαν, καὶ ὅτι δὴ οὕτως εὐχερεῖς εἶεν πάσης δικαίας ἄνευ προφάσεως ἐξίστασθαι τῆς πρός με πίστεως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme