Thesauros Literature History Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
13 Μετʼ εἰκοστὸν δὲ καὶ ἕκτον ἐνιαυτὸν εἰς Ῥώμην μοι συνέπεσεν ἀναβῆναι διὰ τὴν λεχθησομένην αἰτίαν· καθʼ ὃν χρόνον Φῆλιξ τῆς Ἰουδαίας ἐπετρόπευεν ἱερεῖς τινας συνήθεις ἐμοὶ καλοὺς κἀγαθοὺς διὰ μικρὰν καὶ τὴν τυχοῦσαν αἰτίαν δήσας εἰς τὴν Ῥώμην ἔπεμψε λόγον ὑφέξοντας τῷ Καίσαρι.
14 οἷς ἐγὼ πόρον εὑρέσθαι βουλόμενος σωτηρίας, μάλιστα δὲ πυθόμενος ὅτι καίπερ ἐν κακοῖς ὄντες οὐκ ἐπελάθοντο τῆς εἰς τὸ θεῖον εὐσεβείας, διατρέφοιντο δὲ σύκοις καὶ καρύοις, ἀφικόμην εἰς τὴν Ῥώμην πολλὰ κινδυνεύσας κατὰ θάλασσαν.
15 βαπτισθέντος γὰρ ἡμῶν τοῦ πλοίου κατὰ μέσον τὸν Ἀδρίαν περὶ ἑξακοσίους τὸν ἀριθμὸν ὄντες διʼ ὅλης τῆς νυκτὸς ἐνηξάμεθα, καὶ περὶ ἀρχομένην ἡμέραν ἐπιφανέντος ἡμῖν κατὰ θεοῦ πρόνοιαν Κυρηναϊκοῦ πλοίου φθάσαντες τοὺς ἄλλους ἐγώ τε καί τινες ἕτεροι περὶ ὀγδοήκοντα σύμπαντες ἀνελήφθημεν εἰς τὸ πλοῖον.
16 διασωθεὶς δʼ εἰς τὴν Δικαιάρχειαν, ἣν Ποτιόλους Ἰταλοὶ καλοῦσιν, διὰ φιλίας ἀφικόμην Ἁλιτύρῳ, μιμολόγος δʼ ἦν οὗτος μάλιστα τῷ Νέρωνι καταθύμιος Ἰουδαῖος τὸ γένος, καὶ διʼ αὐτοῦ Ποππαίᾳ τῇ τοῦ Καίσαρος γυναικὶ γνωσθεὶς προνοῶ ὡς τάχιστα παρακαλέσας αὐτὴν τοὺς ἱερεῖς λυθῆναι. μεγάλων δὲ δωρεῶν πρὸς τῇ εὐεργεσίᾳ ταύτῃ τυχὼν παρὰ τῆς Ποππαίας ὑπέστρεφον ἐπὶ τὴν οἰκείαν.
17 Καταλαμβάνω δʼ ἤδη νεωτερισμῶν ἀρχὰς καὶ πολλοὺς ἐπὶ τῇ Ῥωμαίων ἀποστάσει μέγα φρονοῦντας. καταστέλλειν οὖν ἐπειρώμην τοὺς στασιώδεις καὶ μετανοεῖν ἔπειθον ποιησαμένους πρὸ ὀφθαλμῶν πρὸς οὓς πολεμήσουσιν, ὅτι Ῥωμαίων οὐ κατʼ ἐμπειρίαν μόνον πολεμικήν, ἀλλὰ καὶ κατʼ εὐτυχίαν ἐλαττοῦνται·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme