57
οἱ δὲ μηδὲν ὑποπτεύσαντες τοιοῦτον οἷον ἔμελλεν ἀποβήσεσθαι ἐξαπέστειλαν. καταβαίνουσιν δʼ οὗτοι μετὰ τῶν δώδεκα πρέσβεων εἰς τὴν Καισάρειαν. ὑπαντήσας οὖν ὁ Οὔαρος μετὰ τῆς βασιλικῆς δυνάμεως σὺν τοῖς πρέσβεσιν πάντας ἀπέκτεινεν καὶ τὴν πορείαν ἐπὶ τοὺς ἐν Ἐκβατάνοις Ἰουδαίους ἐποιεῖτο.
58
φθάσας δέ τις ἐκ τῶν ἑβδομήκοντα σωθεὶς ἀπήγγειλεν αὐτοῖς, κἀκεῖνοι τὰ ὅπλα λαβόντες σὺν γυναιξὶ καὶ τέκνοις εἰς Γάμαλα τὸ φρούριον ὑπεχώρησαν, καταλιπόντες τὰς κώμας πολλῶν ἀγαθῶν πλήρεις καὶ βοσκημάτων πολλὰς μυριάδας ἐχούσας.
59
Φίλιππος δὲ πυθόμενος ταῦτα καὶ αὐτὸς εἰς Γάμαλα τὸ φρούριον ἧκεν. παραγενομένου δὲ κατεβόα τὸ πλῆθος, ἄρχειν αὐτὸν παρακαλοῦντες καὶ πολεμεῖν πρὸς Οὔαρον καὶ τοὺς ἐν τῇ Καισαρείᾳ Σύρους. διαδέδοκτο γὰρ ὑπὸ τούτων τὸν βασιλέα τεθνάναι.
60
Φίλιππος δʼ αὐτῶν κατεῖχε τὰς ὁρμὰς ὑπομιμνήσκων τῶν τε τοῦ βασιλέως εἰς αὐτοὺς εὐεργεσιῶν, καὶ τὴν Ῥωμαίων διηγούμενος ὅση τίς ἐστι δύναμις συμφέρειν οὐκ ἔλεγεν ἄρασθαι πρὸς τούτους πόλεμον, καὶ τέλος ἔπεισεν.
61
ὁ δὲ βασιλεὺς πυθόμενος, ὅτι Οὔαρος μέλλει τοὺς ἐπὶ τῆς Καισαρείας Ἰουδαίους σὺν γυναιξὶ καὶ τέκνοις πολλὰς ὄντας μυριάδας ἀναιρεῖν ἡμέρᾳ μιᾷ, μεταπέμπεται πρὸς αὐτὸν Αἴκουον Μονόδιον πέμψας αὐτῷ διάδοχον, ὡς ἐν ἄλλοις ἐδηλώσαμεν. ὁ δὲ Φίλιππος Γάμαλα τὸ φρούριον κατέσχεν καὶ τὴν πέριξ χώραν πίστει τῇ πρὸς Ῥωμαίους ἐμμένουσαν.