Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 9

 
Τελευτήσαντος δὲ τοῦ Σύρων βασιλέως Ἀζαήλου εἰς Ἀδδὰν τὸν υἱὸν αὐτοῦ ἡ βασιλεία παραγίνεται· πρὸς τοῦτον συνάπτει πόλεμον Ἰώασος ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς καὶ τρισὶ μάχαις νικήσας αὐτὸν ἀφείλετο τὴν χώραν ἅπασαν καὶ ὅσας ὁ πατὴρ αὐτοῦ Ἀζάηλος πόλεις καὶ κώμας τῆς Ἰσραηλιτῶν βασιλείας παρέλαβε.
 
τοῦτο μέντοι κατὰ τὴν Ἐλισσαίου προφητείαν ἐγένετο. ἐπεὶ δὲ συνέβη καὶ Ἰώασον ἀποθανεῖν, ὁ μὲν ἐν Σαμαρείᾳ κηδεύεται, καθῆκε δὲ εἰς Ἰώασον ἡ ἀρχὴ τὸν υἱὸν αὐτοῦ.
 
Δευτέρῳ δʼ ἔτει τῆς Ἰωάσου βασιλείας τῶν Ἰσραηλιτῶν ἐβασίλευσεν Ἀμασίας τῆς Ἰούδα φυλῆς ἐν Ἱεροσολύμοις μητρὸς ὢν Ἰωάδη τοὔνομα πολίτιδος δὲ τὸ γένος· θαυμαστῶς δὲ τοῦ δικαίου προυνόει καὶ ταῦτα νέος ὤν. παρελθὼν δʼ ἐπὶ τὰ πράγματα καὶ τὴν ἀρχὴν ἔγνω δεῖν πρῶτον Ἰωάσῳ τιμωρῆσαι τῷ πατρὶ καὶ τοὺς ἐπιθεμένους αὐτῷ φίλους κολάσαι.
 
καὶ τούτους μὲν συλλαβὼν ἅπαντας ἐφόνευσε, τοὺς δὲ παῖδας αὐτῶν οὐδὲν εἰργάσατο δεινὸν ἀκόλουθα ποιῶν τοῖς Μωσήους νόμοις, ὃς οὐκ ἐδικαίωσε διὰ πατέρων ἁμαρτίας τέκνα κολάζειν.
 
ἔπειτα στρατιὰν ἐπιλέξας ἐκ τῆς Ἰούδα φυλῆς καὶ Βενιαμίδος τῶν ἐν ἀκμῇ καὶ περὶ εἴκοσι ἔτη γεγονότων καὶ συναθροίσας ὡς τριάκοντα μυριάδας τούτων μὲν ἑκατοντάρχους κατέστησε, πέμψας δὲ καὶ πρὸς τὸν Ἰσραηλιτῶν βασιλέα μισθοῦται δέκα μυριάδας ὁπλιτῶν ἑκατὸν ἀργυρίου ταλάντων· διεγνώκει γὰρ τοῖς Ἀμαληκιτῶν ἔθνεσι καὶ Ἰδουμαίων καὶ Γαβαλιτῶν ἐπιστρατεύσασθαι.
 
παρασκευασαμένου δὲ πρὸς τὴν στρατείαν καὶ μέλλοντος ἐξορμᾶν ὁ προφήτης τὸν τῶν Ἰσραηλιτῶν στρατὸν ἀπολῦσαι συνεβούλευσεν· εἶναι γὰρ ἀσεβῆ καὶ τὸν θεὸν ἧτταν αὐτῷ προλέγειν χρησαμένῳ τούτοις συμμάχοις· περιέσεσθαι δὲ τῶν πολεμίων καὶ μετʼ ὀλίγων αὐτοῖς ἀγωνιζόμενον βουλομένου τοῦ θεοῦ.
 
δυσφοροῦντος δὲ τοῦ βασιλέως ἐπὶ τῷ φθῆναι τὸν μισθὸν δεδωκέναι τοῖς Ἰσραηλίταις παρῄνει ποιεῖν ὁ προφήτης ὅ τι τῷ θεῷ δοκεῖ, χρήματα δʼ αὐτῷ πολλὰ παρʼ αὐτοῦ γενήσεσθαι. καὶ τοὺς μὲν ἀπολύει χαρίζεσθαι τὸν μισθὸν εἰπών, αὐτὸς δὲ μετὰ τῆς οἰκείας δυνάμεως ἐπὶ τὰ προειρημένα τῶν ἐθνῶν ἐστράτευσε·
 
καὶ κρατήσας αὐτῶν τῇ μάχῃ μυρίους μὲν ἀπέκτεινε, τοσούτους δὲ ζῶντας ἔλαβεν, οὓς ἐπὶ τὴν μεγάλην ἀγαγὼν πέτραν, ἥπερ ἐστὶ κατὰ τὴν Ἀραβίαν, ἀπʼ αὐτῆς κατεκρήμνισεν, ἀπήγαγέ τε λείαν πολλὴν καὶ πλοῦτον ἄφθονον ἐκ τῶν ἐθνῶν.
 
Ἀμασίου δʼ ἐν τούτοις ὑπάρχοντος οἱ τῶν Ἰσραηλιτῶν οὓς ἀπέλυσε μισθωσάμενος ἀγανακτήσαντες ἐπὶ τούτῳ καὶ νομίσαντες ὕβριν εἶναι τὴν ἀπόλυσιν, οὐ γὰρ ἂν τοῦτο παθεῖν μὴ κατεγνωσμένους, ἐπῆλθον αὐτοῦ τῇ βασιλείᾳ καὶ μέχρι Βηθσεμήρων προελθόντες διήρπασαν τὴν χώραν καὶ πολλὰ μὲν ἔλαβον ὑποζύγια, τρισχιλίους δὲ ἀνθρώπους ἀπέκτειναν.
 
Ἀμασίας δὲ τῇ νίκῃ καὶ τοῖς κατορθώμασιν ἐπαρθεὶς τὸν μὲν τούτων αἴτιον θεὸν αὐτῷ γενόμενον ὑπερορᾶν ἤρξατο, οὓς δʼ ἐκ τῆς Ἀμαληκιτῶν χώρας ἐκόμισεν, τούτους σεβόμενος διετέλει.
 
προσελθὼν δὲ ὁ προφήτης αὐτῷ θαυμάζειν ἔλεγεν, εἰ τούτους ἡγεῖται θεούς, οἳ τοὺς ἰδίους παρʼ οἷς ἐτιμῶντο μηδὲν ὤνησαν μηδʼ ἐκ χειρῶν ἐρρύσαντο τῶν ἐκείνου, ἀλλʼ ὑπερεῖδον πολλούς τε αὐτῶν ἀπολλυμένους καὶ αὑτοὺς αἰχμαλωτισθέντας· κεκομίσθαι γὰρ εἰς Ἱεροσόλυμα τούτῳ τῷ τρόπῳ, καθὼς ἄν τις τῶν πολεμίων τινὰ ζωγρήσας ἤγαγεν.
 
τῷ δὲ βασιλεῖ ταῦτʼ ὀργὴν ἐκίνησε καὶ προσέταξεν ἡσυχίαν ἄγειν τὸν προφήτην ἀπειλήσας αὐτὸν κολάσειν, ἂν πολυπραγμονῇ. καὶ ὁ μὲν ἡσυχάζειν εἶπεν, οὐκ ἀμελήσειν δὲ ὧν ἐπικεχείρηκε νεωτερίζων τὸν θεὸν προύλεγεν.
 
Ἀμασίας δὲ κατέχειν ἑαυτὸν ἐπὶ ταῖς εὐπραγίαις οὐ δυνάμενος, ἃς παρὰ τοῦ θεοῦ λαβὼν εἰς αὐτὸν ἐξύβριζεν, ἀλλὰ φρονηματισθεὶς ἔγραψεν Ἰωάσῳ τῷ τῶν Ἰσραηλιτῶν βασιλεῖ κελεύων ὑπακούειν αὐτῷ σὺν ἅπαντι τῷ λαῷ, ὡς καὶ πρότερον ὑπήκουσε τοῖς προγόνοις αὐτοῦ Δαυίδῃ καὶ Σολόμωνι, ἢ μὴ βουλόμενον εὐγνωμονεῖν εἰδέναι πολέμῳ περὶ τῆς ἀρχῆς διακριθησόμενον.
 
ἀντέγραψε δʼ ὁ Ἰώασος τάδε· βασιλεὺς Ἰώασος βασιλεῖ Ἀμασίᾳ. ἦν ἐν τῷ Λιβάνῳ ὄρει κυπάρισσος παμμεγέθης καὶ ἄκανος. αὕτη πρὸς τὴν κυπάρισσον ἔπεμψε μνηστευομένη τὴν θυγατέρα αὐτῆς πρὸς γάμον τῷ παιδί. μεταξὺ ταῦτα λέγουσαν θηρίον τι παρερχόμενον κατεπάτησε τὴν ἄκανον.
 
τοῦτο οὖν ἔσται σοι παράδειγμα τοῦ μὴ μειζόνων ἐφίεσθαι, μηδʼ ὅτι τὴν πρὸς Ἀμαληκίτας μάχην εὐτύχησας ἐπὶ ταύτῃ γαυρούμενος σαυτῷ καὶ τῇ βασιλείᾳ σου κινδύνους ἐπισπῶ.
 
Ταῦτα δὲ ἀναγνοὺς Ἀμασίας ἔτι μᾶλλον ἐπὶ τὴν στρατείαν παρωξύνθη τοῦ θεοῦ παρορμῶντος αὐτὸν οἶμαι πρὸς αὐτήν, ἵνα τῶν παρανομηθέντων εἰς αὐτὸν δίκην ἀπολάβῃ. ὡς δʼ ἐξήγαγε μετὰ τῆς δυνάμεως ἐπὶ τὸν Ἰώασον καὶ συνάπτειν μάχην ἔμελλον, τὸ Ἀμασίου στράτευμα φόβος αἰφνίδιος καὶ κατάπληξις οἵαν θεὸς οὐκ εὐμενὴς ἐντίθησιν εἰς φυγὴν ἔτρεψε,
 
καὶ πρὶν εἰς χεῖρας ἐλθεῖν διασπαρέντων ὑπὸ τοῦ δέους αὐτῶν μονωθέντα τὸν Ἀμασίαν ληφθῆναι συνέβη πρὸς τῶν πολεμίων αἰχμάλωτον· ἠπείλησε δʼ αὐτῷ θάνατον Ἰώασος, εἰ μὴ πείσειε τοὺς Ἱεροσολυμίτας ἀνοίξαντας αὐτῷ τὰς πύλας δέξασθαι μετὰ τῆς στρατιᾶς εἰς τὴν πόλιν.
 
καὶ Ἀμασίας μὲν ὑπὸ ἀνάγκης καὶ τοῦ περὶ τὸ ζῆν δέους ἐποίησεν εἰσδεχθῆναι τὸν πολέμιον· ὁ δὲ διακόψας τι τοῦ τείχους ὡς τετρακοσίων πηχῶν ἐφʼ ἅρματος εἰσήλασε διὰ τῆς διακοπῆς εἰς Ἱεροσόλυμα τὸν Ἀμασίαν ἄγων αἰχμάλωτον.
 
κύριος δὲ τούτῳ τῷ τρόπῳ γενόμενος τῶν Ἱεροσολυμιτῶν τούς τε τοῦ θεοῦ θησαυροὺς ἀνείλετο καὶ ὅσος ἦν τῷ Ἀμασίᾳ χρυσὸς καὶ ἄργυρος ἐν τοῖς βασιλείοις ἐξεφόρησε, καὶ οὕτως αὐτὸν ἀπολύσας τῆς αἰχμαλωσίας ἀνέζευξεν εἰς Σαμάρειαν.
 
ταῦτα δʼ ἐγένετο περὶ τοὺς Ἱεροσολυμίτας ἔτει τετάρτῳ καὶ δεκάτῳ τῆς Ἀμασία βασιλείας, ὃς μετὰ ταῦτα ἐπιβουλευθεὶς ὑπὸ τῶν φίλων φεύγει μὲν εἰς Λάχισαν πόλιν, ἀναιρεῖται δὲ ὑπὸ τῶν ἐπιβούλων πεμψάντων ἐκεῖ τοὺς ἀποκτενοῦντας αὐτόν. καὶ τὸ μὲν σῶμα κομίσαντες εἰς Ἱεροσόλυμα βασιλικῶς ἐκήδευσαν·
 
κατέστρεψε δὲ οὕτως Ἀμασίας τὸν βίον καὶ διὰ τὸν νεωτερισμὸν τῆς πρὸς τὸν θεὸν ὀλιγωρίας, βιώσας μὲν ἔτη τέσσαρα καὶ πεντήκοντα βασιλεύσας δὲ ἐννέα καὶ εἴκοσι. διαδέχεται δʼ αὐτὸν ὁ παῖς Ὀζίας τοὔνομα.
 
Πεντεκαιδεκάτῳ ἔτει τῆς Ἀμασία βασιλείας ἐβασίλευσε τῶν Ἰσραηλιτῶν ὁ Ἰωάσου υἱὸς Ἱερόβαμος ἐν Σαμαρείᾳ ἔτη τεσσαράκοντα. οὗτος ὁ βασιλεὺς τὰ μὲν εἰς τὸν θεὸν ὑβριστὴς καὶ παράνομος δεινῶς ἐγένετο εἴδωλά τε σεβόμενος καὶ πολλοῖς ἀτόποις καὶ ξένοις ἐγχειρῶν ἔργοις, τῷ δὲ λαῷ τῶν Ἰσραηλιτῶν μυρίων ἀγαθῶν αἴτιος ὑπῆρχε.
 
τούτῳ προεφήτευσέ τις Ἰωνᾶς, ὡς δεῖ πολεμήσαντα τοῖς Σύροις αὐτὸν κρατῆσαι τῆς ἐκείνων δυνάμεως καὶ πλατῦναι τὴν αὑτοῦ βασιλείαν τοῖς μὲν κατὰ τὴν ἄρκτον μέρεσιν ἕως Ἀμάθου πόλεως, τοῖς δὲ κατὰ τὴν μεσημβρίαν ἕως τῆς Ἀσφαλτίδος λίμνης·
 
τὸ γὰρ ἀρχαῖον οἱ ὅροι τῆς Χαναναίας ἦσαν οὗτοι, καθὼς ὁ στρατηγὸς Ἰησοῦς περιώρισε. στρατεύσας οὖν ἐπὶ τοὺς Σύρους ὁ Ἱερόβαμος καταστρέφεται πᾶσαν αὐτῶν τὴν χώραν, ὡς προεφήτευσεν Ἰωνᾶς.
 
Ἀναγκαῖον δὲ ἡγησάμην τὴν ἀκρίβειαν τῶν πραγμάτων παραδώσειν ὑπεσχημένος ὅσα καὶ περὶ τούτου τοῦ προφήτου εὗρον ἐν ταῖς Ἑβραϊκαῖς βίβλοις ἀναγεγραμμένα διεξελθεῖν· κελευσθεὶς γὰρ οὗτος ὑπὸ τοῦ θεοῦ πορευθῆναι μὲν εἰς τὴν Νινύου βασιλείαν κηρῦξαι δʼ ἐκεῖ γενόμενον ἐν τῇ πόλει ὅτι τὴν ἀρχὴν ἀπολέσει, δείσας οὐκ ἀπῆλθεν, ἀλλʼ ἀποδιδράσκει τὸν θεὸν εἰς Ἰόπην πόλιν καὶ πλοῖον εὑρὼν ἐμβὰς εἰς Ταρσὸν ἔπλει τῆς Κιλικίας.
 
ἐπιγενομένου δὲ χειμῶνος σφοδροτάτου καὶ κινδυνεύοντος καταδῦναι τοῦ σκάφους οἱ μὲν ναῦται καὶ οἱ κυβερνῆται καὶ αὐτὸς ὁ ναύκληρος εὐχὰς ἐποιοῦντο χαριστηρίους, εἰ διαφύγοιεν τὴν θάλασσαν, ὁ δὲ Ἰωνᾶς συγκαλύψας αὑτὸν ἐβέβλητο μηδὲν ὧν τοὺς ἄλλους ἑώρα ποιοῦντας μιμούμενος.
 
αὔξοντος δʼ ἔτι μᾶλλον τοῦ κλύδωνος καὶ βιαιοτέρας γενομένης ὑπὸ τῶν πνευμάτων τῆς θαλάσσης ὑπονοήσαντες, ὡς ἐνδέχεταί τινα τῶν ἐμπλεόντων αἴτιον αὐτοῖς εἶναι τοῦ χειμῶνος, συνέθεντο κλήρῳ τοῦτον ὅστις ποτὲ ἦν μαθεῖν.
 
κληρωσαμένων οὖν ὁ προφήτης λαγχάνει πυνθανομένων τε πόθεν τε εἴη καὶ τί μετέρχεται τὸ μὲν γένος ἔλεγεν Ἑβραῖος εἶναι προφήτης τοῦ μεγίστου θεοῦ· συνεβούλευσεν οὖν αὐτοῖς, εἰ θέλουσιν ἀποδράναι τὸν παρόντα κίνδυνον, ἐκβαλεῖν αὐτὸν εἰς τὸ πέλαγος· αἴτιον γὰρ αὐτοῖς εἶναι τοῦ χειμῶνος.
 
οἱ δὲ τὸ μὲν πρῶτον οὐκ ἐτόλμων κρίναντες ἀσέβημα ξένον ἄνθρωπον καὶ πεπιστευκότα αὐτοῖς τὸ ζῆν εἰς φανερὰν αὐτοὺς ἀπώλειαν ἐκρῖψαι, τελευταῖον δʼ ὑπερβιαζομένου τοῦ κακοῦ καὶ ὅσον οὔπω μέλλοντος βαπτίζεσθαι τοῦ σκάφους, ὑπό τε τοῦ προφήτου παρορμηθέντες αὐτοῦ καὶ ὑπὸ τοῦ δέους τοῦ περὶ τῆς αὑτῶν σωτηρίας ῥίπτουσιν αὐτὸν εἰς τὴν θάλασσαν.
 
καὶ ὁ μὲν χειμὼν ἐστάλη, τὸν δὲ λόγος ὑπὸ τοῦ κήτους καταποθέντα τρεῖς ἡμέρας καὶ τοσαύτας νύκτας εἰς τὸν Εὔξεινον ἐκβρασθῆναι πόντον ζῶντα καὶ μηδὲν τοῦ σώματος λελωβημένον.
 
ἔνθα τοῦ θεοῦ δεηθεὶς συγγνώμην αὐτῷ παρασχεῖν τῶν ἡμαρτημένων ἀπῆλθεν εἰς τὴν Νίνου πόλιν καὶ σταθεὶς εἰς ἐπήκοον ἐκήρυσσεν, ὡς μετʼ ὀλίγον πάλιν ἀποβαλοῦσι τὴν ἀρχὴν τῆς Ἀσίας, καὶ ταῦτα δηλώσας ὑπέστρεψε. διεξῆλθον δὲ τὴν περὶ αὐτοῦ διήγησιν, ὡς εὗρον ἀναγεγραμμένην.
 
Ἱερόβαμος δʼ ὁ βασιλεὺς μετὰ πάσης εὐδαιμονίας τὸν βίον διαγαγὼν καὶ ἄρξας ἔτη τεσσαράκοντα ἐτελεύτησε καὶ θάπτεται μὲν ἐν Σαμαρείᾳ, διαδέχεται δὲ αὐτοῦ τὴν βασιλείαν υἱὸς Ζαχαρίας. τὸν αὐτὸν δὲ τρόπον καὶ Ὀζίας ὁ τοῦ Ἀμασία υἱός,
 
ἔτος ἤδη τέταρτον πρὸς τοῖς δέκα βασιλεύοντος Ἱεροβοάμου, τῶν δύο φυλῶν ἐβασίλευσεν ἐν Ἱεροσολύμοις μητρὸς ὢν Ἀχίας μὲν τοὔνομα ἀστῆς δὲ τὸ γένος. ἀγαθὸς δὲ ἦν καὶ δίκαιος τὴν φύσιν καὶ μεγαλόφρων καὶ προνοῆσαι τῶν πραγμάτων φιλοπονώτατος.
 
στρατευσάμενος δὲ καὶ ἐπὶ Παλαιστίνους καὶ νικήσας μάχῃ πόλεις αὐτῶν ἔλαβε κατὰ κράτος Γίτταν καὶ Ἰάμνειαν καὶ κατέσκαψεν αὐτῶν τὰ τείχη. μετὰ δὲ ταύτην τὴν στρατείαν ἐπῆλθε τοῖς τῇ Αἰγύπτῳ γειτνιῶσιν Ἄραψι καὶ πόλιν κτίσας ἐπὶ τῆς Ἐρυθρᾶς θαλάσσης ἐγκατέστησεν αὐτῇ φρουράν.
 
ἔπειτα τοὺς Ἀμμανίτας καταστρεψάμενος καὶ φόρους αὐτοῖς ὁρίσας τελεῖν καὶ πάντα τὰ μέχρι τῶν Αἰγυπτίων ὅρων χειρωσάμενος τῶν Ἱεροσολύμων ἤρχετο ποιεῖσθαι τὸ λοιπὸν τὴν ἐπιμέλειαν· ὅσα γὰρ τῶν τειχῶν ἢ ὑπὸ τοῦ χρόνου καταβέβλητο ἢ ὑπὸ τῆς ὀλιγωρίας τῶν πρὸ αὐτοῦ βασιλέων, ταῦτά τε ἀνῳκοδόμει καὶ κατεσκεύαζεν, ὅσα τε ἦν καταβεβλημένα ὑπὸ τοῦ τῶν Ἰσραηλιτῶν βασιλέως, ὅτε τὸν πατέρα αὐτοῦ λαβὼν αἰχμάλωτον τὸν Ἀμασίαν εἰσῆλθεν εἰς τὴν πόλιν.
 
προσῳκοδόμησε δὲ καὶ πύργους πολλοὺς πεντήκοντα πηχῶν ἕκαστον. καὶ φρουροὺς δὲ ἐνετείχισε τοῖς ἐρήμοις χωρίοις καὶ πολλοὺς ὀχετοὺς ὤρυξεν ὑδάτων. ἦν δʼ αὐτῷ καὶ ὑποζυγίων καὶ τῶν ἄλλων θρεμμάτων ἄπειρόν τι πλῆθος· εὐφυὴς γὰρ ἦν ἡ χώρα πρὸς νομάς.
 
γεωργικὸς δὲ ὢν σφόδρα τῆς γῆς ἐπεμελεῖτο φυτοῖς αὐτὴν καὶ παντοδαποῖς τιθηνῶν σπέρμασι. στρατιᾶς δʼ εἶχεν ἐπιλέκτου περὶ αὑτὸν μυριάδας ἑπτὰ καὶ τριάκοντα, ἧς ἡγεμόνες ἦσαν καὶ ταξίαρχοι καὶ χιλίαρχοι γενναῖοι καὶ τὴν ἀλκὴν ἀνυπόστατοι τὸν ἀριθμὸν δισχίλιοι.
 
διέταξε δʼ εἰς φάλαγγας τὴν ὅλην στρατιὰν καὶ ὥπλισε ῥομφαίαν δοὺς ἑκάστῳ καὶ θυρεοὺς καὶ θώρακας χαλκέους καὶ τόξα καὶ σφενδόνας. ἔτι δὲ πρὸς τούτοις μηχανήματα πολλὰ πρὸς πολιορκίας κατεσκεύασε πετρόβολά τε καὶ δορύβολα καὶ ἅρπαγας καὶ ἀρτῆρας καὶ ὅσα τούτοις ὅμοια.
 
Γενόμενος δʼ ἐν ταύτῃ τῇ συντάξει καὶ παρασκευῇ διεφθάρη τὴν διάνοιαν ὑπὸ τύφου καὶ χαυνωθεὶς θνητῇ περιουσίᾳ τῆς ἀθανάτου καὶ πρὸς ἅπαντα διαρκοῦς τὸν χρόνον ἰσχύος ὠλιγώρησεν· αὕτη δὲ ἦν ἡ πρὸς τὸν θεὸν εὐσέβεια καὶ τὸ τηρεῖν τὰ νόμιμα.
 
ὤλισθε δὲ ὑπʼ εὐπραξίας καὶ κατηνέχθη πρὸς τὰ τοῦ πατρὸς ἁμαρτήματα, πρὸς ἃ κἀκεῖνον ἡ τῶν ἀγαθῶν λαμπρότης καὶ τὸ μέγεθος τῶν πραγμάτων οὐ δυνηθέντα προστῆναι καλῶς αὐτῶν ἤγαγεν. ἐνστάσης δʼ ἡμέρας ἐπισήμου καὶ πάνδημον ἑορτὴν ἐχούσης ἐνδὺς ἱερατικὴν στολὴν εἰσῆλθεν εἰς τὸ τέμενος θυσιάσων ἐπὶ τοῦ χρυσοῦ βωμοῦ τῷ θεῷ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme