Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 9

 
τῆς δὲ ἀπωλείας τῆς τούτων δηλωθείσης τῷ βασιλεῖ παροξυνθεὶς ἄλλον ταξίαρχον πέμπει ἐπὶ τὸν Ἠλίαν σὺν ὁπλίταις τοσούτοις, ὅσοις καὶ τὸν πρότερον συναπέστειλεν. ἀπειλήσαντος δὲ καὶ τούτου τῷ προφήτῃ βίᾳ λαβόντα ἄξειν αὐτὸν εἰ μὴ κατέλθοι βουλόμενος, εὐξαμένου κατʼ αὐτοῦ πῦρ διεχρήσατο καθὼς καὶ τὸν πρὸ αὐτοῦ ταξίαρχον.
 
πυνθανόμενος δὲ καὶ τὰ περὶ τοῦτον ὁ βασιλεὺς τρίτον ἐξέπεμψεν. ὁ δὲ φρόνιμος ὢν καὶ λίαν ἐπιεικὴς τὸ ἦθος ἐλθὼν ἐπὶ τὸν τόπον, οὗ συνέβαινεν εἶναι τὸν Ἠλίαν, φιλοφρόνως προσεῖπεν αὐτόν· γινώσκειν δʼ ἔλεγεν, ὅτι μὴ βουλόμενος βασιλικῷ διακονῶν προστάγματι παρείη πρὸς αὐτόν, καὶ οἱ πρὸ αὐτοῦ πεμφθέντες οὐχ ἑκόντες ἀλλὰ κατὰ τὴν αὐτὴν αἰτίαν ἦλθον· ἐλεῆσαι τοιγαροῦν αὐτὸν ἠξίου τούς τε σὺν αὐτῷ παρόντας ὁπλίτας καὶ καταβάντα ἕπεσθαι πρὸς τὸν βασιλέα.
 
ἀποδεξάμενος δὲ τὴν δεξιότητα τῶν λόγων καὶ τὸ ἀστεῖον τοῦ ἤθους ὁ Ἠλίας καταβὰς ἠκολούθησε. παραγενόμενος δὲ πρὸς τὸν βασιλέα προεφήτευσεν αὐτῷ καὶ τὸν θεὸν ἐδήλου λέγειν· ἐπειδὴ κατέγνως μὲν αὐτοῦ ὡς οὐκ ὄντος θεοῦ καὶ περὶ τῆς νόσου οὐ τἀληθὲς προειπεῖν δυναμένου, πρὸς δὲ τὸν Ἀκκαρωνιτῶν ἔπεμπες παρʼ αὐτοῦ πυνθανόμενος ποδαπὸν ἔσται σοι τῆς νόσου τέλος, γίνωσκε ὅτι τεθνήξῃ.
 
Καὶ ὁ μὲν ὀλίγου σφόδρα χρόνου διελθόντος καθὼς προεῖπεν Ἠλίας ἀπέθανε, διαδέχεται δʼ αὐτοῦ τὴν βασιλείαν ὁ ἀδελφὸς Ἰώραμος· ἄπαις γὰρ κατέστρεψε τὸν βίον. ὁ δὲ Ἰώραμος οὗτος τῷ πατρὶ Ἀχάβῳ τὴν πονηρίαν παραπλήσιος γενόμενος ἐβασίλευσεν ἔτη δώδεκα πάσῃ παρανομίᾳ χρησάμενος καὶ ἀσεβείᾳ πρὸς τὸν θεόν· παρεὶς γὰρ τοῦτον θρησκεύειν τοὺς ξενικοὺς ἐσέβετο·
 
ἦν δὲ τἆλλα δραστήριος. κατʼ ἐκεῖνον δὲ τὸν καιρὸν Ἠλίας ἐξ ἀνθρώπων ἠφανίσθη καὶ οὐδεὶς ἔγνω μέχρι τῆς σήμερον αὐτοῦ τὴν τελευτήν· μαθητὴν δὲ Ἐλισσαῖον κατέλιπεν, ὡς καὶ πρότερον ἐδηλώσαμεν. περὶ μέντοι γε Ἠλία καὶ Ἐνώχου τοῦ γενομένου πρὸ τῆς ἐπομβρίας ἐν ταῖς ἱεραῖς ἀναγέγραπται βίβλοις, ὅτι γεγόνασιν ἀφανεῖς, θάνατον δʼ αὐτῶν οὐδεὶς οἶδεν.
 
Παραλαβὼν δὲ τὴν βασιλείαν Ἰώραμος ἐπὶ τὸν Μωαβιτῶν ἔγνω στρατεύειν βασιλέα Μεισὰν ὄνομα· τοῦ γὰρ ἀδελφοῦ αὐτοῦ, καθὼς προείπαμεν, ἔτυχεν ἀποστὰς φόρους τελῶν Ἀχάβῳ τῷ πατρὶ αὐτοῦ μυριάδας εἴκοσι προβάτων σὺν τοῖς πόκοις.
 
συναθροίσας οὖν τὴν οἰκείαν δύναμιν ἔπεμψε πρὸς Ἰωσαφάτην παρακαλῶν αὐτόν, ἐπεὶ φίλος ἀπʼ ἀρχῆς ὑπῆρχεν αὐτοῦ τῷ πατρί, συμμαχῆσαι πόλεμον ἐπὶ τοὺς Μωαβίτας ἐκφέρειν μέλλοντι ἀποστάντας αὐτοῦ τῆς βασιλείας. ὁ δʼ οὐ μόνον αὐτὸς βοηθήσειν ὑπέσχετο, ἀλλὰ καὶ τὸν Ἰδουμαίων βασιλέα συναναγκάσειν ὄντα ὑφʼ ἑαυτὸν συστρατεύσασθαι.
 
Ἰώραμος δὲ τοιούτων αὐτῷ τῶν παρὰ Ἰωσαφάτου περὶ τῆς συμμαχίας κομισθέντων ἀναλαβὼν αὑτοῦ τὴν στρατιὰν ἧκεν εἰς Ἱεροσόλυμα, καὶ ξενισθεὶς λαμπρῶς ὑπὸ τοῦ βασιλέως τῶν Ἱεροσολυμιτῶν, δόξαν αὐτοὺς διὰ τῆς ἐρήμου τῆς Ἰδουμαίας ποιήσασθαι τὴν πορείαν ἐπὶ τοὺς πολεμίους, οὐ γὰρ προσδοκήσειν αὐτοὺς ταύτῃ ποιήσεσθαι τὴν ἔφοδον, ὥρμησαν οἱ τρεῖς βασιλεῖς ἐκ τῶν Ἱεροσολύμων, ὅ τε τούτων αὐτῶν καὶ ὁ τῶν Ἰσραηλιτῶν καὶ ὁ τῆς Ἰδουμαίας,
 
καὶ κυκλεύσαντες ἑπτὰ ἡμερῶν ὁδὸν εἰς ἀπορίαν ὕδατος τοῖς τε κτήνεσι καὶ τῇ στρατιᾷ περιέστησαν πλανηθέντων τὰς ὁδοὺς αὐτοῖς τῶν ἡγουμένων, ὡς ἀγωνιᾶν μὲν ἅπαντας, μάλιστα δὲ τὸν Ἰώραμον καὶ ὑπὸ λύπης ἐκβοῆσαι πρὸς τὸν θεόν, τί κακὸν αἰτιασάμενος ἀγάγοι τοὺς τρεῖς βασιλεῖς ἀμαχητὶ παραδώσοντας ἑαυτοὺς τῷ Μωαβιτῶν βασιλεῖ;
 
παρεθάρρυνε δʼ αὐτὸν ὁ Ἰωσαφάτης δίκαιος ὢν καὶ πέμψαντα εἰς τὸ στρατόπεδον ἐκέλευσε γνῶναι, εἴ τις αὐτοῖς τοῦ θεοῦ προφήτης συνελήλυθεν, ἵνα διʼ αὐτοῦ μάθωμεν παρὰ τοῦ θεοῦ, τί ποιητέον ἡμῖν. οἰκέτου δέ τινος φήσαντος τῶν Ἰωράμου ἰδεῖν αὐτόθι τὸν Ἠλία μαθητὴν Ἐλισσαῖον Σαφάτου παῖδα πρὸς αὐτὸν ἀπίασιν οἱ τρεῖς βασιλεῖς Ἰωσαφάτου παραινέσαντος.
 
ἐλθόντες δʼ ἐπὶ τὴν σκηνὴν τοῦ προφήτου, ἔτυχε δʼ ἔξω τῆς παρεμβολῆς κατεσκηνωκώς, ἐπηρώτων τὸ μέλλον ἐπὶ τῆς στρατιᾶς, μάλιστα δὲ ὁ Ἰώραμος. τοῦ δὲ μὴ διοχλεῖν αὐτῷ φράσαντος ἀλλὰ πρὸς τοὺς τοῦ πατρὸς αὐτοῦ καὶ τῆς μητρὸς βαδίζειν προφήτας, εἶναι γὰρ ἐκείνους ἀληθεῖς, ἐδεῖτο προφητεύειν καὶ σώζειν αὐτούς.
 
ὁ δὲ ὀμόσας τὸν θεὸν οὐκ ἂν ἀποκριθῆναι αὐτῷ, εἰ μὴ διὰ Ἰωσαφάτην ὅσιον ὄντα καὶ δίκαιον, ἀχθέντος ἀνθρώπου τινὸς ψάλλειν εἰδότος, ἐπεζήτησε γὰρ αὐτός, πρὸς τὸν ψαλμὸν ἔνθεος γενόμενος προσέταξε τοῖς βασιλεῦσιν ἐν τῷ χειμάρρῳ πολλοὺς ὀρύξαι βόθρους·
 
οὔτε γὰρ νέφους οὔτε πνεύματος γενομένου οὔτε ὑετοῦ καταρραγέντος ὄψεσθε πλήρη τὸν ποταμὸν ὕδατος, ὡς ἂν καὶ τὸν στρατὸν καὶ τὰ ὑποζύγια διασωθῆναι ὑμῖν ἀπὸ τοῦ ποτοῦ. ἔσται δὲ ὑμῖν οὐ τοῦτο μόνον παρὰ θεοῦ, ἀλλὰ καὶ κρατήσετε τῶν ἐχθρῶν καὶ καλλίστας καὶ ὀχυρωτάτας πόλεις λήψεσθε τῶν Μωαβιτῶν, καὶ δένδρα μὲν αὐτῶν ἥμερα κόψετε, τὴν δὲ χώραν δῃώσετε, πηγὰς δὲ καὶ ποταμοὺς ἐμφράξετε.
 
Ταῦτα εἰπόντος τοῦ προφήτου τῇ ἐπιούσῃ πρὶν ἥλιον ἀνασχεῖν ὁ χειμάρρους πολὺς ἐρρύη, σφοδρῶς γὰρ ἀπὸ τριῶν ἡμερῶν ὁδοῦ ἐν τῇ Ἰδουμαίᾳ τὸν θεὸν ὗσαι συνέπεσεν, ὥστε εὑρεῖν τὴν στρατιὰν καὶ τὰ ὑποζύγια ποτὸν ἄφθονον.
 
ὡς δὲ ἤκουσαν οἱ Μωαβῖται τοὺς τρεῖς βασιλέας ἐπʼ αὐτοὺς βαδίζοντας καὶ διὰ τῆς ἐρήμου ποιουμένους τὴν ἔφοδον, ὁ βασιλεὺς αὐτῶν εὐθὺς συλλέξας στρατιὰν ἐκέλευσεν ἐπὶ τῶν ὅρων βάλλεσθαι τὸ στρατόπεδον, ἵνα αὐτοὺς μὴ λάθωσιν εἰς τὴν χώραν ἐμβαλόντες οἱ πολέμιοι.
 
θεασάμενοι δὲ ὑπὸ τὴν ἀνατολὴν ἡλίου τὸ ἐν τῷ χειμάρρῳ ὕδωρ, καὶ γὰρ οὐδὲ μακρὰν ἦν τῆς Μωαβίτιδος, αἵματι τὴν χροὰν ὅμοιον, τότε γὰρ μάλιστα πρὸς τὴν αὐγὴν τὸ ὕδωρ ἐρυθραίνεται, ψευδῆ δόξαν περὶ τῶν πολεμίων ἐλάμβανον ὡς ἀπεκτονότων ἑαυτοὺς διὰ δίψος καὶ τοῦ ποταμοῦ αἷμα αὐτοῖς ῥέοντος.
 
τοῦτο τοίνυν οὕτως ἔχειν ὑπολαβόντες ἠξίωσαν αὐτοὺς ἐπὶ διαρπαγὴν τῶν πολεμίων ἐκπέμψαι τὸν βασιλέα καὶ πάντες ἐξορμήσαντες ὡς ἐπὶ ἑτοίμην ὠφέλειαν ἦλθον εἰς τὸ τῶν ἐχθρῶν στρατόπεδον ὡς ἀπολωλότων. καὶ διαψεύδεται μὲν αὐτοῖς ἡ ἐλπὶς αὕτη, περιστάντων δὲ τῶν πολεμίων οἱ μὲν αὐτῶν κατεκόπησαν οἱ δὲ διεσπάρησαν εἰς τὴν ἰδίαν χώραν φεύγοντες.
 
ἐμβαλόντες δὲ εἰς τὴν Μωαβιτῶν οἱ βασιλεῖς τάς τε πόλεις κατεστρέψαντο τὰς ἐν αὐτῇ καὶ τοὺς ἀγροὺς αὐτῶν διήρπασαν καὶ ἠφάνισαν πληροῦντες τῶν ἐκ τῶν χειμάρρων λίθων, καὶ τὰ κάλλιστα τῶν δένδρων ἔκοψαν, καὶ τὰς πηγὰς ἐνέφραξαν τῶν ὑδάτων, καὶ τὰ τείχη καθεῖλον ἕως ἐδάφους.
 
ὁ δὲ βασιλεὺς τῶν Μωαβιτῶν συνδιωκόμενος τῇ πολιορκίᾳ καὶ τὴν πόλιν ὁρῶν κινδυνεύουσαν αἱρεθῆναι κατὰ κράτος ὥρμησε μεθʼ ἑπτακοσίων ἐξελθὼν διὰ τοῦ τῶν πολεμίων ἐξιππάσασθαι στρατοπέδου, καθʼ ὃ μέρος ἐνόμιζεν αὐτοὺς τὰς φυλακὰς ἀνεῖσθαι. καὶ πειραθεὶς οὐκ ἠδυνήθη φυγεῖν· ἐπιτυγχάνει γὰρ ἐπιμελῶς φρουρουμένῳ τῷ τόπῳ.
 
ὑποστρέψας δὲ εἰς τὴν πόλιν ἔργον ἀπογνώσεως καὶ δεινῆς ἀνάγκης διεπράξατο· τῶν υἱῶν τὸν πρεσβύτατον, ὃς μετʼ αὐτὸν βασιλεύειν ἤμελλεν, ἀναγαγὼν ἐπὶ τὸ τεῖχος ὥστε ἅπασι φανερὸν γενέσθαι τοῖς πολεμίοις ἱερούργησεν εἰς ὁλοκαύτωσιν τῷ θεῷ. θεασάμενοι δʼ αὐτὸν οἱ βασιλεῖς κατῴκτειραν τῆς ἀνάγκης καὶ παθόντες ἀνθρώπινόν τι καὶ ἐλεεινὸν διέλυσαν τὴν πολιορκίαν καὶ ἕκαστος εἰς τὴν οἰκείαν ἀνέστρεψαν.
 
Ἰωσαφάτης δὲ παραγενόμενος εἰς Ἱεροσόλυμα καὶ μετʼ εἰρήνης διαγαγὼν ὀλίγον ἐπιβιώσας χρόνον μετὰ τὴν στρατείαν ἐκείνην ἀπέθανε, ζήσας μὲν ἐτῶν ἀριθμὸν ἑξήκοντα, βασιλεύσας δὲ ἐξ αὐτῶν πέντε καὶ εἴκοσι. ταφῆς δὲ ἔτυχε μεγαλοπρεποῦς ἐν Ἱεροσολύμοις· καὶ γὰρ ἦν μιμητὴς τῶν Δαυίδου ἔργων.
 
Κατέλιπε δὲ καὶ παῖδας ἱκανούς, διάδοχον δʼ ἀπέδειξε τὸν πρεσβύτατον Ἰώραμον· ταὐτὸ γὰρ εἶχεν ὄνομα τῷ τῆς γυναικὸς ἀδελφῷ, βασιλεύοντι δὲ τῶν Ἰσραηλιτῶν, Ἀχάβου δὲ παιδί.
 
παραγενόμενος δʼ ἐκ τῆς Μωαβίτιδος ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς εἰς Σαμάρειαν εἶχε σὺν αὑτῷ τὸν προφήτην Ἐλισσαῖον, οὗ τὰς πράξεις βούλομαι διελθεῖν, λαμπραὶ γάρ εἰσι καὶ ἱστορίας ἄξιαι, καθὼς ἐν ταῖς ἱεραῖς βίβλοις ἐπεγνώκαμεν.
 
Προσελθοῦσαν γὰρ αὐτῷ φασι τὴν Ὠβεδίου τοῦ Ἀχάβου οἰκονόμου γυναῖκα εἰπεῖν, ὡς οὐκ ἀγνοεῖ πῶς ὁ ἀνὴρ αὐτῆς τοὺς προφήτας περιέσωσεν ὑπὸ τῆς Ἀχάβου γυναικὸς Ἰεζαβέλας ἀναιρουμένους· ἑκατὸν γὰρ ἔλεγεν ὑπʼ αὐτοῦ δανεισαμένου τραφῆναι κεκρυμμένους· καὶ μετὰ τὴν τἀνδρὸς τελευτὴν ἄγεσθαι νῦν ὑπὸ τῶν δανειστῶν αὐτήν τε καὶ τέκνα πρὸς δουλείαν, παρεκάλει τε διὰ ταύτην τὴν ἐργασίαν τἀνδρὸς ἐλεῆσαί τε καὶ παρασχεῖν τινα βοήθειαν.
 
πυθομένῳ δʼ αὐτῷ, τί ἔχει ἐπὶ τῆς οἰκίας, ἄλλο μὲν οὐδὲν ἔφη, ἔλαιον δὲ βραχὺ λίαν ἐν κεραμίῳ. ὁ δὲ προφήτης ἀπελθοῦσαν ἐκέλευσεν ἀγγεῖα χρήσασθαι πολλὰ παρὰ τῶν γειτόνων κενὰ καὶ τὰς θύρας ἀποκλείσασαν τοῦ δωματίου μεταχεῖν εἰς ἅπαντα τὸ ἔλαιον· τὸν γὰρ θεὸν πληρώσειν αὐτά.
 
τῆς δὲ γυναικὸς τὰ κελευσθέντα ποιούσης καὶ τοῖς τέκνοις προσφέρειν ἕκαστον τῶν ἀγγείων προσταττούσης, ἐπεὶ πάντα ἐπληρώθη καὶ μηδὲν ἦν κενόν, ἐλθοῦσα πρὸς τὸν προφήτην ταῦτα ἀπήγγειλεν.
 
ὁ δὲ συνεβούλευε τοὔλαιον ἀπελθούσῃ ἀποδόσθαι καὶ τοῖς δανεισταῖς ἀποδοῦναι τὰ ὀφειλόμενα· γενήσεσθαι δέ τι καὶ περισσὸν ἐκ τῆς τιμῆς τοῦ ἐλαίου, ᾧ πρὸς διατροφὴν τὴν τῶν τέκνων καταχρήσεται. καὶ Ἐλισσαῖος μὲν οὕτως ἀπήλλαξε τῶν χρεῶν τὴν γυναῖκα καὶ τῆς ἀπὸ τῶν δανειστῶν ὕβρεως ἠλευθέρωσεν.
 
Ἐλισσαῖος δὲ ταχέως πρὸς Ἰώραμον ἐξαπέστειλε φυλάττεσθαι τὸν τόπον ἐκεῖνον αὐτῷ παραινῶν· εἶναι γὰρ ἐν αὐτῷ Σύρους τινὰς τοὺς ἐκεῖ λοχῶντας αὐτὸν ἀνελεῖν. καὶ ὁ μὲν βασιλεὺς οὐκέτʼ ἐπὶ τὴν θήραν ἐξώρμησε τῷ προφήτῃ πειθόμενος·
 
Ἄδερ δὲ τῆς ἐπιβουλῆς διαμαρτὼν ὡς τῶν ἰδίων αὐτοῦ καταμηνυσάντων πρὸς τὸν Ἰώραμον τὴν ἐνέδραν, ὠργίζετό τε καὶ μεταπεμψάμενος αὐτοὺς προδότας ἔλεγε τῶν ἀπορρήτων αὐτοῦ καὶ θάνατον ἠπείλει φανερᾶς τῆς ἐπιχειρήσεως, ἣν μόνοις ἐκείνοις ἐπίστευσε, τῷ πολεμίῳ γεγενημένης.
 
φήσαντος δέ τινος τῶν παρόντων ψευδοδοξεῖν αὐτόν, μηδὲ ὑπονοεῖν αὐτὸν ὡς πρὸς τὸν ἐχθρὸν αὐτοῦ κατειρηκότας τὴν ἔκπεμψιν τῶν ἀναιρησόντων αὐτούς, ἀλλὰ γινώσκειν ὅτι Ἐλισσαῖός ἐστιν ὁ προφήτης ὁ πάντα μηνύων αὐτῷ καὶ φανερὰ ποιῶν τὰ ὑπʼ αὐτοῦ βουλευόμενα, προσέταξε πέμψας μαθεῖν ἐν τίνι πόλει τυγχάνει διατρίβων Ἐλισσαῖος.
 
οἱ δὲ πεμφθέντες ἧκον ἀγγέλλοντες αὐτὸν ἐν Δωθαεὶν ὑπάρχοντα. πέμπει τοιγαροῦν Ἄδερ ἐπὶ τὴν πόλιν δύναμιν πολλὴν ἱππέων καὶ ἁρμάτων, ὅπως τὸν Ἐλισσαῖον λάβωσιν. οἱ δὲ νυκτὸς κύκλῳ τὴν πόλιν πᾶσαν περιλαβόντες εἶχον ἐν φρουρᾷ. ἅμα δὲ ἕῳ τοῦτο μαθὼν ὁ τοῦ προφήτου διάκονος καὶ ὅτι ζητοῦσιν οἱ πολέμιοι λαβεῖν Ἐλισσαῖον ἐδήλωσεν αὐτῷ μετὰ βοῆς καὶ ταραχῆς δραμὼν πρὸς αὐτόν.
 
ὁ δὲ τὸν θεράποντα μὴ δεδιέναι παρεθάρρυνε καὶ τὸν θεόν, ᾧ συμμάχῳ καταφρονῶν ἀδεὴς ἦν, παρεκάλει τῷ διακόνῳ πρὸς τὸ λαβεῖν αὐτὸν εὔελπι θάρσος ἐμφανίσαι τὴν αὑτοῦ δύναμιν καὶ παρουσίαν, ὡς δυνατόν. ὁ δὲ θεὸς ἐπήκοος τῶν εὐχῶν τοῦ προφήτου γενόμενος πλῆθος ἁρμάτων καὶ ἵππων τῷ θεράποντι περὶ τὸν Ἐλισσαῖον κεκυκλωμένον θεάσασθαι παρέσχεν, ὡς αὐτὸν ἀφιέναι μὲν τὸ δέος, ἀναθαρσῆσαι δὲ πρὸς τὴν ὄψιν τῆς νομιζομένης συμμαχίας.
 
Ἐλισσαῖος δὲ μετὰ ταῦτα καὶ τὰς τῶν πολεμίων ὄψεις ἀμαυρῶσαι τὸν θεὸν παρεκάλει ἀχλὺν αὐταῖς ἐπιβαλόντα ἀφʼ ἧς ἀγνοήσειν αὐτὸν ἔμελλον. γενομένου δὲ καὶ τούτου προελθὼν εἰς μέσους τοὺς ἐχθροὺς ἐπηρώτησε, τίνα ἐπιζητοῦντες ἦλθον· τῶν δὲ τὸν προφήτην Ἐλισσαῖον εἰπόντων παραδώσειν ὑπέσχετο, εἰ πρὸς τὴν πόλιν ἐν ᾗ τυγχάνει ὢν ἀκολουθήσειαν αὐτῷ.
 
καὶ οἱ μὲν ἡγουμένῳ τῷ προφήτῃ τὰς ὄψεις ὑπὸ θεοῦ καὶ τὴν διάνοιαν ἐπεσκοτημένοι σπουδάζοντες εἵποντο, ἀγαγὼν δὲ αὐτοὺς Ἐλισσαῖος εἰς Σαμάρειαν Ἰωράμῳ μὲν τῷ βασιλεῖ προσέταξε κλεῖσαι τὰς πύλας καὶ περιστῆσαι τοῖς Σύροις τὴν αὑτοῦ δύναμιν, τῷ θεῷ δὲ ηὔξατο καθᾶραι τὰς ὄψεις τῶν πολεμίων καὶ τὴν ἀχλὺν αὐτῶν ἀνελεῖν. οἱ δʼ ἐκ τῆς ἀμαυρώσεως ἐκείνης ἀφεθέντες ἑώρων αὑτοὺς ἐν μέσοις τοῖς ἐχθροῖς ὑπάρχοντας.
 
ἐν ἐκπλήξει δὲ δεινῇ καὶ ἀμηχανίᾳ τῶν Σύρων οἷον εἰκὸς ἐφʼ οὕτως θείῳ καὶ παραδόξῳ πράγματι κειμένων καὶ τοῦ βασιλέως Ἰωράμου πυθομένου τὸν προφήτην, εἰ κελεύσειεν αὐτοὺς κατακοντισθῆναι, τοῦτο μὲν ἐκώλυσε ποιεῖν Ἐλισσαῖος· τοὺς γὰρ νόμῳ πολέμου ληφθέντας ἀποκτείνειν εἶναι δίκαιον ἔλεγε, τούτους δὲ μηδὲν κακὸν ἐργάσασθαι τὴν ἐκείνου χώραν, θείᾳ δὲ δυνάμει πρὸς αὐτοὺς οὐκ εἰδότας ἐλθεῖν.
 
συνεβούλευέ τε ξενίων αὐτοῖς μεταδόντα καὶ τραπέζης ἀπολύειν ἀβλαβεῖς. Ἰώραμος μὲν οὖν τῷ προφήτῃ πειθόμενος ἑστιάσας λαμπρῶς πάνυ καὶ φιλοτίμως τοὺς Σύρους ἀπέλυσε πρὸς Ἄδερα τὸν αὑτῶν βασιλέα.
 
Τῶν δὲ ἀφικομένων καὶ δηλωσάντων αὐτῷ τὰ συμβεβηκότα θαυμάσας ὁ Ἄδερ τὸ παράδοξον καὶ τὴν τοῦ θεοῦ τῶν Ἰσραηλιτῶν ἐπιφάνειαν καὶ δύναμιν καὶ τὸν προφήτην, ᾧ τὸ θεῖον οὕτως ἐναργῶς παρῆν, κρύφα μὲν οὐκέτι διέγνω τῷ τῶν Ἰσραηλιτῶν ἐπιχειρεῖν βασιλεῖ τὸν Ἐλισσαῖον δεδοικώς, φανερῶς δὲ πολεμεῖν ἔκρινε τῷ πλήθει τῆς στρατιᾶς καὶ τῇ δυνάμει νομίζων περιέσεσθαι τῶν πολεμίων.
 
καὶ στρατεύει μετὰ μεγάλης δυνάμεως ἐπὶ τὸν Ἰώραμον, ὃς οὐχ ἡγούμενος αὑτὸν ἀξιόμαχον εἶναι τοῖς Σύροις ἐνέκλεισεν αὑτὸν εἰς τὴν Σαμάρειαν θαρρῶν τῇ τῶν τειχῶν ὀχυρότητι. Ἄδερ δὲ λογισάμενος αἱρήσειν τὴν πόλιν, εἰ καὶ μὴ τοῖς μηχανήμασι, λιμῷ μέντοι καὶ σπάνει τῶν ἐπιτηδείων παραστήσεσθαι τοὺς Σαμαρεῖς, προσβαλὼν ἐπολιόρκει τὴν πόλιν.
 
οὕτω δὲ ἐπέλιπε τὸν Ἰώραμον ἡ τῶν ἀναγκαίων εὐπορία, ὡς διʼ ὑπερβολὴν τῆς ἐνδείας ἐν τῇ Σαμαρείᾳ πραθῆναι ὀγδοήκοντα μὲν ἀργυρῶν νομίσματος κεφαλὴν ὄνου, πέντε δὲ ἀργυρῶν νομίσματος ξέστην κόπρου περιστερῶν ἀντὶ ἁλῶν ὠνεῖσθαι τοὺς Ἑβραίους.
 
ἦν δʼ ἐν φόβῳ μὴ διὰ τὸν λιμὸν προδῷ τις τοῖς ἐχθροῖς τὴν πόλιν ὁ Ἰώραμος καὶ καθʼ ἑκάστην ἡμέραν ἐκπεριήρχετο τὰ τείχη καὶ τοὺς φύλακας, μή τις ἔνδον εἴη παρʼ αὐτῶν σκεπτόμενος καὶ τῷ βλέπεσθαι καὶ φροντίζειν ἀφαιρούμενος καὶ τὸ βούλεσθαί τι τοιοῦτον καὶ τὸ ἔργον, εἰ ταύτην τις τὴν γνώμην ἤδη λαμβάνειν ἔφθασεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme