Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 9

 
α. Ὡς στρατευσάμενος ὁ Ἀχάβου παῖς Ἰώραμος ἐπὶ Μωαβίτας ἐκράτησεν αὐτῶν.
 
β. ὡς ὁ ὁμώνυμος αὐτῷ Ἰώραμος βασιλεύων τῶν Ἱεροσολυμιτῶν τὴν ἀρχὴν πᾶσαν λαβὼν τούς τε ἀδελφοὺς καὶ τοὺς πατρῴους φίλους ἀπέκτεινεν.
 
γ. ὅτι τῆς Ἰδουμαίας ἀποστάσης καὶ στρατευσάντων ἐπ' αὐτὸν Ἀράβων ἥ τε δύναμις αὐτοῦ πᾶσα διεφθάρη καὶ οἱ παῖδες αὐτοῦ πάρεξ ἑνὸς ὄντος ἔτι νηπίου καὶ πρὸς τούτοις αὐτὸς ἀσεβὴς γενόμενος κακῶς τὸν βίον κατέστρεψεν.
 
δ. στρατεία τοῦ Σύρων καὶ Δαμασκοῦ βασιλέως ἐπὶ τὸν τῶν Ἰσραηλιτῶν βασιλέα Ἰώραμον καὶ πῶς πολιορκηθεὶς οὗτος ἐν Σαμαρείᾳ παραδόξως τὸν κίνδυνον διέφυγεν.
 
ε. ὡς αὐτὸς Ἰώραμος ἀπέθανεν ὑπὸ Ἰηοῦ ἀναιρεθεὶς τοῦ ἱππάρχου καὶ ἡ γενεὰ αὐτοῦ καὶ ὁ τῶν Ἱεροσολύμων βασιλεὺς Ὀχοζίας. 5
 
ϛ. ὅτι μετὰ τὴν τούτου τελευτὴν ὁ Ἰηοῦς ἐβασίλευσε τῶν Ἰσραηλιτῶν ἐν Σαμαρείᾳ διατρίβων καὶ οἱ παῖδες αὐτοῦ ἐπὶ γενεὰς τέσσαρας.
 
ζ. ὡς γυνή τις Ὀθλία τοὔνομα τῶν Ἱεροσολυμιτῶν ἐβασίλευσεν ἐπὶ ἔτη πέντε καὶ ἀνελὼν αὐτὴν ὁ ἀρχιερεὺς Ἰώδας τὸν Ὀχοζίου παῖδα Ἰωάσην ἀπέδειξε βασιλέα.
 
η. Ἀζαήλου τοῦ Δαμασκηνῶν βασιλέως ἐπὶ τοὺς Ἰσραηλίτας στρατεία καὶ ὡς πολλὰ κακὰ τήν τε χώραν αὐτῶν διαθεὶς καὶ τὴν Σαμαρέων πόλιν ὀλίγῳ πάλιν ὕστερον χρόνῳ στρατεύσας ἐπὶ τοὺς Ἱεροσολυμίτας καὶ πολλὰ χρήματα λαβὼν παρὰ τοῦ βασιλέως αὐτῶν εἰς Δαμασκὸν ἀνέζευξεν.
 
θ. ὡς Ἀμασίας ὁ τῶν Ἱεροσολυμιτῶν βασιλεὺς στρατευσάμενος ἐπὶ Ἰδουμαίους καὶ Ἀμαληκίτας ἐνίκησεν.
 
ι. ὡς αὐτὸς οὗτος πολεμῶν πρὸς τὸν Ἰσραηλιτῶν βασιλέα Ἰώασον ἡττᾶται μέν, ληφθεὶς δὲ αἰχμάλωτος καὶ πολλὰ χρήματα δοὺς ἀπελύθη πάλιν εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ ὡς ὁ παῖς αὐτοῦ Ὀζίας τὰ πέριξ ἔθνη ἐχειρώσατο. 10
 
ια. στρατεία τοῦ τῶν Ἰσραηλιτῶν βασιλέως Ἱεροβάμου ἐπὶ Συρίαν καὶ νίκη.
 
ιβ. ὡς ὁ τῶν Ἀσσυρίων βασιλεὺς στρατευσάμενος ἐπὶ Σαμάρειαν καὶ πολλὰ χρήματα παρὰ Φακέα τοῦ βασιλέως αὐτῶν εἰσπραξάμενος εἰς τὴν οἰκείαν ὑπέστρεψεν.
 
ιγ . ὅτι στρατευσάμενος Ῥαασσεὶν ὁ Δαμασκοῦ βασιλεὺς ἐπὶ Ἱεροσολυμίτας ἠνάγκασεν Ἀχάζην τὸν βασιλέα πέμψαντα χρήματα πολλὰ πρὸς τὸν βασιλέα Ἀσσυρίων πεῖσαι τούτοις αὐτὸν ἐπὶ Δαμασκὸν στρατεύσασθαι.
 
ιδ. ὡς κατὰ κράτος εἷλεν ὁ τῶν Ἀσσυρίων βασιλεὺς Δαμασκὸν καὶ διέφθειρε μὲν αὐτῶν τὸν βασιλέα, τοὺς δὲ ἀνθρώπους ἀναστήσας εἰς Μηδίαν ἕτερα ἔθνη κατῴκισεν ἐν Δαμασκῷ.
 
ιε. ὡς Σαλμανάσαρ ὁ τῶν Ἀσσυρίων βασιλεὺς στρατευσάμενος ἐπὶ Σαμάρειαν καὶ πέντε πολιορκήσας ἔτεσιν ἐν αὐτῇ τὸν τῶν Ἰσραηλιτῶν βασιλέα Ὠσῆν παραστησάμενος τὴν πόλιν ἀπέκτεινεν, 15
 
ιϛ. καὶ ὡς ὁ Ἀσσύριος τὰς δέκα τῶν Ἰσραηλιτῶν φυλὰς εἰς τὴν Μηδίαν κατοικίσας ἐκ τῆς Περσίδος τὸ τῶν Χουθαίων ἔθνος εἰς τὴν ἐκείνων μετήγαγε χώραν, οὓς Ἕλληνες Σαμαρεῖς καλοῦσιν.
 
περιέχει ἡ βίβλος χρόνον ἐτῶν ἑκατὸν καὶ πεντήκοντα καὶ ζ μηνῶν.
 
Ἰωσαφάτῃ δὲ τῷ βασιλεῖ παραγενομένῳ εἰς Ἱεροσόλυμα ἀπὸ τῆς συμμαχίας τῆς πρὸς Ἄχαβον τὸν τῶν Ἰσραηλιτῶν βασιλέα, ἣν Ἄδερι τῷ Σύρων πολεμοῦντι βασιλεῖ παρασχὼν ἦν ὡς προειρήκαμεν, Ἰηοῦς ὁ προφήτης συντυχὼν ᾐτιᾶτο τῆς πρὸς Ἄχαβον συμμαχίας ἄνθρωπον ἀσεβῆ καὶ πονηρόν· τὸν γὰρ θεὸν ἀηδῶς μὲν ἐπὶ τούτῳ διατεθῆναι, ῥύσασθαι μέντοι καίπερ ἡμαρτηκότα διὰ τὴν ἰδίαν αὐτοῦ φύσιν οὖσαν ἀγαθὴν ἔλεγεν ἐκ τῶν πολεμίων.
 
καὶ τότε μὲν ἐπʼ εὐχαριστίας καὶ θυσίας ὁ βασιλεὺς τρέπεται τοῦ θεοῦ· μετὰ ταῦτα δὲ τὴν χώραν ὥρμησεν περιερχόμενος ἐν κύκλῳ πᾶσαν ὅσης αὐτὸς ἐπῆρχε τὸν λαὸν ἐκδιδάσκειν τά τε νόμιμα τὰ διὰ Μωσήους ὑπὸ θεοῦ δοθέντα καὶ τὴν εὐσέβειαν τὴν πρὸς αὐτόν.
 
καὶ δικαστὰς ἀποδείξας ἐν ἑκάστῃ πόλει τῶν βασιλευομένων ὑπʼ αὐτοῦ παρεκελεύσατο μηδενὸς οὕτως ὡς τοῦ δικαίου προνοουμένους κρίνειν τοῖς ὄχλοις μήτε δώρων μήτε ἀξιώματος τῶν ἐν ὑπεροχῇ διὰ πλοῦτον ἢ γένος εἶναι δοκούντων, βραβεύειν δὲ ἅπασι τὸ ἴσον ἐπισταμένους, ὅτι καὶ τῶν κρύφα πραττομένων ἕκαστον ὁ θεὸς βλέπει.
 
ταῦτα διδάξας κατὰ πόλιν ἑκάστην τῶν δύο φυλῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα, κατέστησε δὲ καὶ ἐν τούτοις κριτὰς ἐκ τῶν ἱερέων καὶ τῶν Ληουιτῶν καὶ τῶν τὰ πρῶτα τοῦ πλήθους φερομένων παραινέσας ἐπιμελεῖς καὶ δικαίας ποιεῖσθαι πάσας τὰς κρίσεις·
 
ἂν δὲ περὶ μειζόνων διαφορὰν ἔχοντες τῶν ὁμοφύλων τινὲς ἐκ τῶν ἄλλων πρὸς αὐτοὺς πέμψωσι πόλεων, τούτοις δὲ μετὰ πλείονος σπουδῆς ἀποφαίνεσθαι δικαίως περὶ τῶν πραγμάτων· μάλιστα γὰρ τὰς ἐν ταύτῃ τῇ πόλει κρίσεις, ἐν ᾗ τόν τε ναὸν εἶναι τοῦ θεοῦ συμβέβηκε καὶ δίαιταν ὁ βασιλεὺς ἔχει, προσῆκε σπουδαίας εἶναι καὶ δικαιοτάτας.
 
ἄρχοντας δʼ αὐτῶν ἀποδείκνυσιν Ἀμασίαν τὸν ἱερέα καὶ Ζαβαδίαν ἐκ τῆς Ἰούδα φυλῆς ἑκατέρους. καὶ ὁ μὲν βασιλεὺς τοῦτον τὸν τρόπον διέτασσε τὰ πράγματα.
 
Κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἐστράτευον ἐπʼ αὐτὸν Μωαβῖται καὶ Ἀμμανῖται συμπαραλαβόντες καὶ Ἀράβων μεγάλην μοῖραν, καὶ καταστρατοπεδεύονται πρὸς Ἐγγάδῃ πόλει κειμένῃ πρὸς τῇ Ἀσφαλτίδι λίμνῃ τριακοσίους ἀπεχούσῃ σταδίους τῶν Ἱεροσολύμων· γεννᾶται δʼ ἐν αὐτῇ φοίνιξ ὁ κάλλιστος καὶ ὀποβάλσαμον.
 
ἀκούσας δʼ Ἰωσαφάτης, ὅτι τὴν λίμνην διαβάντες οἱ πολέμιοι ἐμβεβλήκασιν ἤδη εἰς τὴν βασιλευομένην ὑπʼ αὐτοῦ χώραν, δείσας εἰς ἐκκλησίαν συνάγει τὸν δῆμον τῶν Ἱεροσολυμιτῶν εἰς τὸ ἱερόν, καὶ στὰς κατὰ πρόσωπον τοῦ ναοῦ ηὔχετο καὶ ἐπεκαλεῖτο τὸν θεὸν παρασχεῖν αὐτῷ δύναμιν καὶ ἰσχύν, ὥστε τιμωρήσασθαι τοὺς ἐπιστρατεύσαντας·
 
καὶ γὰρ τοῦτο δεηθῆναι τοὺς τὸ ἱερὸν κατασκευασαμένους αὐτοῦ, ὅπως ὑπερμάχηται τῆς πόλεως ἐκείνης καὶ τοὺς ἐπʼ αὐτὸ τολμήσαντας ἐλθεῖν ἀμύνηται, οἳ τὴν ὑπʼ αὐτοῦ δοθεῖσαν γῆν εἰς κατοίκησιν ἀφελέσθαι πάρεισιν αὐτούς. ταῦτʼ εὐχόμενος ἐδάκρυε καὶ σύμπαν δὲ τὸ πλῆθος γυναιξὶν ἅμα καὶ τέκνοις ἱκέτευεν.
 
Ἰαζίηλος δέ τις προφήτης παρελθὼν εἰς μέσην τὴν ἐκκλησίαν ἀνεβόησε τῷ τε πλήθει λέγων καὶ τῷ βασιλεῖ, τὸν θεὸν ἐπακοῦσαι τῶν εὐχῶν καὶ πολεμήσειν αὐτὸν τοῖς ἐχθροῖς ἐπαγγέλλεσθαι. προσέταξε δὲ τῇ ἐπιούσῃ τὴν στρατιὰν ἐξελάσαντα τοῖς πολεμίοις ὑπαντᾶν·
 
εὑρήσειν γὰρ αὐτοὺς ἐπὶ τῆς μεταξὺ Ἱεροσολύμων καὶ Ἐγγάδης ἀναβάσεως λεγομένης δʼ Ἐξοχῆς· καὶ μὴ συμβαλεῖν μὲν αὐτοῖς, στάντας δὲ μόνον ὁρᾶν, πῶς αὐτοῖς μάχεται τὸ θεῖον. τοῦ δὲ προφήτου ταῦτʼ εἰπόντος ὁ μὲν βασιλεὺς καὶ τὸ πλῆθος πεσόντες ἐπὶ πρόσωπον ηὐχαρίστουν τῷ θεῷ καὶ προσεκύνουν, οἱ δὲ Ληουῖται τοῖς ὀργάνοις διετέλουν ὑμνοῦντες.
 
Ἅμα δʼ ἡμέρᾳ προελθὼν ὁ βασιλεὺς εἰς τὴν ἔρημον τὴν ὑποκάτω Θεκώας πόλεως ἔλεγε πρὸς τὸ πλῆθος, ὡς δεῖ πιστεύειν τοῖς ὑπὸ τοῦ προφήτου εἰρημένοις καὶ μὴ παρατάσσεσθαι μὲν αὐτοὺς εἰς μάχην, προστησαμένους δὲ τοὺς ἱερεῖς μετὰ τῶν σαλπίγγων καὶ Ληουιτῶν εὐχαριστεῖν ὡς ἤδη ῥυσαμένῳ τὴν χώραν ἡμῶν παρὰ τῶν πολεμίων.
 
ἤρεσε δὲ ἡ τοῦ βασιλέως γνώμη, καὶ ἅπερ συνεβούλευσε ταῦτʼ ἔπραττον. ὁ δὲ θεὸς εἰς φόβον ἐνέβαλε καὶ ταραχὴν τοὺς Ἀμμανίτας· οἱ δὲ δόξαντες ἀλλήλους πολεμίους ἀπέκτεινον, ὡς ἐκ τῆς τοσαύτης στρατιᾶς ἀνασωθῆναι μηδένα.
 
Ἰωσαφάτης δὲ ἀποβλέψας εἰς τὴν φάραγγα, ἐν ᾗ συνέβαινʼ ἐστρατοπεδευκέναι τοὺς πολεμίους, καὶ πλήρη νεκρῶν ἰδὼν ἥσθη μὲν ἐπὶ τῷ παραδόξῳ τῆς τοῦ θεοῦ βοηθείας, ὅτι μηδὲ πονήσασιν αὐτοῖς αὐτὸς διʼ αὑτοῦ τὴν νίκην ἔδωκεν, ἐπέτρεψε δὲ τῇ στρατιᾷ διαρπάσαι τὴν παρεμβολὴν τῶν ἐχθρῶν καὶ σκυλεῦσαι τοὺς νεκρούς.
 
καὶ οἱ μὲν ἐπὶ τρεῖς ἡμέρας σκυλεύοντες ἔκαμον· τοσοῦτον ἦν τὸ τῶν ἀνῃρημένων πλῆθος· τῇ τετάρτῃ δὲ συναθροισθεὶς πᾶς ὁ λαὸς εἴς τινα κοῖλον καὶ φαραγγώδη τόπον τὴν τοῦ θεοῦ δύναμιν καὶ τὴν συμμαχίαν εὐλόγησαν, ἀφʼ οὗ καὶ προσηγορίαν ἔσχεν ὁ τόπος κοιλὰς εὐλογίας.
 
Ἐκεῖθεν δὲ ἀναγαγὼν τὴν στρατιὰν ὁ βασιλεὺς εἰς Ἱεροσόλυμα τρέπεται πρὸς εὐωχίαν καὶ θυσίας ἐπὶ πολλὰς ἡμέρας. μετὰ μέντοι γε τὴν τῶν πολεμίων αὐτοῦ διαφθορὰν ἀκουσθεῖσαν τοῖς ἀλλοφύλοις ἔθνεσι πάντες οὗτοι κατεπλάγησαν αὐτόν, ὡς φανερῶς αὐτῷ τοῦ θεοῦ τὸ λοιπὸν συμμαχοῦντος. καὶ Ἰωσαφάτης μὲν ἔκτοτε μετὰ λαμπρᾶς δόξης ἐπί τε δικαιοσύνῃ καὶ τῇ πρὸς τὸ θεῖον εὐσεβείᾳ διῆγεν·
 
ἦν δὲ φίλος καὶ τῷ τοῦ Ἀχάβου παιδὶ βασιλεύοντι τῶν Ἰσραηλιτῶν, πρὸς ὃν κοινωνήσας ἐπὶ κατασκευῇ νεῶν εἴς τε Πόντον πλεουσῶν καὶ τὰ ἐπὶ Θρᾴκης ἐμπόρια διήμαρτε τοῦ κτήματος· ὑπὸ γὰρ μεγέθους ἀπώλετο τὰ σκάφη· καὶ διὰ τοῦτο οὐκέτι περὶ ναῦς ἐφιλοτιμήσατο. τὰ μὲν οὖν περὶ τὸν Ἱεροσολύμων βασιλέα Ἰωσαφάτην οὕτως εἶχεν.
 
Ὁ δʼ Ἀχάβου παῖς Ὀχοζίας ἐβασίλευε τῶν Ἰσραηλιτῶν ἐν Σαμαρείᾳ ποιούμενος τὴν δίαιταν, πονηρὸς ὢν καὶ πάντα ὅμοιος τοῖς γονεῦσιν ἀμφοτέροις καὶ Ἱεροβοάμῳ τῷ πρώτῳ παρανομήσαντι καὶ τὸν λαὸν ἀπατᾶν ἀρξαμένῳ.
 
τὴν δὲ βασιλείαν ἔτος ἤδη δεύτερον ἔχοντος ὁ τῶν Μωαβιτῶν ἀφίσταται βασιλεὺς αὐτοῦ καὶ τοὺς φόρους, οὓς ἔμπροσθεν ἐτέλει τῷ πατρὶ αὐτοῦ Ἀχάβῳ, χορηγῶν ἐπαύσατο. συνέβη δὲ τὸν Ὀχοζίαν καταβαίνοντα ἀπὸ τοῦ τέγους τῆς οἰκίας κατενεχθῆναι καὶ νοσήσαντα πέμψαι πρὸς τὴν Ἀκκάρων θεὸν Μυῖαν, τοῦτο γὰρ ἦν ὄνομα τῇ θεῷ, πυνθάνεσθαι περὶ τῆς σωτηρίας.
 
φανεὶς δὲ ὁ τῶν Ἑβραίων θεὸς Ἠλίᾳ τῷ προφήτῃ προσέταξεν αὐτῷ τοῖς πεμφθεῖσιν ἀγγέλοις ὑπαντήσαντι πυνθάνεσθαι αὐτῶν, εἰ θεὸν ὁ Ἰσραηλιτῶν λαὸς ἴδιον οὐκ ἔχει, ὅτι πέμπει πρὸς τὸν ἀλλότριον βασιλεὺς αὐτῶν περὶ τῆς σωτηρίας ἐρησομένους, κελεῦσαί τε αὐτοὺς ὑποστρέψαι καὶ φράσαι τῷ βασιλεῖ, ὅτι μὴ διαφεύξεται τὴν νόσον.
 
τοῦ δὲ Ἠλία ποιήσαντος ἃ προσέταξεν ὁ θεὸς ἀκούσαντες οἱ ἄγγελοι τὰ παρʼ αὐτοῦ παραχρῆμα ὑπέστρεψαν πρὸς τὸν βασιλέα. θαυμάζοντος δὲ τὸ τάχος τῆς ἐπανόδου καὶ τὴν αἰτίαν ἐρωτήσαντος ἔφασαν ἀπαντῆσαί τινα αὐτοῖς ἄνθρωπον καὶ κωλῦσαι μὲν προσωτέρω χωρεῖν, ἀναστρέψαντας δέ σοι λέγειν ἐξ ἐντολῆς τοῦ Ἰσραηλιτῶν θεοῦ, ὅτι κάκιον ἕξει ἡ νόσος.
 
τοῦ δὲ βασιλέως σημαίνειν αὐτῷ τὸν ταῦτʼ εἰρηκότα κελεύσαντος, ἄνθρωπον ἔλεγον δασὺν καὶ ζώνην περιειλημμένον δερματίνην. συνεὶς δὲ ἐκ τούτων Ἠλίαν εἶναι τὸν σημαινόμενον ὑπὸ τῶν ἀγγέλων πέμψας πρὸς αὐτὸν ταξίαρχον καὶ πεντήκοντα ὁπλίτας ἀχθῆναι αὐτὸν ἐκέλευσεν.
 
εὑρὼν δὲ τὸν Ἠλίαν ὁ πεμφθεὶς ταξίαρχος ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους καθεζόμενον καταβάντα ἥκειν ἐκέλευε πρὸς τὸν βασιλέα· κελεύειν γὰρ τοῦτο ἐκεῖνον· εἰ δὲ μὴ θελήσειεν, ἄκοντα βιάσεσθαι. ὁ δὲ εἰπὼν πρὸς αὐτὸν ἐπὶ πείρᾳ τοῦ προφήτης ἀληθὴς ὑπάρχειν εὔξεσθαι πῦρ ἀπʼ οὐρανοῦ πεσὸν ἀπολέσαι τούς τε στρατιώτας καὶ αὐτὸν εὔχεται, καὶ πρηστὴρ κατενεχθεὶς διαφθείρει τόν τε ταξίαρχον καὶ τοὺς σὺν αὐτῷ.
1 / 8 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme