Book 8
κατευωχηθέντα γὰρ αὐτὸν παρὰ τῷ οἰκονόμῳ αὐτοῦ Ὠσᾶ τοὔνομα πείσας ἐπιδραμεῖν τῶν ὑφʼ αὑτὸν ἱππέων τινὰς ἀπέκτεινε διʼ αὐτῶν μεμονωμένον τῶν περὶ αὐτὸν ὁπλιτῶν καὶ ἡγεμόνων· οὗτοι γὰρ ἅπαντες περὶ τὴν πολιορκίαν τῆς Γαβαθώνης ἐγίνοντο τῆς Παλαιστίνων.
Φονεύσας δὲ τὸν Ἤλανον ὁ ἵππαρχος Ζαμβρίας αὐτὸς βασιλεύει καὶ πᾶσαν τὴν Βασάνου γενεὰν κατὰ τὴν Ἰηοῦς προφητείαν διαφθείρει· τῷ γὰρ αὐτῷ τρόπῳ συνέβη τὸν οἶκον αὐτοῦ πρόρριζον ἀπολέσθαι διὰ τὴν ἀσέβειαν, ὡς καὶ τὸν Ἱεροβοάμου διαφθαρέντα γεγράφαμεν.
ἡ δὲ πολιορκοῦσα τὴν Γαβαθώνην στρατιὰ πυθομένη τὰ περὶ τὸν βασιλέα καὶ ὅτι Ζαμβρίας ἀποκτείνας αὐτὸν ἔχει τὴν βασιλείαν καὶ αὐτὴ τὸν ἡγούμενον αὐτῆς Ἀμαρῖνον ἀπέδειξε βασιλέα, ὃς ἀπὸ τῆς Γαβαθώνης ἀναστήσας τὸν στρατὸν εἰς Θαρσὴν παραγίνεται τὸ βασίλειον καὶ προσβαλὼν τῇ πόλει κατὰ κράτος αἱρεῖ.
Ζαμβρίας δὲ τὴν πόλιν ἰδὼν ἠρημωμένην συνέφυγεν εἰς τὸ μυχαίτατον τῶν βασιλείων καὶ ὑποπρήσας αὐτὸ συγκατέκαυσεν ἑαυτὸν βασιλεύσας ἡμέρας ἑπτά. διέστη δʼ εὐθὺς ὁ τῶν Ἰσραηλιτῶν λαὸς καὶ οἱ μὲν αὐτῶν Θαμαναῖον βασιλεύειν ἤθελον, οἱ δὲ τὸν Ἀμαρῖνον. νικήσαντες δʼ οἱ τοῦτον ἄρχειν ἀξιοῦντες ἀποκτείνουσι τὸν Θαμαναῖον, καὶ παντὸς βασιλεύει ὁ Ἀμαρῖνος τοῦ ὄχλου.
τριακοστῷ δὲ ἔτει τῆς Ἀσάνου βασιλείας ἦρξεν ὁ Ἀμαρῖνος ἔτη δώδεκα· τούτων τὰ μὲν ἓξ ἐν Θάρσῳ πόλει, τὰ δὲ λοιπὰ ἐν Σωμαρεῶνι λεγομένῃ πόλει ὑπὸ δὲ Ἑλλήνων Σαμαρείᾳ καλουμένῃ. προσηγόρευσε δʼ αὐτὴν αὐτὸς Σωμαραῖος ἀπὸ τοῦ τὸ ὄρος ἀποδομένου αὐτῷ ἐφʼ ᾧ κατεσκεύασε τὴν πόλιν Σωμάρου.
διέφερε δʼ οὐδὲν τῶν πρὸ αὐτοῦ βασιλευσάντων ἢ τῷ χείρων αὐτῶν εἶναι· ἅπαντες γὰρ ἐζήτουν πῶς ἀποστήσουσιν ἀπὸ τοῦ θεοῦ τὸν λαὸν τοῖς καθʼ ἡμέραν ἀσεβήμασι καὶ διὰ τοῦτο διʼ ἀλλήλων αὐτοὺς ὁ θεὸς ἐποίησεν ἐλθεῖν καὶ μηδένα τοῦ γένους ὑπολιπεῖν. ἐτελεύτησε δὲ καὶ οὗτος ἐν Σαμαρείᾳ, διαδέχεται δʼ αὐτὸν ὁ παῖς Ἄχαβος.
Μαθεῖν δʼ ἔστιν ἐκ τούτων, ὅσην τὸ θεῖον ἐπιστροφὴν ἔχει τῶν ἀνθρωπίνων πραγμάτων, καὶ πῶς μὲν ἀγαπᾷ τοὺς ἀγαθούς, μισεῖ δὲ τοὺς πονηροὺς καὶ προρρίζους ἀπόλλυσιν· οἱ μὲν γὰρ τῶν Ἰσραηλιτῶν βασιλεῖς ἄλλος ἐπʼ ἄλλῳ διὰ τὴν παρανομίαν καὶ τὰς ἀδικίας ἐν ὀλίγῳ χρόνῳ πολλοὶ κακῶς διαφθαρέντες ἐγνώσθησαν καὶ τὸ γένος αὐτῶν, ὁ δὲ τῶν Ἱεροσολύμων καὶ τῶν δύο φυλῶν βασιλεὺς Ἄσανος διʼ εὐσέβειαν καὶ δικαιοσύνην εἰς μακρὸν καὶ εὔδαιμον ὑπὸ τοῦ θεοῦ προήχθη γῆρας καὶ τεσσαράκοντα καὶ ἓν ἄρξας ἔτος εὐμοίρως ἀπέθανε.
τελευτήσαντος δʼ αὐτοῦ διεδέξατο τὴν ἡγεμονίαν ὁ υἱὸς Ἰωσαφάτης ἐκ γυναικὸς Ἀβιδᾶς τοὔνομα γεγενημένος. τοῦτον μιμητὴν Δαυίδου τοῦ προπάππου κατά τε ἀνδρείαν καὶ εὐσέβειαν ἅπαντες ἐν τοῖς ἔργοις ὑπέλαβον. ἀλλὰ περὶ μὲν τούτου τοῦ βασιλέως οὐ κατεπείγει νῦν λέγειν.
Ὁ δὲ Ἄχαβος ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς κατῴκει μὲν ἐν Σαμαρείᾳ, τὴν δʼ ἀρχὴν κατέσχεν ἕως ἐτῶν εἴκοσι καὶ δύο μηδὲν καινίσας τῶν πρὸ αὐτοῦ βασιλέων, εἰ μὴ ὅσα γε πρὸς τὸ χεῖρον καθʼ ὑπερβολὴν πονηρίας ἐπενόησεν, ἅπαντα δʼ αὐτῶν τὰ κακουργήματα καὶ τὴν πρὸς τὸ θεῖον ὕβριν ἐκμιμησάμενος καὶ μάλιστα τὴν Ἱεροβοάμου ζηλώσας παρανομίαν·
καὶ γὰρ οὗτος δαμάλεις τὰς ὑπʼ ἐκείνου κατασκευασθείσας προσεκύνησε καὶ τούτοις ἄλλα παράδοξα προσεμηχανήσατο. ἔγημε δὲ γυναῖκα θυγατέρα μὲν Εἰθωβάλου τοῦ Τυρίων καὶ Σιδωνίων βασιλέως Ἰεζαβέλην δὲ ὄνομα, ἀφʼ ἧς τοὺς ἰδίους αὐτῆς θεοὺς προσκυνεῖν ἔμαθεν.
ἦν δὲ τὸ γύναιον δραστήριόν τε καὶ τολμηρόν, εἰς τοσαύτην δὲ ἀσέλγειαν καὶ μανίαν προύπεσεν, ὥστε καὶ ναὸν τῷ Τυρίων θεῷ ὃν Βελίαν προσαγορεύουσιν ᾠκοδόμησε καὶ ἄλσος παντοίων δένδρων κατεφύτευσε· κατέστησε δὲ καὶ ἱερεῖς καὶ ψευδοπροφήτας τούτῳ τῷ θεῷ· καὶ αὐτὸς δʼ ὁ βασιλεὺς πολλοὺς τοιούτους περὶ αὑτὸν εἶχεν ἀνοίᾳ καὶ πονηρίᾳ πάντας ὑπερβεβληκὼς τοὺς πρὸ αὐτοῦ.
Προφήτης δέ τις τοῦ μεγάλου θεοῦ ἐκ πόλεως Θεσσεβώνης τῆς Γαλααδίτιδος χώρας προσελθὼν Ἀχάβῳ προλέγειν αὐτῷ τὸν θεὸν ἔφασκε μήθʼ ὕσειν αὐτὸν ἐν ἐκείνοις τοῖς ἔτεσι μήτε δρόσον καταπέμψειν εἰς τὴν χώραν, εἰ μὴ φανέντος αὐτοῦ. καὶ τούτοις ἐπομόσας ἀνεχώρησεν εἰς τὰ πρὸς νότον μέρη ποιούμενος παρὰ χειμάρρῳ τινὶ τὴν διατριβήν, ἐξ οὗ καὶ τὸ ποτὸν εἶχε· τὴν γὰρ τροφὴν αὐτῷ καθʼ ἡμέραν κόρακες προσέφερον.
ἀναξηρανθέντος δὲ τοῦ ποταμοῦ διʼ ἀνομβρίαν εἰς Σαριφθὰν πόλιν οὐκ ἄπωθεν τῆς Σιδῶνος καὶ Τύρου, μεταξὺ γὰρ κεῖται, παραγίνεται τοῦ θεοῦ κελεύσαντος· εὑρήσειν γὰρ ἐκεῖ γυναῖκα χήραν, ἥτις αὐτῷ παρέξει τροφάς.
ὢν δʼ οὐ πόρρω τῆς πύλης ὁρᾷ γυναῖκα χερνῆτιν ξυλιζομένην· τοῦ δὲ θεοῦ δηλώσαντος ταύτην εἶναι τὴν μέλλουσαν αὐτὸν διατρέφειν προσελθὼν ἠσπάσατο καὶ κομίσαι ὕδωρ παρεκάλεσεν, ὅπως πίῃ, καὶ πορευομένης μετακαλεσάμενος καὶ ἄρτον ἐνεγκεῖν ἐκέλευσε.
τῆς δʼ ὀμοσάσης μηδὲν ἔχειν ἢ μίαν ἀλεύρου δράκα καὶ ὀλίγον ἐλαίου, πορεύεσθαι δὲ συνειλεχυῖαν τὰ ξύλα, ἵνα φυράσασα ποιήσῃ αὑτῇ καὶ τῷ τέκνῳ ἄρτον, μεθʼ ὃν ἀπολεῖσθαι λιμῷ δαπανηθέντα μηκέτι μηδενὸς ὄντος ἔλεγεν, ἀλλὰ θαρσοῦσα, εἶπεν, ἄπιθι καὶ τὰ κρείττω προσδοκῶσα, καὶ ποιήσασα πρῶτον ἐμοὶ βραχὺ κόμισον· προλέγω γάρ σοι μηδέποτʼ ἐπιλείψειν ἀλεύρων ἐκεῖνο τὸ ἄγγος μηδʼ ἐλαίου τὸ κεράμιον, μέχρις οὗ ἂν ὕσῃ ὁ θεός.
ταῦτʼ εἰπόντος τοῦ προφήτου παραγενομένη πρὸς αὑτὴν ἐποίησε τὰ εἰρημένα καὶ αὐτή τε ἔσχε καὶ τῷ τέκνῳ χορηγεῖ τὴν διατροφὴν καὶ τῷ προφήτῃ, ἐπέλιπε δʼ οὐδὲν αὐτοὺς τούτων, ἄχρις οὗ καὶ ὁ αὐχμὸς ἐπαύσατο.
μέμνηται δὲ τῆς ἀνομβρίας ταύτης καὶ Μένανδρος ἐν ταῖς Ἰθωβάλου τοῦ Τυρίων βασιλέως πράξεσι λέγων οὕτως· ἀβροχία τʼ ἐπʼ αὐτοῦ ἐγένετο ἀπὸ τοῦ Ὑπερβερεταίου μηνὸς ἕως τοῦ ἐχομένου ἔτους Ὑπερβερεταίου, ἱκετείαν δʼ αὐτοῦ ποιησαμένου κεραυνοὺς ἱκανοὺς βεβληκέναι. οὗτος πόλιν Βότρυν ἔκτισε τὴν ἐπὶ Φοινίκῃ καὶ Αὖζαν τὴν ἐν Λιβύῃ. καὶ ταῦτα μὲν δηλῶν τὴν ἐπʼ Ἀχάβου γενομένην ἀνομβρίαν, κατὰ γὰρ τοῦτον καὶ Ἰθώβαλος ἐβασίλευε Τυρίων, ὁ Μένανδρος ἀναγέγραφεν.
Ἡ δὲ γυνὴ περὶ ἧς πρὸ τούτων εἴπομεν, ἡ τὸν προφήτην διατρέφουσα, τοῦ παιδὸς αὐτῇ καταπεσόντος εἰς νόσον, ὡς καὶ τὴν ψυχὴν ἀφεῖναι καὶ δόξαι νεκρόν, ἀνακλαιομένη καὶ ταῖς τε χερσὶν αὑτὴν αἰκιζομένη καὶ φωνὰς οἵας ὑπηγόρευε τὸ πάθος ἀφιεῖσα κατῃτιᾶτο τῆς παρʼ αὐτῇ παρουσίας τὸν προφήτην ὡς ἐλέγξαντα τὰς ἁμαρτίας αὐτῆς καὶ διὰ τοῦτο τοῦ παιδὸς τετελευτηκότος.
ὁ δὲ παρεκελεύετο θαρρεῖν καὶ παραδοῦναι τὸν υἱὸν αὐτῷ· ζῶντα γὰρ αὐτὸν ἀποδώσειν. παραδούσης οὖν βαστάσας εἰς τὸ δωμάτιον, ἐν ᾧ διέτριβεν αὐτός, καὶ καταθεὶς ἐπὶ τῆς κλίνης ἀνεβόησε πρὸς τὸν θεὸν οὐ καλῶς ἀμείψασθαι τὴν ὑποδεξαμένην καὶ θρέψασαν τὸν υἱὸν αὐτῆς ἀφαιρησόμενον, ἐδεῖτό τε τὴν ψυχὴν εἰσπέμψαι πάλιν τῷ παιδὶ καὶ παρασχεῖν αὐτῷ τὸν βίον.
τοῦ δὲ θεοῦ κατοικτείραντος μὲν τὴν μητέρα, βουληθέντος δὲ καὶ τῷ προφήτῃ χαρίσασθαι τὸ μὴ δόξαι πρὸς αὐτὴν ἐπὶ κακῷ παρεῖναι, παρὰ πᾶσαν τὴν προσδοκίαν ἀνεβίωσεν. ἡ δʼ εὐχαρίστει τῷ προφήτῃ καὶ τότε σαφῶς ἔλεγε μεμαθηκέναι, ὅτι τὸ θεῖον αὐτῷ διαλέγεται.
Χρόνου δʼ ὀλίγου διελθόντος παραγίνεται πρὸς Ἄχαβον τὸν βασιλέα κατὰ βούλησιν τοῦ θεοῦ δηλώσων αὐτῷ τὸν γενησόμενον ὑετόν. λιμὸς δὲ τότε κατεῖχε τὴν χώραν ἅπασαν καὶ πολλὴ τῶν ἀναγκαίων ἀπορία, ὡς μὴ μόνον ἀνθρώπους αὐτῶν σπανίζειν, ἀλλὰ καὶ τὴν γῆν μηδʼ ὅσα τοῖς ἵπποις καὶ τοῖς ἄλλοις κτήνεσι πρὸς νομήν ἐστι χρήσιμα διὰ τὴν ἀνομβρίαν ἀναδιδόναι.
τὸν οὖν ἐπιμελόμενον αὐτοῦ τῶν κτημάτων ὁ βασιλεὺς καλέσας Ὠβεδίαν ἀπιέναι βούλεσθαι πρὸς αὐτὸν εἶπεν ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων καὶ τοὺς χειμάρρους, ἵνʼ εἴ που παρʼ αὐτοῖς εὑρεθείη πόα ταύτην εἰς τροφὴν ἀμησάμενοι τοῖς κτήνεσιν ἔχωσι. καὶ περιπέμψαντα κατὰ πᾶσαν τὴν οἰκουμένην τοὺς ζητήσοντας τὸν προφήτην Ἠλίαν οὐχ εὑρηκέναι· συνέπεσθαι δʼ ἐκέλευσε κἀκεῖνον αὐτῷ.
δόξαν οὖν ἐξορμᾶν αὐτοῖς μερισάμενοι τὰς ὁδοὺς ὅ τε Ὠβεδίας καὶ ὁ βασιλεὺς ἀπῄεσαν ἕτερος ἑτέραν τῶν ὁδῶν. συνεβεβήκει δὲ καθʼ ὃν Ἰεζαβέλη ἡ βασίλισσα καιρὸν τοὺς προφήτας ἀπέκτεινε τοῦτον ἑκατὸν ἐν τοῖς ὑπὸ Γάρις σπηλαίοις κρύψαι προφήτας καὶ τρέφειν αὐτοὺς ἄρτον χορηγοῦντα μόνον καὶ ὕδωρ.
μονωθέντι δʼ ἀπὸ τοῦ βασιλέως Ὠβεδίᾳ συνήντησεν ὁ προφήτης Ἠλίας· καὶ πυθόμενος παρʼ αὐτοῦ τίς εἴη καὶ μαθὼν προσεκύνησεν αὐτόν· ὁ δὲ πρὸς τὸν βασιλέα βαδίζειν ἐκέλευσε καὶ λέγειν, ὅτι παρείη πρὸς αὐτόν.
ὁ δὲ τί κακὸν ὑπʼ αὐτοῦ πεπονθότα πρὸς τὸν ἀποκτεῖναι ζητοῦντα καὶ πᾶσαν ἐρευνήσαντα γῆν πέμπειν αὐτὸν ἔλεγεν· ἢ τοῦτʼ ἀγνοεῖν αὐτόν, ὅτι μηδένα τόπον κατέλιπεν, εἰς ὃν οὐκ ἀπέστειλε τοὺς ἀνάξοντας εἰ λάβοιεν ἐπὶ θανάτῳ;
καὶ γὰρ εὐλαβεῖσθαι πρὸς αὐτὸν ἔφασκε, μὴ τοῦ θεοῦ φανέντος αὐτῷ πάλιν εἰς ἄλλον ἀπέλθῃ τόπον, εἶτα διαμαρτὼν αὐτοῦ πέμψαντος τοῦ βασιλέως μὴ δυνάμενος εὑρεῖν ὅπου ποτʼ εἴη γῆς ἀποθάνῃ.
προνοεῖν οὖν αὐτοῦ τῆς σωτηρίας παρακαλεῖ τὴν περὶ τοὺς ὁμοτέχνους αὐτοῦ σπουδὴν λέγων, ὅτι σώσειεν ἑκατὸν προφήτας Ἱεζαβέλης πάντας τοὺς ἄλλους ἀνῃρηκυίας καὶ ἔχοι κεκρυμμένους αὐτοὺς καὶ τρεφομένους ὑπʼ αὐτοῦ. ὁ δὲ μηδὲν δεδιότα βαδίζειν ἐκέλευε πρὸς τὸν βασιλέα δοὺς αὐτῷ πίστεις ἐνόρκους, ὅτι πάντως κατʼ ἐκείνην Ἀχάβῳ φανήσεται τὴν ἡμέραν.
Μηνύσαντος δὲ τῷ βασιλεῖ Ὠβεδίου τὸν Ἠλίαν ὑπήντησεν ὁ Ἄχαβος καὶ ἤρετο μετʼ ὀργῆς, εἰ αὐτὸς εἴη ὁ τὸν Ἑβραίων λαὸν κακώσας καὶ τῆς ἀκαρπίας αἴτιος γεγενημένος. ὁ δʼ οὐδὲν ὑποθωπεύσας αὐτὸν εἶπεν ἅπαντα τὰ δεινὰ πεποιηκέναι καὶ τὸ γένος αὐτοῦ ξενικοὺς ἐπεισενηνοχότας τῇ χώρᾳ θεοὺς καὶ τούτους σέβοντας, τὸν δʼ ἴδιον αὐτῶν, ὃς μόνος ἐστὶ θεός, ἀπολελοιπότας καὶ μηδεμίαν ἔτι πρόνοιαν αὐτοῦ ποιουμένους.
νῦν μέντοι γε ἀνελθόντα ἐκέλευε πάντα τὸν λαὸν εἰς τὸ Καρμήλιον ὄρος ἀθροῖσαι πρὸς αὐτὸν καὶ τοὺς προφήτας αὐτοῦ καὶ τῆς γυναικός, εἰπὼν ὅσοι τὸν ἀριθμὸν εἴησαν, καὶ τοὺς τῶν ἀλσῶν προφήτας ὡς τετρακοσίους τὸ πλῆθος ὄντας.
ὡς δὲ συνέδραμον πάντες εἰς τὸ προειρημένον ὄρος Ἀχάβου διαπέμψαντος, σταθεὶς αὐτῶν ὁ προφήτης Ἠλίας μεταξύ, μέχρι πότε διῃρημένους αὐτοὺς τῇ διανοίᾳ καὶ ταῖς δόξαις οὕτως βιώσειν ἔφασκε· νομίσαντας μὲν γὰρ τὸν ἐγχώριον θεὸν ἀληθῆ καὶ μόνον ἕπεσθαι τούτῳ καὶ ταῖς ἐντολαῖς αὐτοῦ παρῄνει, μηδὲν δὲ τοῦτον ἡγουμένους ἀλλὰ περὶ τῶν ξενικῶν ὑπειληφότας ὡς ἐκείνους δεῖ θρησκεύειν αὐτοῖς συνεβούλευε κατακολουθεῖν.
τοῦ δὲ πλήθους μηδὲν πρὸς ταῦτʼ ἀποκριναμένου ἠξίωσεν Ἠλίας πρὸς διάπειραν τῆς τε τῶν ξενικῶν θεῶν ἰσχύος καὶ τῆς τοῦ ἰδίου, μόνος ὢν αὐτοῦ προφήτης ἐκείνων δὲ τετρακοσίους ἐχόντων, λαβεῖν αὐτός τε βοῦν καὶ ταύτην θύσας ἐπιθεῖναι ξύλοις πυρὸς οὐχ ὑπαφθέντος, κἀκείνους ταὐτὸ ποιήσαντας ἐπικαλέσασθαι τοὺς ἰδίους θεοὺς ἀνακαῦσαι τὰ ξύλα· γενομένου γὰρ τούτου μαθήσεσθαι αὐτοὺς τὴν ἀληθῆ φύσιν τοῦ θεοῦ.
ἀρεσάσης δὲ τῆς γνώμης ἐκέλευσεν Ἠλίας τοὺς προφήτας ἐκλεξαμένους βοῦν πρώτους θῦσαι καὶ τοὺς αὑτῶν ἐπικαλέσασθαι θεούς. ἐπεὶ δʼ οὐδὲν ἀπήντα παρὰ τῆς εὐχῆς καὶ τῆς ἐπικλήσεως θύσασι τοῖς προφήταις, σκώπτων ὁ Ἠλίας μεγάλῃ βοῇ καλεῖν αὐτοὺς ἐκέλευε τοὺς θεούς· ἢ γὰρ ἀποδημεῖν αὐτοὺς ἢ καθεύδειν.
τῶν δʼ ἀπʼ ὄρθρου τοῦτο ποιούντων μέχρι μέσης ἡμέρας καὶ τεμνόντων αὑτοὺς μαχαίραις καὶ σιρομάσταις κατὰ τὸ πάτριον ἔθος, μέλλων αὐτὸς ἐπιτελεῖν ἐκέλευσε τοὺς μὲν ἀναχωρῆσαι, τοὺς δʼ ἐγγὺς προσελθόντας τηρεῖν αὐτόν, μὴ πῦρ λάθρα τοῖς ξύλοις ἐμβάλῃ.
τοῦ δὲ ὄχλου προσελθόντος λαβὼν δώδεκα λίθους κατὰ φυλὴν τοῦ λαοῦ τῶν Ἑβραίων ἀνέστησεν ἐξ αὐτῶν θυσιαστήριον καὶ περὶ αὐτὸ δεξαμενὴν ὤρυξε βαθυτάτην, καὶ συνθεὶς τὰς σχίζας ἐπὶ τοῦ βωμοῦ καὶ κατʼ αὐτῶν ἐπιθεὶς τὰ ἱερεῖα τέσσαρας ἀπὸ τῆς κρήνης ἐκέλευσεν ὑδρίας ὕδατος κατασκεδάσαι τοῦ θυσιαστηρίου, ὡς ὑπερβαλεῖν αὐτὸ καὶ τὴν δεξαμενὴν ἅπασαν γεμισθῆναι ὕδατος πηγῆς ἀναδοθείσης.
ταῦτα δὲ ποιήσας ἤρξατο εὔχεσθαι τῷ θεῷ καὶ καλεῖν αὐτὸν καὶ ποιεῖν τῷ πεπλανημένῳ πολὺν ἤδη χρόνον λαῷ φανερὰν τὴν αὑτοῦ δύναμιν. καὶ ταῦτα λέγοντος ἄφνω πῦρ ἐξ οὐρανοῦ τοῦ πλήθους ὁρῶντος ἐπὶ τὸν βωμὸν ἔπεσε καὶ τὴν θυσίαν ἐδαπάνησεν, ὡς ἀνακαῆναι καὶ τὸ ὕδωρ καὶ ψαφαρὸν γενέσθαι τὸν τόπον.
Οἱ δʼ Ἰσραηλῖται τοῦτʼ ἰδόντες ἔπεσον ἐπὶ τῆς γῆς καὶ προσεκύνουν ἕνα θεὸν καὶ μέγιστον καὶ ἀληθῆ μόνον ἀποκαλοῦντες, τοὺς δʼ ἄλλους ὀνόματι ὑπὸ φαύλης καὶ ἀνοήτου δόξης πεποιημένους· συλλαβόντες δʼ αὐτῶν καὶ τοὺς προφήτας ἀπέκτειναν Ἠλία παραινέσαντος. ἔφη δὲ καὶ τῷ βασιλεῖ πορεύεσθαι πρὸς ἄριστον μηδὲν ἔτι φροντίσαντα· μετʼ ὀλίγον γὰρ ὄψεσθαι τὸν θεὸν ὕοντα.
καὶ ὁ μὲν Ἄχαβος ἀπηλλάγη, Ἠλίας δʼ ἐπὶ τὸ ἀκρωτήριον τοῦ Καρμηλίου ἀναβὰς ὄρους καὶ καθίσας ἐπὶ τῆς γῆς προσηρείσατο τοῖς γόνασι τὴν κεφαλήν, τὸν δὲ θεράποντα ἐκέλευσεν ἀνελθόντα ἐπί τινα σκοπὴν εἰς τὴν θάλασσαν ἀποβλέπειν, κἂν ἴδῃ νεφέλην ἐγειρομένην ποθέν, φράζειν αὐτῷ· μέχρι γὰρ τότε καθαρῷ συνέβαινε τῷ ἀέρι εἶναι.
τοῦ δὲ ἀναβάντος καὶ μηδὲν πολλάκις ὁρᾶν φήσαντος, ἕβδομον ἤδη βαδίσας ἑωρακέναι μελαινόμενον εἶπέ τι τοῦ ἀέρος οὐ πλέον ἴχνους ἀνθρωπίνου. ὁ δὲ Ἠλίας ταῦτʼ ἀκούσας πέμπει πρὸς τὸν Ἄχαβον κελεύων αὐτὸν εἰς τὴν πόλιν ἀπέρχεσθαι πρὶν ἢ καταρραγῆναι τὸν ὄμβρον.
καὶ ὁ μὲν εἰς Ἱερέζηλα πόλιν παραγίνεται· μετʼ οὐ πολὺ δὲ τοῦ ἀέρος ἀχλύσαντος καὶ νέφεσι καλυφθέντος πνεῦμά τε λάβρον ἐπιγίνεται καὶ πολὺς ὄμβρος. ὁ δὲ προφήτης ἔνθεος γενόμενος τῷ τοῦ βασιλέως ἅρματι μέχρι τῆς Ἱερέζηλας πόλεως συνέδραμε.
Μαθοῦσα δὲ ἡ τοῦ Ἀχάβου γυνὴ Ἰεζάβηλα τά τε σημεῖα τὰ ὑπὸ Ἠλία γενόμενα καὶ ὅτι τοὺς προφήτας αὐτῶν ἀπέκτεινεν, ὀργισθεῖσα πέμπει πρὸς αὐτὸν ἀγγέλους ἀπειλοῦσα διʼ αὐτῶν ἀποκτείνειν αὐτόν, ὡς κἀκεῖνος τοὺς προφήτας αὐτῆς ἀπολέσειε.