Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 8

 
τὸν δὲ τυραννοῦντα Ἱεροσολύμων Σολόμωνα πέμψαι φησὶ πρὸς Εἴρωμον αἰνίγματα καὶ παρʼ αὐτοῦ λαβεῖν ἀξιοῦντα, τὸν δὲ μὴ δυνηθέντα διακρῖναι τῷ λύσαντι χρήματα ἀποτίνειν.
 
ὁμολογήσαντα δὲ τὸν Εἴρωμον καὶ μὴ δυνηθέντα λῦσαι τὰ αἰνίγματα πολλὰ τῶν χρημάτων εἰς τὸ ἐπιζήμιον ἀναλῶσαι· εἶτα δὲ Ἀβδήμονά τινα Τύριον ἄνδρα τὰ προτεθέντα λῦσαι καὶ αὐτὸν ἄλλα προβαλεῖν, ἃ μὴ λύσαντα τὸν Σολόμωνα πολλὰ τῷ Εἰρώμῳ προσαποτῖσαι χρήματα. καὶ Δῖος μὲν οὕτως εἴρηκεν.
 
Ἐπεὶ δʼ ἑώρα τὰ τῶν Ἱεροσολύμων τείχη ὁ βασιλεὺς πύργων πρὸς ἀσφάλειαν δεόμενα καὶ τῆς ἄλλης ὀχυρότητος, πρὸς γὰρ τἀξίωμα τῆς πόλεως ἡγεῖτο δεῖν καὶ τοὺς περιβόλους εἶναι, ταῦτά τε προσεπεσκεύαζε καὶ πύργοις αὐτὰ μεγάλοις προσεξῇρεν.
 
ᾠκοδόμησε δὲ καὶ πόλεις ταῖς βαρυτάταις ἐναρίθμους Ἄσωρόν τε καὶ Μαγέδω, τὴν τρίτην δὲ Γάζαρα, ἣν τῆς Παλαιστίνων χώρας ὑπάρχουσαν Φαραώνης ὁ τῶν Αἰγυπτίων βασιλεὺς στρατευσάμενος καὶ πολιορκήσας αἱρεῖ κατὰ κράτος· ἀποκτείνας δὲ πάντας τοὺς ἐνοικοῦντας αὐτὴν κατέσκαψεν, εἶτα δωρεὰν ἔδωκεν τῇ θυγατρὶ Σολόμωνι γεγαμημένῃ.
 
διὸ καὶ ἀνήγειρεν αὐτὴν ὁ βασιλεὺς οὖσαν ὀχυρὰν φύσει καὶ πρὸς πολέμους καὶ τὰς τῶν καιρῶν μεταβολὰς χρησίμην εἶναι δυναμένην. οὐ πόρρω δʼ αὐτῆς ἄλλας ᾠκοδόμησε δύο πόλεις· Βητχώρα τῇ ἑτέρᾳ ὄνομα ἦν, ἡ δʼ ἑτέρα Βελὲθ ἐκαλεῖτο.
 
προσκατεσκεύασε δὲ ταύταις καὶ ἄλλας εἰς ἀπόλαυσιν καὶ τρυφὴν ἐπιτηδείως ἐχούσας τῇ τε τῶν ἀέρων εὐκρασίᾳ καὶ τοῖς ὡραίοις εὐφυεῖς καὶ νάμασιν ὑδάτων ἐνδρόσους. ἐμβαλὼν δὲ καὶ εἰς τὴν ἔρημον τῆς ἐπάνω Συρίας καὶ κατασχὼν αὐτὴν ἔκτισεν ἐκεῖ πόλιν μεγίστην δύο μὲν ἡμερῶν ὁδὸν ἀπὸ τῆς ἄνω Συρίας διεστῶσαν, ἀπὸ δʼ Εὐφράτου μιᾶς, ἀπὸ δὲ τῆς μεγάλης Βαβυλῶνος ἓξ ἡμερῶν ἦν τὸ μῆκος.
 
αἴτιον δὲ τοῦ τὴν πόλιν οὕτως ἀπὸ τῶν οἰκουμένων μερῶν τῆς Συρίας ἀπῳκίσθαι τὸ κατωτέρω μὲν μηδαμοῦ τῆς γῆς ὕδωρ εἶναι, πηγὰς δʼ ἐν ἐκείνῳ τῷ τόπῳ μόνον εὑρεθῆναι καὶ φρέατα. ταύτην οὖν τὴν πόλιν οἰκοδομήσας καὶ τείχεσιν ὀχυρωτάτοις περιβαλὼν Θαδάμοραν ὠνόμασε καὶ τοῦτʼ ἔτι νῦν καλεῖται παρὰ τοῖς Σύροις, οἱ δʼ Ἕλληνες αὐτὴν προσαγορεύουσι Πάλμυραν.
 
Σολόμων μὲν οὖν ὁ βασιλεὺς ταῦτα κατʼ ἐκεῖνον τὸν καιρὸν πράττων διετέλει. πρὸς δὲ τοὺς ἐπιζητήσαντας, ὅτι πάντες οἱ Αἰγυπτίων βασιλεῖς ἀπὸ Μιναίου τοῦ Μέμφιν οἰκοδομήσαντος, ὃς ἔτεσι πολλοῖς ἔμπροσθεν ἐγένετο τοῦ πάππου ἡμῶν Ἁβράμου, μέχρι Σολόμωνος πλειόνων ἐτῶν τριακοσίων καὶ χιλίων μεταξὺ διεληλυθότων Φαραῶθαι ἐκλήθησαν ἀπὸ τοῦ μετʼ αὐτοὺς ἐν τοῖς μεταξὺ χρόνοις ἄρξαντος βασιλέως Φαραώθου τὴν προσηγορίαν λαβόντες, ἀναγκαῖον ἡγησάμην εἰπεῖν, ἵνα τὴν ἄγνοιαν αὐτῶν ἀφέλω καὶ ποιήσω τοῦ ὀνόματος φανερὰν τὴν αἰτίαν, ὅτι Φαραὼ κατʼ Αἰγυπτίους βασιλέα σημαίνει.
 
οἶμαι δʼ αὐτοὺς ἐκπαίδων ἄλλοις χρωμένους ὀνόμασιν ἐπειδὰν βασιλεῖς γένωνται τὸ σημαῖνον αὐτῶν τὴν ἐξουσίαν κατὰ τὴν πάτριον γλῶτταν μετονομάζεσθαι· καὶ γὰρ οἱ τῆς Ἀλεξανδρείας βασιλεῖς ἄλλοις ὀνόμασι καλούμενοι πρότερον ὅτε τὴν βασιλείαν ἔλαβον Πτολεμαῖοι προσηγορεύθησαν ἀπὸ τοῦ πρώτου βασιλέως.
 
καὶ οἱ Ῥωμαίων δὲ αὐτοκράτορες ἐκ γενετῆς ἀπʼ ἄλλων χρηματίσαντες ὀνομάτων Καίσαρες καλοῦνται τῆς ἡγεμονίας καὶ τῆς τιμῆς τὴν προσηγορίαν αὐτοῖς θεμένης ἀλλʼ οὐχ οἷς ὑπὸ τῶν πατέρων ἐκλήθησαν τούτοις ἐπιμένοντες. νομίζω δὲ καὶ Ἡρόδοτον τὸν Ἁλικαρνασέα διὰ τοῦτο μετὰ Μιναίαν τὸν οἰκοδομήσαντα Μέμφιν τριάκοντα καὶ τριακοσίους βασιλεῖς Αἰγυπτίων γενέσθαι λέγοντα μὴ δηλῶσαι αὐτῶν τὰ ὀνόματα, ὅτι κοινῶς Φαραῶθʼ ἐκαλοῦντο·
 
καὶ γὰρ μετὰ τὴν τούτων τελευτὴν γυναικὸς βασιλευσάσης λέγει τοὔνομα Νικαύλην καλῶν δηλῶν, ὡς τῶν μὲν ἀρρένων βασιλέων τὴν αὐτὴν προσηγορίαν ἔχειν δυναμένων, τῆς δὲ γυναικὸς οὐκέτι κοινωνεῖν ἐκείνης, καὶ διὰ τοῦτʼ εἶπεν αὐτῆς τὸ φύσει δεῆσαν ὄνομα.
 
ἐγὼ δὲ καὶ ἐν τοῖς ἐπιχωρίοις ἡμῶν βιβλίοις εὗρον, ὅτι μετὰ Φαραώθην τὸν Σολόμωνος πενθερὸν οὐκέτʼ οὐδεὶς τοῦτο τὸ ὄνομα βασιλεὺς Αἰγυπτίων ἐκλήθη, καὶ ὅτι ὕστερον ἧκε πρὸς Σολόμωνα ἡ προειρημένη γυνὴ βασιλεύουσα τῆς Αἰγύπτου καὶ τῆς Αἰθιοπίας. περὶ μὲν οὖν ταύτης μετʼ οὐ πολὺ δηλώσομεν· νῦν δὲ τούτων ἐπεμνήσθην, ἵνα παραστήσω τὰ ἡμέτερα βιβλία καὶ τὰ παρʼ Αἰγυπτίοις περὶ πολλῶν ὁμολογοῦντα.
 
Ὁ δὲ βασιλεὺς Σολόμων τοὺς ἔτι τῶν Χαναναίων οὐχ ὑπακούοντας, οἳ ἐν τῷ Λιβάνῳ διέτριβον ὄρει καὶ μέχρι πόλεως Ἀμάθης, ὑποχειρίους ποιησάμενος φόρον αὐτοῖς προσέταξε καὶ πρὸς τὸ θητεύειν αὐτῷ καὶ τὰς οἰκετικὰς χρείας ἐκτελεῖν καὶ πρὸς γεωργίαν κατʼ ἔτος ἐξ αὐτῶν ἐπελέγετο.
 
τῶν γὰρ Ἑβραίων οὐδεὶς ἐδούλευεν οὐδʼ ἦν εὔλογον ἔθνη πολλὰ τοῦ θεοῦ δεδωκότος αὐτοῖς ὑποχείρια, δέον ἐκ τούτων ποιεῖσθαι τὸ θητικόν, αὐτοὺς κατάγειν εἰς τοῦτο τὸ σχῆμα, ἀλλὰ πάντες ἐν ὅπλοις ἐφʼ ἁρμάτων καὶ ἵππων στρατευόμενοι μᾶλλον ἢ δουλεύοντες διῆγον.
 
τῶν δὲ Χαναναίων, οὓς εἰς τὴν οἰκετείαν ἀπήγαγεν. ἄρχοντας ἀπέδειξε πεντακοσίους καὶ πεντήκοντα τὸν ἀριθμόν, οἳ τὴν ὅλην αὐτῶν ἐπιτροπὴν εἰλήφεσαν παρὰ τοῦ βασιλέως, ὥστε διδάσκειν αὐτοὺς τὰ ἔργα καὶ τὰς πραγματείας, ἐφʼ ἃς ἂν αὐτῶν ἔχρῃζεν.
 
Ἐναυπηγήσατο δὲ ὁ βασιλεὺς ἐν τῷ Αἰγυπτιακῷ κόλπῳ σκάφη πολλὰ τῆς Ἐρυθρᾶς θαλάσσης ἔν τινι τόπῳ λεγομένῳ Γασίων Γάβελος οὐ πόρρω Ἰλάνεως πόλεως, ἣ νῦν Βερενίκη καλεῖται· αὕτη γὰρ ἡ χώρα τὸ πρὶν Ἰουδαίων ἦν. ἔτυχε δὲ καὶ τῆς ἁρμοζούσης εἰς τὰς ναῦς δωρεᾶς παρʼ Εἰρώμου τοῦ Τυρίων βασιλέως·
 
ἄνδρας γὰρ αὐτῷ κυβερνήτας καὶ τῶν θαλασσίων ἐπιστήμονας ἔπεμψεν ἱκανούς, οἷς ἐκέλευσε πλεύσαντας μετὰ τῶν ἰδίων οἰκονόμων εἰς τὴν πάλαι μὲν Σώφειραν νῦν δὲ χρυσῆν γῆν καλουμένην, τῆς Ἰνδικῆς ἐστιν αὕτη, χρυσὸν αὐτῷ κομίσαι. καὶ συναθροίσαντες ὡς τετρακόσια τάλαντα πάλιν ἀνεχώρησαν πρὸς τὸν βασιλέα.
 
Τὴν δὲ τῆς Αἰγύπτου καὶ τῆς Αἰθιοπίας τότε βασιλεύουσαν γυναῖκα σοφίᾳ διαπεπονημένην καὶ τἆλλα θαυμαστὴν ἀκούουσαν τὴν Σολόμωνος ἀρετὴν καὶ φρόνησιν ἐπιθυμία τῆς ὄψεως αὐτοῦ ἐκ τῶν ὁσημέραι περὶ τῶν ἐκεῖ λεγομένων πρὸς αὐτὸν ἤγαγε·
 
πεισθῆναι γὰρ ὑπὸ τῆς πείρας ἀλλʼ οὐχ ὑπὸ τῆς ἀκοῆς, ἣν εἰκός ἐστι καὶ ψευδεῖ δόξῃ συγκατατίθεσθαι καὶ μεταπεῖσαι πάλιν, ὅλη γὰρ ἐπὶ τοῖς ἀπαγγέλλουσι κεῖται, θέλουσα πρὸς αὐτὸν ἐλθεῖν διέγνω, μάλιστα καὶ τῆς σοφίας αὐτοῦ βουλομένη λαβεῖν πεῖραν αὐτὴ προτείνασα καὶ λῦσαι τὸ ἄπορον τῆς διανοίας δεηθεῖσα ἧκεν εἰς Ἱεροσόλυμα μετὰ πολλῆς δόξης καὶ πλούτου παρασκευῆς·
 
ἐπηγάγετο γὰρ καμήλους χρυσίου μεστὰς καὶ ἀρωμάτων ποικίλων καὶ λίθων πολυτελῶν. ὡς δʼ ἀφικομένην αὐτὴν ἡδέως ὁ βασιλεὺς προσεδέξατο. τά τε ἄλλα περὶ αὐτὴν φιλότιμος ἦν καὶ τὰ προβαλλόμενα σοφίσματα ῥᾳδίως τῇ συνέσει καταλαμβανόμενος θᾶττον ἢ προσεδόκα τις ἐπελύετο.
 
ἡ δʼ ἐξεπλήσσετο μὲν καὶ τὴν σοφίαν τοῦ Σολόμωνος οὕτως ὑπερβάλλουσαν αὐτὴν καὶ τῆς ἀκουομένης τῇ πείρᾳ κρείττω καταμαθοῦσα, μάλιστα δʼ ἐθαύμαζε τὰ βασίλεια τοῦ τε κάλλους καὶ τοῦ μεγέθους οὐχ ἧττον δὲ τῆς διατάξεως τῶν οἰκοδομημάτων·
 
καὶ γὰρ ἐν ταύτῃ πολλὴν τοῦ βασιλέως καθεώρα φρόνησιν. ὑπερεξέπληττε δʼ αὐτὴν ὅ τε οἶκος ὁ δρυμὼν ἐπικαλούμενος Λιβάνου καὶ ἡ τῶν καθʼ ἡμέραν δείπνων πολυτέλεια καὶ τὰ τῆς παρασκευῆς αὐτοῦ καὶ διακονίας ἥ τε τῶν ὑπηρετούντων ἐσθὴς καὶ τὸ μετʼ ἐπιστήμης αὐτῶν περὶ τὴν διακονίαν εὐπρεπές, οὐχ ἥκιστα δὲ καὶ αἱ καθʼ ἡμέραν ἐπιτελούμεναι τῷ θεῷ θυσίαι καὶ τὸ τῶν ἱερέων καὶ Λευιτῶν περὶ αὐτὰς ἐπιμελές.
 
ταῦθʼ ὁρῶσα καθʼ ἡμέραν ὑπερεθαύμαζε, καὶ κατασχεῖν οὐ δυνηθεῖσα τὴν ἔκπληξιν τῶν βλεπομένων φανερὰν ἐποίησεν αὑτὴν θαυμαστικῶς διακειμένην· πρὸς γὰρ τὸν βασιλέα προήχθη λόγους εἰπεῖν, ὑφʼ ὧν ἠλέγχθη σφόδρα τὴν διάνοιαν ἐπὶ τοῖς προειρημένοις ἡττημένη·
 
πάντα μὲν γάρ, εἶπεν, ὦ βασιλεῦ, τὰ διʼ ἀκοῆς εἰς γνῶσιν ἐρχόμενα μετʼ ἀπιστίας παραγίνεται, τῶν δὲ σῶν ἀγαθῶν, ὧν αὐτός τε ἔχεις ἐν αὑτῷ, λέγω δὲ τὴν σοφίαν καὶ τὴν φρόνησιν, καὶ ὧν ἡ βασιλεία σοι δίδωσιν, οὐ ψευδὴς ἄρα ἡ φήμη πρὸς ἡμᾶς διῆλθεν, ἀλλʼ οὖσα ἀληθὴς πολὺ
 
καταδεεστέραν τὴν εὐδαιμονίαν ἀπέφηνεν ἧς ὁρῶ νῦν παροῦσα τὰς μὲν γὰρ ἀκοὰς πείθειν ἐπεχείρει μόνον, τὸ δὲ ἀξίωμα τῶν πραγμάτων οὐχ οὕτως ἐποίει γνώριμον, ὡς ἡ ὄψις αὐτὸ καὶ τὸ παρʼ αὐτοῖς εἶναι συνίστησιν. ἐγὼ γοῦν οὐδὲ τοῖς ἀπαγγελλομένοις διὰ πλῆθος καὶ μέγεθος ὧν ἐπυνθανόμην πιστεύουσα πολλῷ πλείω τούτων ἱστόρηκα.
 
καὶ μακάριόν τε τὸν Ἑβραίων λαὸν εἶναι κρίνω δούλους τε τοὺς σοὺς καὶ φίλους, οἳ καθʼ ἡμέραν τῆς σῆς ἀπολαύουσιν ὄψεως καὶ τῆς σῆς σοφίας ἀκροώμενοι διατελοῦσιν. εὐλογήσειεν ἄν τις τὸν θεὸν ἀγαπήσαντα τήνδε τὴν χώραν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας οὕτως, ὥστε σὲ ποιῆσαι βασιλέα.
 
Παραστήσασα δὲ καὶ διὰ τῶν λόγων, πῶς αὐτὴν διέθηκεν ὁ βασιλεύς, ἔτι καὶ ταῖς δωρεαῖς τὴν διάνοιαν αὐτῆς ἐποίησε φανεράν· εἴκοσι μὲν γὰρ αὐτῷ τάλαντα ἔδωκε χρυσίου ἀρωμάτων τε πλῆθος ἀσυλλόγιστον καὶ λίθον πολυτελῆ· λέγουσι δʼ ὅτι καὶ τὴν τοῦ ὀποβαλσάμου ῥίζαν, ἣν ἔτι νῦν ἡμῶν ἡ χώρα φέρει, δούσης ταύτης τῆς γυναικὸς ἔχομεν.
 
ἀντεδωρήσατο δʼ αὐτὴν καὶ Σολόμων πολλοῖς ἀγαθοῖς καὶ μάλισθʼ ὧν κατʼ ἐπιθυμίαν ἐξελέξατο· οὐδὲν γὰρ ἦν, ὅ τι δεηθείσῃ λαβεῖν οὐ παρέσχεν, ἀλλʼ ἑτοιμότερον ὧν αὐτὸς κατὰ τὴν οἰκείαν ἐχαρίζετο προαίρεσιν ἅπερ ἐκείνη τυχεῖν ἠξίου προϊέμενος τὴν μεγαλοφροσύνην ἐπεδείκνυτο. καὶ ἡ μὲν τῶν Αἰγυπτίων καὶ τῆς Αἰθιοπίας βασίλισσα ὧν προειρήκαμεν τυχοῦσα καὶ μεταδοῦσα πάλιν τῷ βασιλεῖ τῶν παρʼ αὐτῆς εἰς τὴν οἰκείαν ὑπέστρεψε.
 
Κατὰ δὲ τὸν αὐτὸν καιρὸν κομισθέντων ἀπὸ τῆς χρυσῆς καλουμένης γῆς λίθου πολυτελοῦς τῷ βασιλεῖ καὶ ξύλων πευκίνων, τοῖς ξύλοις εἰς ὑποστήριγμα τοῦ τε ναοῦ καὶ τῶν βασιλείων κατεχρήσατο καὶ πρὸς τὴν τῶν μουσικῶν ὀργάνων κατασκευὴν κινύρας τε καὶ νάβλας, ὅπως ὑμνῶσιν οἱ Ληουῖται τὸν θεόν· πάντων δὲ τῶν ποτε κομισθέντων αὐτῷ τὰ κατʼ ἐκείνην τὴν ἡμέραν ἐνεχθέντα καὶ μεγέθει καὶ κάλλει διέφερεν.
 
ὑπολάβῃ δὲ μηδείς, ὅτι τὰ τῆς πεύκης ξύλα τοῖς νῦν εἶναι λεγομένοις καὶ ταύτην ὑπὸ τῶν πιπρασκόντων τὴν προσηγορίαν ἐπὶ καταπλήξει τῶν ὠνουμένων λαμβάνουσίν ἐστι παραπλήσια. ἐκεῖνα γὰρ τὴν μὲν ἰδέαν ἐμφερῆ τοῖς συκίνοις γίνεται, λευκότερα δέ ἐστι καὶ στίλβει πλέον.
 
τοῦτο μὲν πρὸς τὸ μηδένα τὴν διαφορὰν ἀγνοῆσαι μηδὲ τὴν φύσιν τῆς ἀληθοῦς πεύκης, ἐπεὶ διὰ τὴν τοῦ βασιλέως χρείαν ἐμνήσθημεν αὐτῆς, εὔκαιρον εἶναι καὶ φιλάνθρωπον δηλῶσαι νομίσαντες εἰρήκαμεν.
 
Ὁ δὲ τοῦ χρυσοῦ σταθμὸς τοῦ κομισθέντος αὐτῷ τάλαντα ἑξακόσια καὶ ἑξήκοντα καὶ ἕξ, μὴ συγκαταριθμουμένου καὶ τοῦ ὑπὸ τῶν ἐμπόρων ὠνηθέντος μηδʼ ὧν οἱ τῆς Ἀραβίας τοπάρχαι καὶ βασιλεῖς ἔπεμπον αὐτῷ δωρεῶν. ἐχώνευσε δὲ τὸν χρυσὸν εἰς διακοσίων κατασκευὴν θυρεῶν ἀνὰ σίκλους ἀγόντων ἑξακοσίους.
 
ἐποίησε δὲ καὶ ἀσπίδας τριακοσίας ἀγούσης ἑκάστης χρυσίου μνᾶς τρεῖς· ἀνέθηκε δὲ ταύτας φέρων εἰς τὸν οἶκον τὸν δρυμῶνα Λιβάνου καλούμενον. οὐ μὴν ἀλλὰ καὶ τὰ ἐκπώματα διὰ χρυσοῦ καὶ λίθου τὰ πρὸς τὴν ἑστίασιν ὡς ἔνι μάλιστα φιλοτεχνῶν κατεσκεύασε καὶ τὴν ἄλλην τῶν σκευῶν δαψίλειαν χρυσέαν ἅπασαν ἐμηχανήσατο·
 
οὐδὲν γὰρ ἦν ὅ τις ἀργύρῳ ἐπίπρασκεν ἢ πάλιν ἐωνεῖτο, ἀλλὰ πολλαὶ γὰρ ἦσαν ναῦς, ἃς ὁ βασιλεὺς ἐν τῇ Ταρσικῇ λεγομένῃ θαλάττῃ καταστήσας παραγαγεῖν εἰς τὰ ἐνδοτέρω τῶν ἐθνῶν παντοίαν ἐμπορίαν προσέταξεν, ὧν ἐξεμπολουμένων ἄργυρός τε καὶ χρυσὸς ἐκομίζετο τῷ βασιλεῖ καὶ πολὺς ἐλέφας Αἰθίοπές τε καὶ πίθηκοι. τὸν δὲ πλοῦν ἀπιοῦσαί τε καὶ ἐπανερχόμεναι τρισὶν ἔτεσιν ἤνυον.
 
Φήμη δὲ λαμπρὰ πᾶσαν ἐν κύκλῳ τὴν χώραν περιήρχετο διαβοῶσα τὴν Σολόμωνος ἀρετὴν καὶ σοφίαν, ὡς τούς τε πανταχοῦ βασιλεῖς ἐπιθυμεῖν εἰς ὄψιν αὐτῷ παραγενέσθαι τοῖς λεγομένοις διʼ ὑπερβολὴν ἀπιστοῦντας, καὶ δωρεαῖς μεγάλαις προσεμφανίζειν τὴν περὶ αὐτὸν σπουδήν·
 
ἔπεμπον γὰρ αὐτῷ σκεύη χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἁλουργεῖς ἐσθῆτας καὶ ἀρωμάτων γένη πολλὰ καὶ ἵππους καὶ ἅρματα καὶ τῶν ἀχθοφόρων ἡμιόνων ὅσους καὶ ῥώμῃ καὶ κάλλει τὴν τοῦ βασιλέως ὄψιν εὖ διαθήσειν ἐπελέγοντο, ὥστε τοῖς οὖσιν αὐτῷ πρότερον ἅρμασι καὶ ἵπποις ἐκ τῶν πεμπομένων προσθέντα ποιῆσαι τὸν μὲν τῶν ἁρμάτων ἀριθμὸν τετρακοσίοις περισσότερον, ἦν γὰρ αὐτῷ πρότερον χίλια, τὸν δὲ τῶν ἵππων δισχιλίοις, ὑπῆρχον γὰρ αὐτῷ δισμύριοι ἵπποι.
 
ἤσκηντο δʼ οὗτοι πρὸς εὐμορφίαν καὶ τάχος, ὡς μήτʼ εὐπρεπεστέρους ἄλλους εἶναι συμβαλεῖν αὐτοῖς μήτε ὠκυτέρους, ἀλλὰ καλλίστους τε πάντων ὁρᾶσθαι καὶ ἀπαραμίλλητον αὐτῶν εἶναι τὴν ὀξύτητα.
 
ἐπεκόσμουν δὲ αὐτοὺς καὶ οἱ ἀναβαίνοντες νεότητι μὲν πρῶτον ἀνθοῦντες ἐπιτερπεστάτῃ τὸ δὲ ὕψος ὄντες περίοπτοι καὶ πολὺ τῶν ἄλλων ὑπερέχοντες, μηκίστας μὲν καθειμένοι χαίτας ἐνδεδυμένοι δὲ χιτῶνας τῆς Τυρίας πορφύρας. ψῆγμα δὲ χρυσοῦ καθʼ ἡμέραν αὐτῶν ἐπέσηθον ταῖς κόμαις, ὡς στίλβειν αὐτῶν τὰς κεφαλὰς τῆς αὐγῆς τοῦ χρυσοῦ πρὸς τὸν ἥλιον ἀντανακλωμένης.
 
τούτων περὶ αὐτὸν ὄντων ὁ βασιλεὺς καθωπλισμένων καὶ τόξα ἐξηρτημένων ἐφʼ ἅρματος αὐτὸς ὀχούμενος καὶ λευκὴν ἠμφιεσμένος ἐσθῆτα πρὸς αἰώραν ἔθος εἶχεν ἐξορμᾶν. ἦν δέ τι χωρίον ἀπὸ δύο σχοίνων Ἱεροσολύμων, ὃ καλεῖται μὲν Ἠτάν, παραδείσοις δὲ καὶ ναμάτων ἐπιρροαῖς ἐπιτερπὲς ὁμοῦ καὶ πλούσιον· εἰς τοῦτο τὰς ἐξόδους αἰωρούμενος ἐποιεῖτο.
 
Θείᾳ τε περὶ πάντα χρώμενος ἐπινοίᾳ τε καὶ σπουδῇ καὶ λίαν ὢν φιλόκαλος οὐδὲ τῶν ὁδῶν ἠμέλησεν, ἀλλὰ καὶ τούτων τὰς ἀγούσας εἰς Ἱεροσόλυμα βασίλειον οὖσαν λίθῳ κατέστρωσε μέλανι, πρός τε τὸ ῥᾳστώνην εἶναι τοῖς βαδίζουσι, καὶ πρὸς τὸ δηλοῦν τὸ ἀξίωμα τοῦ πλούτου καὶ τῆς ἡγεμονίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme