Book 8
τοῦτον δέ σοι κατεσκεύακα τὸν ναὸν ἐπώνυμον, ὡς ἂν ἀπʼ αὐτοῦ σοι τὰς εὐχὰς θύοντες καὶ καλλιεροῦντες ἀναπέμπωμεν εἰς τὸν ἀέρα καὶ πεπεισμένοι διατελοίημεν, ὅτι πάρει καὶ μακρὰν οὐκ ἀφέστηκας οὐδὲ σαυτῶ· τῷ μὲν γὰρ πάντʼ ἐφορᾶν καὶ πάντʼ ἀκούειν οὐδὲ νῦν ὅπου σοι θέμις οἰκῶν ἀπολείπεις τοῦ πᾶσιν ἔγγιστα εἶναι, μᾶλλον δʼ ἑκάστῳ καὶ βουλευομένῳ καὶ διὰ νυκτὸς καὶ ἡμέρας συμπάρει.
ταῦτα ἐπιθειάσας πρὸς τὸν θεὸν ἀπέστρεψεν εἰς τὸ πλῆθος τοὺς λόγους ἐμφανίζων τοῦ θεοῦ τὴν δύναμιν αὐτοῖς καὶ τὴν πρόνοιαν, ὅτι Δαυίδῃ τῷ πατρὶ περὶ τῶν μελλόντων ἅπαντα καθὼς ἀποβέβηκεν ἤδη τὰ πολλὰ καὶ γενήσεται τὰ λείποντα δηλώσειε, καὶ ὡς αὐτὸς ἐπιθείη τὸ ὄνομα μήπω γεγεννημένῳ καὶ
τίς μέλλοι καλεῖσθαι προείποι καὶ ὅτι τὸν ναὸν οὗτος οἰκοδομήσει αὐτῷ βασιλεὺς μετὰ τὴν τοῦ πατρὸς τελευτὴν γενόμενος· ἃ βλέποντας κατὰ τὴν ἐκείνου προφητείαν ἐπιτελῆ τὸν θεὸν εὐλογεῖν ἠξίου καὶ περὶ μηδενὸς ἀπογινώσκειν ὧν ὑπέσχηται πρὸς εὐδαιμονίαν ὡς οὐκ ἐσομένου πιστεύοντας ἐκ τῶν ἤδη βλεπομένων.
Ταῦτα διαλεχθεὶς πρὸς τὸν ὄχλον ὁ βασιλεὺς ἀφορᾷ πάλιν εἰς τὸν ναὸν καὶ τὴν δεξιὰν εἰς τὸν ὄχλον ἀνασχών ἔργοις μέν, εἶπεν, οὐ δυνατὸν ἀνθρώποις ἀποδοῦναι θεῷ χάριν ὑπὲρ ὧν εὖ πεπόνθασιν· ἀπροσδεὲς γὰρ τὸ θεῖον ἁπάντων καὶ κρεῖττον τοιαύτης ἀμοιβῆς· ᾧ δὲ τῶν ἄλλων ζῴων ὑπὸ σοῦ, δέσποτα, κρείττονες γεγόναμεν, τούτῳ τὴν σὴν εὐλογεῖν μεγαλειότητα καὶ περὶ τῶν ὑπηργμένων εἰς τὸν ἡμέτερον οἶκον καὶ τὸν Ἑβραίων εὐχαριστεῖν ἀνάγκη.
τίνι γὰρ ἄλλῳ μᾶλλον ἱλάσασθαι μηνίοντα καὶ δυσμεναίνοντα εὐμενῆ δεξιώτερόν ἐστιν ἡμῖν ἢ φωνῇ, ἣν ἐξ ἀέρος τε ἔχομεν καὶ διʼ αὐτοῦ πάλιν ἀνιοῦσαν οἴδαμεν; χάριν οὖν ἔχειν διʼ αὐτῆς ὁμολογῶ σοι περί τε τοῦ πατρὸς πρῶτον, ὃν ἐξ ἀφανοῦς εἰς τοσαύτην ἀνήγαγες δόξαν,
ἔπειθʼ ὑπὲρ ἐμαυτοῦ πάντα μέχρι τῆς παρούσης ἡμέρας ἃ προεῖπας πεποιηκότι, δέομαί τε τοῦ λοιποῦ χορηγεῖν ὅσα θεῷ δύναμις ἀνθρώποις ὑπὸ σοῦ τετιμημένοις, καὶ τὸν οἶκον τὸν ἡμέτερον αὔξειν εἰς πᾶν, ὡς καθωμολόγησας Δαυίδῃ τῷ πατρί μου καὶ ζῶντι καὶ παρὰ τὴν τελευτήν, ὅτι παρʼ ἡμῖν ἡ βασιλεία μενεῖ καὶ τὸ ἐκείνου γένος αὐτὴν διαδοχαῖς ἀμείψει μυρίαις. ταῦτʼ οὖν ἡμῖν ἐπάρκεσον καὶ παισὶ τοῖς ἐμοῖς ἀρετὴν ᾗ σὺ χαίρεις παράσχου.
πρὸς δὲ τούτοις ἱκετεύω καὶ μοῖράν τινα τοῦ σοῦ πνεύματος εἰς τὸν ναὸν ἀποικίσαι, ὡς ἂν καὶ ἐπὶ γῆς ἡμῖν εἶναι δοκῇς. σοὶ μὲν γὰρ μικρὸν οἰκητήριον καὶ τὸ πᾶν οὐρανοῦ καὶ τῶν κατὰ τοῦτον ὄντων κύτος, οὐχ ὅτι γε οὗτος ὁ τυχὼν ναός, ἀλλὰ φυλάσσειν τε ἀπόρθητον ἐκ πολεμίων ὡς ἴδιον εἰς ἅπαν καὶ προνοεῖν ὡς οἰκείου κτήματος παρακαλῶ.
κἂν ἁμαρτών ποτε ὁ λαὸς ἔπειτα πληγῇ τινι κακῷ διὰ τὴν ἁμαρτίαν ἐκ σοῦ γῆς ἀκαρπίᾳ καὶ φθορᾷ λοιμικῇ ἤ τινι τούτων τῶν παθημάτων, οἷς σὺ τοὺς παραβάντας τι τῶν ὁσίων μετέρχῃ, καὶ καταφεύγῃ πᾶς ἀθροισθεὶς ἐπὶ τὸν ναὸν ἱκετεύων σε καὶ σωθῆναι δεόμενος, ἐπήκοος αὐτοῦ γενόμενος ὡς ἔνδον ὢν ἐλεήσῃς καὶ τῶν συμφορῶν ἀπαλλάξῃς.
ταύτην δὲ οὐχ Ἑβραίοις μόνον δέομαι παρὰ σοῦ τὴν βοήθειαν εἶναι σφαλεῖσιν, ἀλλὰ κἂν ἀπὸ περάτων τῆς οἰκουμένης τινὲς ἀφίκωνται κἂν ὁποθενδηποτοῦν προστρεπόμενοι καὶ τυχεῖν τινος ἀγαθοῦ λιπαροῦντες, δὸς αὐτοῖς ἐπήκοος γενόμενος.
οὕτως γὰρ ἂν μάθοιεν πάντες, ὅτι σὺ μὲν αὐτὸς ἐβουλήθης παρʼ ἡμῖν κατασκευασθῆναί σοι τὸν οἶκον, ἡμεῖς δʼ οὐκ ἀπάνθρωποι τὴν φύσιν ἐσμὲν οὐδʼ ἀλλοτρίως πρὸς τοὺς οὐχ ὁμοφύλους ἔχομεν, ἀλλὰ πᾶσι κοινὴν τὴν ἀπὸ σοῦ βοήθειαν καὶ τὴν τῶν ἀγαθῶν ὄνησιν ὑπάρχειν ἠθελήσαμεν.
Εἰπὼν ταῦτα καὶ ῥίψας αὑτὸν ἐπὶ τὴν γῆν καὶ ἐπὶ πολλὴν ὥραν προσκυνήσας ἀναστὰς θυσίας τῷ θεῷ προσήνεγκε καὶ γεμίσας τῶν ὁλοκλήρων ἱερείων ἐναργέστατα τὸν θεὸν ἡδέως ἔγνω τὴν θυσίαν προσδεχόμενον· πῦρ γὰρ ἐξ ἀέρος διαδραμὸν καὶ πάντων ὁρώντων ἐπὶ τὸν βωμὸν ᾆξαν ἅπασαν τὴν θυσίαν ἀνήρπασε καὶ κατεδαίσατο.
ταύτης δὲ τῆς ἐπιφανείας γενομένης ὁ μὲν λαὸς δήλωσιν εἶναι τοῦτʼ εἰκάσας τῆς ἐν τῷ ναῷ τοῦ θεοῦ διατριβῆς ἐσομένης καὶ ἡσθεὶς προσεκύνει πεσὼν ἐπὶ τοὔδαφος, ὁ δὲ βασιλεὺς εὐλογεῖν τε ἤρξατο καὶ τὸ πλῆθος ταὐτὸ ποιεῖν παρώρμα δείγματα μὲν ἔχοντας ἤδη τῆς τοῦ θεοῦ πρὸς αὐτοὺς εὐμενείας,
εὐχομένους δὲ τοιαῦτα ἀποβαίνειν ἀεὶ τὰ παρʼ ἐκείνου, καὶ τὴν διάνοιαν αὐτοῖς καθαρὰν ἀπὸ πάσης φυλάττεσθαι κακίας ἐν δικαιοσύνῃ καὶ θρησκείᾳ καὶ τῷ τὰς ἐντολὰς τηρεῖν ἃς διὰ Μωυσέος αὐτοῖς ἔδωκεν ὁ θεὸς διαμενούσας· ἔσεσθαι γὰρ οὕτως εὔδαιμον τὸ Ἑβραίων ἔθνος καὶ παντὸς ἀνθρώπων γένους μακαριώτερον.
παρεκάλει τε μνημονεύειν, ὡς οἷς ἐκτήσαντο τὰ παρόντα ἀγαθὰ τούτοις αὐτὰ καὶ βέβαια ἕξειν καὶ μείζω καὶ πλείω καταστήσειν· οὐ γὰρ λαβεῖν αὐτὰ μόνον διʼ εὐσέβειαν καὶ δικαιοσύνην, ἀλλὰ καὶ καθέξειν διὰ ταῦτα προσῆκεν ὑπολαμβάνειν· εἶναι δὲ τοῖς ἀνθρώποις οὐχ οὕτως μέγα τὸ κτήσασθαί τι τῶν οὐχ ὑπαρχόντων, ὡς τὸ σῶσαι τὰ πορισθέντα καὶ μηδὲν ἁμαρτεῖν εἰς. βλάβην αὐτῶν.
Ὁ μὲν οὖν βασιλεὺς διαλεχθεὶς ταῦτα πρὸς τὸ πλῆθος διαλύει τὴν ἐκκλησίαν τελέσας θυσίας ὑπέρ τε αὑτοῦ καὶ πάντων Ἑβραίων, ὡς μόσχους μὲν καταθῦσαι μυρίους καὶ δισχιλίους, προβάτων δὲ μυριάδας δώδεκα.
τὸν μὲν γὰρ ναὸν τότε πρῶτον ἔγευσεν ἱερουργημάτων καὶ κατευωχήθησαν ἐν αὐτῷ πάντες σὺν γυναιξὶν Ἑβραῖοι καὶ τέκνοις, ἔτι δὲ καὶ τὴν σκηνοπηγίαν καλουμένην ἑορτὴν πρὸ τοῦ ναοῦ λαμπρῶς καὶ μεγαλοπρεπῶς ἐπὶ δὶς ἑπτὰ ἡμέρας ἤγαγεν ὁ βασιλεὺς σὺν ἅπαντι τῷ λαῷ κατευωχούμενος.
Ἐπεὶ δʼ εἶχεν αὐτοῖς ἀποχρώντως ταῦτα καὶ μηδὲν ἐνέδει τῇ περὶ τὸν θεὸν εὐσεβείᾳ πρὸς αὑτοὺς ἕκαστος τοῦ βασιλέως ἀπολύσαντος ἀπῄεσαν εὐχαριστήσαντες τῷ βασιλεῖ τῆς τε περὶ αὐτοὺς προνοίας καὶ ὧν ἐπεδείξατο ἔργων, καὶ εὐξάμενοι τῷ θεῷ παρασχεῖν αὐτοῖς εἰς πολὺν χρόνον Σολόμωνα βασιλέα τὴν πορείαν ἐποιοῦντο μετὰ χαρᾶς καὶ παιδιᾶς ὕμνους εἰς τὸν θεὸν ᾄδοντες, ὡς ὑπὸ τῆς ἡδονῆς ἀπόνως τὴν ὁδὸν τὴν ἐπὶ τὰ οἰκεῖα πάντας ἀνύσαι.
καὶ οἱ μὲν τὴν κιβωτὸν εἰς τὸν ναὸν εἰσαγαγόντες καὶ τὸ μέγεθος καὶ τὸ κάλλος ἱστορήσαντες αὐτοῦ καὶ θυσιῶν ἐπʼ αὐτῷ μεγάλων καὶ ἑορτῶν μεταλαβόντες εἰς τὰς αὑτῶν ἕκαστοι πόλεις ὑπέστρεψαν. ὄναρ δʼ ἐπιφανὲν τῷ βασιλεῖ κατὰ τοὺς ὕπνους ἐσήμαινεν αὐτῷ τῆς εὐχῆς ἐπήκοον τὸν θεὸν γεγονέναι,
καὶ ὅτι φυλάξει τε τὸν ναὸν καὶ διὰ παντὸς ἐν αὐτῷ μενεῖ τῶν ἐκγόνων αὐτοῦ καὶ αὐτοῦ καὶ τῆς ἁπάσης πληθύος τὰ δίκαια ποιούσης, αὐτόν τε πρῶτον ἐμμένοντα ταῖς τοῦ πατρὸς ὑποθήκαις ἔλεγεν εἰς ὕψος καὶ μέγεθος εὐδαιμονίας ἀνοίσειν ἄπειρον καὶ βασιλεύσειν ἀεὶ τῆς χώρας τοὺς ἐκ τοῦ γένους αὐτοῦ καὶ τῆς Ἰούδα φυλῆς·
προδόντα μέντοι τὰ ἐπιτηδεύματα καὶ λήθην αὐτῶν ποιησάμενον καὶ ξενικοὺς θεοὺς θρησκεύειν μεταβαλόμενον πρόρριζον ἐκκόψειν καὶ μήτε τοῦ γένους τι λείψανον αὐτῶν ἐάσειν μήτε τὸν τῶν Ἰσραηλιτῶν λαὸν ἀπαθῆ παρόψεσθαι, πολέμοις δʼ αὐτοὺς καὶ κακοῖς ἐξαφανίσειν μυρίοις κἀκ τῆς γῆς, ἣν τοῖς πατράσιν αὐτῶν ἔδωκεν,
ἐκβαλὼν ἐπήλυδας ἀλλοτρίας καταστήσειν, τὸν δὲ ναὸν τὸν νῦν οἰκοδομηθέντα καταπρησθησόμενον τοῖς ἐχθροῖς παραδώσειν καὶ διαρπαγησόμενον, κατασκάψειν δὲ καὶ τὴν πόλιν χερσὶ τῶν πολεμίων καὶ ποιήσειν μύθων ἄξια τὰ παρʼ αὐτοῖς κακὰ καὶ πολλῆς διʼ ὑπερβολὴν μεγέθους ἀπιστίας,
ὡς τοὺς προσοίκους ἀκούοντας τὴν συμφορὰν θαυμάζειν καὶ τὴν αἰτίαν πολυπραγμονεῖν διʼ ἣν οὕτως ἐμισήθησαν Ἑβραῖοι τῷ θεῷ πρότερον εἰς δόξαν καὶ πλοῦτον ὑπʼ αὐτοῦ παραχθέντες, καὶ παρὰ τῶν ὑπολειπομένων ἀκούειν ἐξομολογουμένων τὰς ἁμαρτίας αὐτῶν καὶ τὰς τῶν πατρίων νομίμων παραβάσεις. ταῦτα μὲν αὐτῷ τὸν θεὸν εἰπεῖν κατὰ τοὺς ὕπνους ἀναγέγραπται.
Μετὰ δὲ τὴν τοῦ ναοῦ κατασκευὴν ἐν ἔτεσιν ἑπτὰ καθὼς προειρήκαμεν γενομένην τὴν τῶν βασιλείων οἰκοδομὴν κατεβάλετο, ἣν ἔτεσι τρισὶ καὶ δέκα μόγις ἀπήρτισεν· οὐ γὰρ τὸν αὐτὸν ἐσπουδάζετο τρόπον ὅνπερ καὶ τὸ ἱερόν, ἀλλὰ τὸ μὲν καίπερ ὂν μέγα καὶ θαυμαστῆς ἐργασίας καὶ παραδόξου τετυχηκὸς ἔτι καὶ θεοῦ συνεργοῦντος, εἰς ὃν ἐγίνετο, τοῖς προειρημένοις ἔτεσιν ἔλαβε πέρας·
τὰ δὲ βασίλεια πολὺ τῆς ἀξίας τοῦ ναοῦ καταδεέστερα τυγχάνοντα τῷ μήτε τὴν ὕλην ἐκ τοσούτου χρόνου καὶ τῆς αὐτῆς ἡτοιμάσθαι φιλοτιμίας καὶ βασιλεῦσιν οἰκητήριον ἀλλʼ οὐ θεῷ γίνεσθαι, βράδιον ἠνύσθη.
καὶ αὐτὰ μὲν οὖν ἄξια λόγου καὶ κατὰ τὴν εὐδαιμονίαν τῆς Ἑβραίων χώρας καὶ τοῦ βασιλέως ᾠκοδομήθη, τὴν δὲ ὅλην αὐτῶν διάταξιν καὶ τὴν διάθεσιν εἰπεῖν ἀναγκαῖον, ἵνʼ οὕτως ἐκ τούτου στοχάζεσθαι καὶ συνορᾶν ἔχωσι τὸ μέγεθος οἱ τῇ γραφῇ μέλλοντες ἐντυγχάνειν.
Οἶκος ἦν μέγας καὶ καλὸς πολλοῖς στύλοις ἐρηρεισμένος, ὃν εἰς τὰς κρίσεις καὶ τὴν τῶν πραγμάτων διάγνωσιν πλῆθος ὑποδέξασθαι καὶ χωρῆσαι σύνοδον ἀνθρώπων ἐπὶ δίκας συνεληλυθότων κατεσκεύασεν ἑκατὸν μὲν πηχῶν τὸ μῆκος εὖρος δὲ πεντήκοντα τὸ δʼ ὕψος τριάκοντα, κίοσι μὲν τετραγώνοις ἀνειλημμένον ἐκ κέδρου πᾶσιν, ἐστεγασμένον δὲ Κορινθίως, ἰσομέτροις δὲ φλιαῖς καὶ θυρώμασι τριγλύφοις ἀσφαλῆ τε ὁμοῦ καὶ κεκαλλωπισμένον.
ἕτερος δὲ οἶκος ἦν ἐν μέσῳ κατὰ ὅλου τοῦ πλάτους τεταγμένος τετράγωνος εὖρος πηχῶν τριάκοντα, ἄντικρυς ἔχων ναὸν παχέσι στύλοις ἀνατεταμένον· ἦν δὲ ἐν αὐτῷ ἐξέδρα διαπρεπής, ἐν ᾗ καθεζόμενος ὁ βασιλεὺς ἔκρινεν, ᾗ παρέζευκτο κατεσκευασμένος ἄλλος οἶκος τῇ βασιλίσσῃ καὶ τὰ λοιπὰ τὰ πρὸς τὴν δίαιταν καὶ τὰς ἀναπαύσεις οἰκήματα μετὰ τὴν τῶν πραγμάτων ἀπόλυσιν, ἐστρωμένα πάντα σανίσι τετμημέναις ἐκ κέδρου.
καὶ τὰ μὲν ᾠκοδομήσατο λίθοις δεκαπήχεσιν, ἑτέρῳ δὲ πριστῷ τοὺς τοίχους καὶ πολυτελεῖ κατημφίεσεν, ὃν εἰς κόσμον ἱερῶν καὶ βασιλείων οἴκων θεωρίων γῆ μεταλλεύεται τοῖς φέρουσιν αὐτὸν τόποις ἐπαινουμένη.
καὶ τὸ μὲν ἀπʼ αὐτοῦ κάλλος ἐπὶ τριστιχίαν ἦν ἐνυφασμένον, τετάρτη δὲ μοῖρα γλυφέων παρεῖχε θαυμάζειν ἐπιστήμην, ὑφʼ ὧν πεποίητο δένδρα καὶ φυτὰ παντοῖα σύσκια τοῖς κλάδοις καὶ τοῖς ἐκκρεμαμένοις αὐτῶν πετάλοις, ὡς ὑπονοεῖν αὐτὰ καὶ σαλεύεσθαι διʼ ὑπερβολὴν λεπτότητος καλύπτοντα τὸν ὑπʼ αὐτοῖς λίθον.
τὸ δὲ ἄλλο μέχρι τῆς στέγης χριστὸν ἦν καὶ καταπεποικιλμένον χρώμασι καὶ βαφαῖς. προσκατεσκεύασε δὲ τούτοις ἄλλα τε πρὸς τρυφὴν οἰκήματα καὶ δὴ καὶ στοὰς μηκίστας καὶ ἐν καλῷ τῶν βασιλείων κειμένας, ἐν αἷς λαμπρότατον οἶκον εἰς ἑστίασιν καὶ συμπόσια χρυσοῦ περίπλεων· καὶ τἆλλα δὲ ὅσα τοῦτον ἔχειν ἔδει πρὸς τὴν τῶν ἑστιωμένων ὑπηρεσίαν σκεύη πάντʼ ἐκ χρυσοῦ κατεσκεύαστο.
δύσκολον δʼ ἐστὶν καταριθμήσασθαι τὸ μέγεθος καὶ τὴν ποικιλίαν τῶν βασιλείων, ὅσα μὲν ἦν αὐτοῖς τὰ μέγιστα οἰκήματα, πόσα δὲ τὰ τούτων ὑποδεέστερα καὶ πόσα ὑπόγεια καὶ ἀφανῆ, τά τε τῶν ἀνειμένων εἰς ἀέρα κάλλη καὶ τὰ ἄλση πρὸς θεωρίαν ἐπιτερπεστάτην καὶ θέρους ὑποφυγὴν καὶ σκέπην εἶναι τοῖς σώμασιν.
ἐν κεφαλαίῳ δʼ εἰπεῖν τὴν ὅλην οἰκοδομίαν ἐκ λίθου λευκοῦ καὶ κέδρου καὶ χρυσοῦ καὶ ἀργύρου πᾶσαν ἐποιήσατο τοὺς ὀρόφους καὶ τοὺς τοίχους τοῖς ἐγκλειομένοις χρυσῷ λίθοις διανθίσας τὸν αὐτὸν τρόπον, ὡς καὶ τὸν τοῦ θεοῦ ναὸν τούτοις κατηγλάισεν.
εἰργάσατο δὲ καὶ ἐξ ἐλέφαντος θρόνον παμμεγεθέστατον ἐν κατασκευῇ βήματος ἔχοντα μὲν ἓξ βαθμούς, ἑκάστῳ δὲ τούτων ἐξ ἑκατέρου μέρους δύο λέοντες ἐφειστήκεσαν τοσούτων ἄνωθεν ἄλλων παρεστώτων. τὸ δʼ ἐνήλατον τοῦ θρόνου χεῖρες ἦσαν δεχόμεναι τὸν βασιλέα, ἀνακέκλιτο δʼ εἰς μόσχου προτομὴν τὰ κατόπιν αὐτοῦ βλέποντος, χρυσῷ δὲ ἅπας ἦν δεδεμένος.
Ταῦτα Σολόμων εἰκοσαετίᾳ κατασκευάσας, ἐπεὶ πολὺν μὲν αὐτῷ χρυσὸν πλείω δʼ ἄργυρον ὁ τῶν Τυρίων βασιλεὺς Εἴρωμος εἰς τὴν οἰκοδομίαν συνήνεγκεν ἔτι δὲ καὶ ξύλα κέδρου καὶ πίτυος, ἀντεδωρήσατο καὶ αὐτὸς μεγάλαις δωρεαῖς τὸν Εἴρωμον σῖτόν τε κατʼ ἔτος πέμπων αὐτῷ καὶ οἶνον καὶ ἔλαιον, ὧν μάλιστα διὰ τὸ νῆσον οἰκεῖν, ὡς καὶ προειρήκαμεν ἤδη, χρῄζων διετέλει.
πρὸς τούτοις δὲ καὶ πόλεις αὐτῷ τῆς Γαλιλαίας εἴκοσι μὲν τὸν ἀριθμὸν οὐ πόρρω δὲ τῆς Τύρου κειμένας ἐχαρίσατο, ἃς ἐπελθὼν καὶ κατανοήσας Εἴρωμος καὶ δυσαρεστήσας τῇ δωρεᾷ πέμψας πρὸς Σολόμωνα μὴ δεῖσθαι τῶν πόλεων ἔλεγε κἄκτοτε προσηγορεύθησαν Χαβαλὼν γῆ· μεθερμηνευόμενον δὲ τὸ χάβαλον κατὰ Φοινίκων γλῶτταν οὐκ ἀρέσκον σημαίνει.
καὶ σοφίσματα δὲ καὶ λόγους αἰνιγματώδεις διεπέμψατο πρὸς Σολόμωνα ὁ τῶν Τυρίων βασιλεὺς παρακαλῶν, ὅπως αὐτῷ σαφηνίσῃ τούτους καὶ τῆς ἀπορίας τῶν ἐν αὐτοῖς ζητουμένων ἀπαλλάξῃ. τὸν δὲ δεινὸν ὄντα καὶ συνετὸν οὐδὲν τούτων παρῆλθεν, ἀλλὰ πάντα νικήσας τῷ λογισμῷ καὶ μαθὼν αὐτῶν τὴν διάνοιαν ἐφώτισε.
Μέμνηται τούτων τῶν δύο βασιλέων καὶ Μένανδρος ὁ μεταφράσας ἀπὸ τῆς Φοινίκων διαλέκτου τὰ Τυρίων ἀρχεῖα εἰς τὴν Ἑλληνικὴν φωνὴν λέγων οὕτως· τελευτήσαντος δὲ Ἀβιβάλου διεδέξατο τὴν βασιλείαν παρʼ αὐτοῦ υἱὸς Εἴρωμος, ὃς βιώσας ἔτη πεντηκοντατρία ἐβασίλευσε τριάκοντα καὶ τέσσαρα.
οὗτος ἔχωσε τὸ Εὐρύχωρον τόν τε χρυσοῦν κίονα τὸν ἐν τοῖς τοῦ Διὸς ἀνέθηκεν· ἔτι τε ὕλην ξύλων ἀπελθὼν ἔκοψεν ἀπὸ τοῦ ὄρους τοῦ λεγομένου Λιβάνου εἰς τὰς τῶν ἱερῶν στέγας·
καθελών τε τὰ ἀρχαῖα ἱερὰ καὶ ναὸν ᾠκοδόμησε τοῦ Ἡρακλέους καὶ τῆς Ἀστάρτης, πρῶτός τε τοῦ Ἡρακλέους ἔγερσιν ἐποιήσατο ἐν τῷ Περιτίῳ μηνί· τοῖς τε Ἰτυκαίοις ἐπεστρατεύσατο μὴ ἀποδιδοῦσι τοὺς φόρους καὶ ὑποτάξας πάλιν αὑτῷ ἀνέστρεψεν. ἐπὶ τούτου ἦν Ἀβδήμονος παῖς νεώτερος, ὃς ἀεὶ ἐνίκα τὰ προβλήματα, ἃ ἐπέτασσε Σολόμων ὁ Ἱεροσολύμων βασιλεύς.
μνημονεύει δὲ καὶ Δῖος λέγων οὕτως· Ἀβιβάλου τελευτήσαντος ὁ υἱὸς αὐτοῦ Εἴρωμος ἐβασίλευσεν. οὗτος τὰ πρὸς ἀνατολὰς μέρη τῆς πόλεως προσέχωσε καὶ μεῖζον τὸ ἄστυ ἐποίησε καὶ τοῦ Ὀλυμπίου Διὸς τὸ ἱερὸν καθʼ ἑαυτὸ ὂν ἐγχώσας τὸν μεταξὺ τόπον συνῆψε τῇ πόλει καὶ χρυσοῖς ἀναθήμασιν ἐκόσμησεν· ἀναβὰς δὲ εἰς τὸν Λίβανον ὑλοτόμησε πρὸς τὴν τῶν ἱερῶν κατασκευήν.