Book 8
τὴν δὲ ὑπὸ τὰς δοκοὺς στέγην τῆς αὐτῆς ὕλης ἐβάλετο πᾶσαν ἐξεσμένην εἰς φατνώματα καὶ προσκόλλησιν χρυσοῦ. τοὺς δὲ τοίχους κεδρίναις διαλαβὼν σανίσι χρυσὸν αὐταῖς ἐνετόρευσεν, ὥστε στίλβειν ἅπαντα τὸν ναὸν καὶ περιλάμπεσθαι τὰς ὄψεις τῶν εἰσιόντων ὑπὸ τῆς αὐγῆς τοῦ χρυσοῦ πανταχόθεν φερομένης.
ἡ δʼ ὅλη τοῦ ναοῦ οἰκοδομία κατὰ πολλὴν τέχνην ἐκ λίθων ἀκροτόμων ἐγένετο συντεθέντων ἁρμονίως πάνυ καὶ λείως, ὡς μήτε σφύρας μήτε ἄλλου τινὸς ἐργαλείου τεκτονικοῦ τοῖς κατανοοῦσιν ἐργασίαν δηλοῦσθαι, ἀλλὰ δίχα τῆς τούτων χρήσεως πᾶσαν ἡρμόσθαι τὴν ὕλην προσφυῶς, ὡς ἑκούσιον τὴν ἁρμονίαν αὐτῆς δοκεῖν μᾶλλον ἢ τῆς τῶν ἐργαλείων ἀνάγκης.
ἐφιλοτέχνησε δὲ ὁ βασιλεὺς ἄνοδον εἰς τὸν ὑπερῷον οἶκον διὰ τοῦ εὔρους τοῦ τοίχου· οὐ γὰρ εἶχε θύραν μεγάλην κατὰ τῆς ἀνατολῆς ὡς εἶχεν ὁ κάτωθεν οἶκος, ἀλλʼ ἐκ τῶν πλευρῶν ἦσαν εἴσοδοι διὰ μικρῶν πάνυ θυρῶν. διέλαβε δὲ τὸν ναὸν καὶ ἔνδοθεν καὶ ἔξωθεν ξύλοις κεδρίνοις ἁλύσεσι παχείαις συνδεδεμένοις, ὥστε ἀντʼ ὀχυρωμάτων καὶ ῥώμης τοῦτο εἶναι.
Διελὼν δὲ τὸν ναὸν εἰς δύο τὸν μὲν ἔνδοθεν οἶκον εἴκοσι πηχῶν ἐποίησεν ἄδυτον, τὸν δὲ τεσσαράκοντα πηχῶν ἅγιον ναὸν ἀπέδειξεν. ἐκτεμὼν δὲ τὸν μέσον τοῖχον θύρας ἐπέστησε κεδρίνας χρυσὸν πολὺν αὐταῖς ἐνεργασάμενος καὶ τορείαν ποικίλην.
κατεπέτασε δὲ ταύτας ὕφεσιν εὐανθεστάτοις ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κόκκου πεποιημένοις, οὐ μὴν ἀλλὰ καὶ βύσσου λαμπροτάτης καὶ μαλακωτάτης. ἀνέθηκε δὲ εἰς τὸ ἄδυτον εἴκοσι πηχῶν τὸ εὖρος τῶν δʼ αὐτῶν καὶ τὸ μῆκος δύο Χερουβεῖς ὁλοχρύσους πηχῶν ἑκατέραν τὸ ὕψος πέντε, δύο δʼ ἦσαν ἑκατέρᾳ πτέρυγες ἐπὶ πέντε πήχεις ἐκτεταμέναι.
διὸ καὶ οὐ μακρὰν ἀλλήλων αὐτὰς ἀνέστησεν, ἵνα τῶν πτερύγων τῇ μὲν ἅπτωνται τοῦ κατὰ νότον κειμένου τοίχου τοῦ ἀδύτου, τῇ δὲ κατὰ βορέαν, αἱ δʼ ἄλλαι πτέρυγες αὑταῖς συνάπτουσαι τεθείσῃ μεταξὺ αὐτῶν τῇ κιβωτῷ σκέπη τυγχάνωσι. τὰς δὲ Χερουβεῖς οὐδεὶς ὁποῖαί τινές εἰσιν εἰπεῖν οὐδʼ εἰκάσαι δύναται.
κατέστρωσε δὲ καὶ τοῦ ναοῦ τὸ ἔδαφος ἐλάσμασι χρυσοῦ, ἐπέθηκε δὲ καὶ τῷ πυλῶνι τοῦ ναοῦ θύρας πρὸς τὸ ὕψος τοῦ τοίχου συμμεμετρημένας εὖρος ἐχούσας πηχῶν εἴκοσι, καὶ ταύτας κατεκόλλησε χρυσῷ.
συνελόντι δʼ εἰπεῖν οὐδὲν εἴασε τοῦ ναοῦ μέρος οὔτε ἔξωθεν οὔτε ἔνδοθεν, ὃ μὴ χρυσὸς ἦν. κατεπέτασε δὲ καὶ ταύτας τὰς θύρας ὁμοίως ταῖς ἐνδοτέρω καταπετάσμασιν. ἡ δὲ τοῦ προναΐου πύλη τούτων οὐδὲν εἶχε.
Μεταπέμπεται δʼ ἐκ Τύρου Σολόμων παρὰ Εἱρώμου τεχνίτην Χείρωμον ὄνομα μητρὸς μὲν ὄντα Νεφθαλίτιδος τὸ γένος, ἐκ γὰρ ταύτης ὑπῆρχε τῆς φυλῆς, πατρὸς δὲ Οὐρίου γένος Ἰσραηλίτου. οὗτος ἅπαντος μὲν ἐπιστημόνως εἶχεν ἔργου, μάλιστα δὲ τεχνίτης ἦν χρυσὸν ἐργάζεσθαι καὶ ἄργυρον καὶ χαλκόν, ὑφʼ οὗ δὴ καὶ πάντα κατὰ τὴν τοῦ βασιλέως βούλησιν τὰ περὶ τὸν ναὸν ἐμηχανήθη.
κατεσκεύασε δὲ ὁ Χείρωμος οὗτος καὶ στύλους δύο χαλκοῦς ἔσωθεν τὸ πάχος τεσσάρων δακτύλων. ἦν δὲ τὸ μὲν ὕψος τοῖς κίοσιν ὀκτωκαίδεκα πήχεων, ἡ δὲ περίμετρος δέκα καὶ δύο πηχῶν· χωνευτὸν δʼ ἐφʼ ἑκατέρᾳ κεφαλῇ κρίνον ἐφειστήκει τὸ ὕψος ἐπὶ πέντε πήχεις ἐγηγερμένον, ᾧ περιέκειτο δίκτυον ἐλάτῃ χαλκέᾳ περιπεπλεγμένον καλύπτον τὰ κρίνα.
τούτου δὲ ἀπήρτηντο κατὰ διστιχίαν καὶ ῥοιαὶ διακόσιαι. τούτων τῶν κιόνων τὸν μὲν ἕτερον κατὰ τὴν δεξιὰν ἔστησε τοῦ προπυλαίου παραστάδα καλέσας αὐτὸν Ἰαχείν, τὸν δʼ ἕτερον κατὰ τὸ ἀριστερὸν ὀνομάσας αὐτὸν Ἀβαίζ.
Ἐχώνευσε δὲ καὶ θάλασσαν χαλκῆν εἰς ἡμισφαίριον ἐσχηματισμένην· ἐκλήθη δὲ τὸ χαλκούργημα θάλασσα διὸ τὸ μέγεθος· ἦν γὰρ ὁ λουτὴρ τὴν διάμετρον πηχῶν δέκα καὶ ἐπὶ παλαιστιαῖον πάχος κεχωνευμένος. ὑπερήρειστο δὲ κατὰ τὸ μεσαίτατον τοῦ κύτους σπείρᾳ περιαγομένῃ εἰς ἕλικας δέκα·
ἦν δὲ τὴν διάμετρον πήχεως, περιειστήκεσαν δὲ περὶ αὐτὴν μόσχοι δώδεκα πρὸς τὰ κλίματα τῶν τεσσάρων ἀνέμων ἀποβλέποντες καθʼ ἕκαστον αὐτῶν τρεῖς, εἰς τὰ ὀπίσθια νενευκότες, ὥστʼ αὐτοῖς ἐπικαθέζεσθαι τὸ ἡμισφαίριον κατὰ περιαγωγὴν ἔνδον ἀπονεῦον. ἐδέχετο δὲ ἡ θάλασσα βάτους τρισχιλίους.
Ἐποίησε δὲ καὶ λουτήρων δέκα βάσεις χαλκᾶς τετραγώνους. τούτων ἑκάστη μῆκος γεγόνει πηχῶν πέντε πλάτος τεσσάρων ὕψος ἕξ. συνεκέκλειτο δὲ τὸ ἔργον κατὰ μέρος τετορευμένον οὕτως· τέσσαρες ἦσαν κιονίσκοι κατὰ γωνίαν ἑστῶτες τετράγωνοι τὰ πλευρὰ τῆς βάσεως ἐξ ἑκατέρου μέρους ἐν αὑτοῖς ἔχοντες ἐξηρμοσμένα.
ἦν δὲ ταῦτα τριχῇ διῃρημένα· ἑκάστην δὲ χώραν ὅρος ἐπεῖχεν εἰς ὑπόβασιν κατεσκευασμένος, ἐφʼ οἷς ἐτετόρευτο πῇ μὲν λέων πῇ δὲ ταῦρος καὶ ἀετός, ἐπὶ δὲ τῶν κιονίσκων ὁμοίως ἐξείργαστο τοῖς κατὰ τὰ πλευρὰ τετορευμένοις.
τὸ δὲ πᾶν ἔργον ἐπὶ τεσσάρων αἰωρούμενον τροχῶν εἱστήκει. χωνευτοὶ δʼ ἦσαν οὗτοι πλήμνας καὶ ἄντυγας πήχεως καὶ ἡμίσους ἔχοντες τὴν διάμετρον. ἐθαύμασεν ἄν τις τὰς ἀψῖδας τῶν τροχῶν θεασάμενος, ὅπως συντετορευμέναι καὶ τοῖς πλευροῖς τῶν βάσεων προσηνωμέναι ἁρμονίως ταῖς ἄντυξιν ἐνέκειντο· ἦσαν δʼ ὅμως οὕτως ἔχουσαι.
τὰς δὲ γωνίας ἄνωθεν συνέκλειον ὦμοι χειρῶν ἀνατεταμένων, οἷς ἐπεκάθητο σπεῖρα κατὰ κοῖλον ἐπικειμένη τὸν λουτῆρα ταῖς χερσὶν ἐπαναπαυόμενον ἀετοῦ καὶ λέοντος αὐτοῖς ἐφηρμοσμένων, ὡς σύμφυτα ταῦτʼ εἶναι δοκεῖν τοῖς ὁρῶσι. μεταξὺ δὲ τούτων φοίνικες ἦσαν τετορευμένοι. τοιαύτη μὲν ἡ κατασκευὴ τῶν δέκα βάσεων ὑπῆρχε.
προσεξείργαστο δὲ καὶ χυτρογαύλους δέκα λουτῆρας στρογγύλους χαλκοῦς, ὧν ἕκαστος ἐχώρει τεσσαράκοντα χόας· τὸ γὰρ ὕψος εἶχε τεσσάρων πηχῶν καὶ τοσούτοις ἀλλήλων αὐτοῖς διειστήκει τὰ χείλη. τίθησι δὲ τοὺς λουτῆρας τούτους ἐπὶ τῶν δέκα βάσεων τῶν κληθεισῶν Μεχενώθ.
πέντε δὲ λουτῆρας ἵστησιν ἐξ ἀριστεροῦ μέρους τοῦ ναοῦ, τέτραπτο δὲ τοῦτο κατὰ βορέαν ἄνεμον, καὶ τοσούτους ἐκ τοῦ δεξιοῦ πρὸς νότον ἀφορῶντας εἰς τὴν ἀνατολήν· κατὰ δʼ αὐτὸ καὶ τὴν θάλασσαν ἔθηκε.
πληρώσας δὲ ὕδατος τὴν μὲν θάλασσαν ἀπέδειξεν εἰς τὸ νίπτειν τοὺς εἰς τὸν ναὸν εἰσιόντας ἱερεῖς ἐν αὐτῇ τὰς χεῖρας καὶ τοὺς πόδας μέλλοντας ἀναβαίνειν ἐπὶ τὸν βωμόν, τοὺς δὲ λουτῆρας εἰς τὸ καθαίρειν τὰ ἐντὸς τῶν ὁλοκαυτουμένων ζῴων καὶ τοὺς πόδας αὐτῶν.
Κατεσκεύασε δὲ καὶ θυσιαστήριον χάλκεον εἴκοσι πηχῶν τὸ μῆκος καὶ τοσούτων τὸ εὖρος τὸ δὲ ὕψος δέκα πρὸς τὰς ὁλοκαυτώσεις. ἐποίησε δὲ αὐτοῦ καὶ τὰ σκεύη πάντα χάλκεα ποδιστῆρας καὶ ἀναλημπτῆρας· οὐ μὴν ἀλλὰ πρὸς τούτοις Χείρωμος καὶ λέβητας καὶ ἅρπαγας καὶ πᾶν σκεῦος ἐδημιούργησεν ἐκ χαλκοῦ τὴν αὐγὴν ὁμοίου χρυσῷ καὶ τὸ κάλλος·
τραπεζῶν τε πλῆθος ἀνέθηκεν ὁ βασιλεύς, καὶ μίαν μὲν μεγάλην χρυσέαν, ἐφʼ ἧς ἐτίθεσαν τοὺς ἄρτους τοῦ θεοῦ, καὶ ταύτῃ παραπλησίας μυρίας πρὸς αὐταῖς ἑτέρῳ τρόπῳ γεγενημένας, ἐφʼ ὧν ἐπέκειτο τὰ σκεύη φιάλαι τε καὶ σπονδεῖα χρύσεα μὲν δισμύρια ἀργύρεα δὲ τετρακισμύρια.
καὶ λυχνίας δὲ μυρίας ἐποίησε κατὰ τὴν Μωυσέος προσταγήν, ἐξ ὧν μίαν ἀνέθηκεν εἰς τὸν ναόν, ἵνα καίηται καθʼ ἡμέραν ἀκολούθως τῷ νόμῳ, καὶ τράπεζαν μίαν ἐπικειμένην ἄρτους πρὸς τὸ βόρειον τοῦ ναοῦ μέρος ἀντικρὺ τῆς λυχνίας· ταύτην γὰρ κατὰ νότον ἔστησεν, ὁ δὲ χρύσεος βωμὸς μέσος αὐτῶν ἔκειτο. ταῦτα πάντα εἶχεν ὁ τῶν τεσσαράκοντα πηχῶν οἶκος πρὸ τοῦ καταπετάσματος τοῦ ἀδύτου· ἐν τούτῳ δὲ ἡ κιβωτὸς ἔμελλε κεῖσθαι.
Οἰνοχόας δʼ ὁ βασιλεὺς μυριάδας ὀκτὼ κατεσκεύασε καὶ φιαλῶν χρυσέων δέκα ἀργυρέας δὲ διπλασίονας. πινάκων δὲ χρυσέων εἰς τὸ προσφέρειν ἐν αὐτοῖς πεφυραμένην σεμίδαλιν τῷ βωμῷ μυριάδας ὀκτώ, τούτων δʼ ἀργυροῦς διπλασίονας. κρατῆρας δʼ οἷς ἐνεφύρων τὴν σεμίδαλιν μετʼ ἐλαίου χρυσέους μὲν ἑξακισμυρίους, ἀργυρέους δὲ δὶς τοσούτους.
τὰ μέτρα δὲ τοῖς Μωυσήου λεγομένοις δὲ ειν καὶ ἐσσάρωνες παραπλήσια, χρυσᾶ μὲν δισμύρια ἀργύρεα δὲ διπλασίονα. θυμιατήρια δὲ χρυσᾶ ἐν οἷς ἐκομίζετο τὸ θυμίαμα εἰς τὸν ναὸν δισμύρια· ὁμοίως ἄλλα θυμιατήρια οἷς ἐκόμιζον ἀπὸ τοῦ μεγάλου βωμοῦ πῦρ ἐπὶ τὸν μικρὸν βωμὸν τὸν ἐν τῷ ναῷ πεντακισμύρια.
στολὰς δὲ ἱερατικὰς τοῖς ἀρχιερεῦσι σὺν ποδήρεσιν ἐπωμίσι καὶ λογίῳ καὶ λίθοις χιλίας· ἡ δὲ στεφάνη, εἰς ἣν τὸν θεὸν Μωυσῆς ἔγραψε, μία ἦν καὶ διέμεινεν ἄχρι τῆσδε τῆς ἡμέρας· τὰς δὲ ἱερατικὰς στολὰς ἐκ βύσσου κατεσκεύασε καὶ ζώνας πορφυρᾶς εἰς ἕκαστον μυρίας.
καὶ σαλπίγγων κατὰ Μωυσέος ἐντολὴν μυριάδας εἴκοσι, καὶ στολῶν τοῖς ὑμνῳδοῖς Ληουιτῶν ἐκ βύσσου μυριάδας εἴκοσι· καὶ τὰ ὄργανα τὰ μουσικὰ καὶ πρὸς τὴν ὑμνῳδίαν ἐξηυρημένα, ἃ καλεῖται νάβλας καὶ κινύρας, ἐξ ἠλέκτρου κατεσκεύασε τετρακισμύρια.
Ταῦτα πάντα ὁ Σολόμων εἰς τὴν τοῦ θεοῦ τιμὴν πολυτελῶς καὶ μεγαλοπρεπῶς κατεσκεύασε μηδενὸς φεισάμενος ἀλλὰ πάσῃ φιλοτιμίᾳ περὶ τὸν τοῦ ναοῦ κόσμον χρησάμενος, ἃ καὶ κατέθηκεν ἐν τοῖς θησαυροῖς τοῦ θεοῦ. περιέβαλε δὲ τοῦ ναοῦ κύκλῳ γείσιον μὲν κατὰ τὴν ἐπιχώριον γλῶτταν τριγχὸν δὲ παρʼ Ἕλλησι λεγόμενον εἰς τρεῖς πήχεις ἀναγαγὼν τὸ ὕψος, εἴρξοντα μὲν τοὺς πολλοὺς τῆς εἰς τὸ ἱερὸν εἰσόδου, μόνοις δὲ ἀνειμένην αὐτὴν τοῖς ἱερεῦσι σημανοῦντα.
τούτου δʼ ἔξωθεν ἱερὸν ᾠκοδόμησεν· ἐν τετραγώνου σχήματι στοὰς ἐγείρας μεγάλας καὶ πλατείας καὶ πύλαις ὑψηλαῖς ἀνεῳγμένας, ὧν ἑκάστη πρὸς ἕκαστον τῶν ἀνέμων τέτραπτο χρυσέαις κλειομένη θύραις. εἰς τοῦτο τοῦ λαοῦ πάντες οἱ διαφέροντες ἁγνείᾳ καὶ παρατηρήσει τῶν νομίμων εἰσῄεσαν.
θαυμαστὸν δὲ καὶ λόγου παντὸς ἀπέφηνε μεῖζον, ὡς δὲ εἰπεῖν καὶ τῆς ὄψεως, τὸ τούτων ἔξωθεν ἱερόν· μεγάλας γὰρ ἐγχώσας φάραγγας, ἃς διὰ βάθος ἄπειρον οὐδὲ ἀπόνως ἐννεύσαντας ἦν ἰδεῖν, καὶ ἀναβιβάσας εἰς τετρακοσίους πήχεις τὸ ὕψος ἰσοπέδους τῇ κορυφῇ τοῦ ὄρους ἐφʼ ἧς ὁ ναὸς ᾠκοδόμητο κατεσκεύασε· καὶ διὰ τοῦτο ὕπαιθρον ὂν τὸ ἔξωθεν ἱερὸν ἴσον ὑπῆρχε τῷ ναῷ.
περιλαμβάνει δʼ αὐτὸ καὶ στοαῖς διπλαῖς μὲν τὴν κατασκευήν, λίθου δʼ αὐτοφυοῦς τὸ ὕψος κίοσιν ἐπερηρεισμέναις· ὀροφαὶ δʼ αὐταῖς ἦσαν ἐκ κέδρου φατνώμασιν ἀνεξεσμέναι. τὰς δὲ θύρας τῷ ἱερῷ τούτῳ πάσας ἐπέστησεν ἐξ ἀργύρου.
Τὰ μὲν οὖν ἔργα ταῦτα καὶ τὰ μεγέθη καὶ κάλλη τῶν τε οἰκοδομημάτων καὶ τῶν εἰς τὸν ναὸν ἀναθημάτων Σολόμων ὁ βασιλεὺς ἐν ἔτεσιν ἑπτὰ συντελέσας καὶ πλούτου καὶ προθυμίας ἐπίδειξιν ποιησάμενος, ὡς ἄν τις ἰδὼν ἐνόμισεν ὡς ἐν τῷ παντὶ κατασκευασθῆναι χρόνῳ ταῦτα ἐν οὕτως ὀλίγῳ πρὸς τὸ μέγεθος συγκρινόμενα τοῦ ναοῦ συμπερασθῆναι, γράψας τοῖς ἡγεμόσι καὶ τοῖς πρεσβυτέροις τῶν Ἑβραίων ἐκέλευσεν ἅπαντα τὸν λαὸν συναγαγεῖν εἰς Ἱεροσόλυμα ὀψόμενόν τε τὸν ναὸν καὶ μετακομιοῦντα τὴν τοῦ θεοῦ κιβωτὸν εἰς αὐτόν.
καὶ περιαγγελθείσης τῆς εἰς τὰ Ἱεροσόλυμα πᾶσιν ἀφίξεως ἑβδόμῳ μηνὶ μόλις συνίασιν, ὑπὸ μὲν τῶν ἐπιχωρίων Ἀθύρει, ὑπὸ δὲ τῶν Μακεδόνων Ὑπερβερεταίῳ λεγομένῳ. συνέδραμε δʼ εἰς τὸν αὐτὸν χρόνον καὶ ὁ τῆς σκηνοπηγίας καιρὸς ἑορτῆς σφόδρα παρὰ τοῖς Ἑβραίοις ἁγιωτάτης καὶ μεγίστης.
βαστάσαντες οὖν τὴν κιβωτὸν καὶ τὴν σκηνήν, ἣν Μωυσῆς ἐπήξατο, καὶ πάντα τὰ πρὸς τὴν διακονίαν τῶν θυσιῶν τοῦ θεοῦ σκεύη μετεκόμιζον εἰς τὸν ναόν. προῆγον δὲ μετὰ θυσιῶν αὐτός τε ὁ βασιλεὺς καὶ ὁ λαὸς ἅπας καὶ οἱ Λευῖται σπονδαῖς τε καὶ πολλῶν ἱερείων αἵματι τὴν ὁδὸν καταντλοῦντες καὶ θυμιῶντες ἀπειρόν τι θυμιαμάτων πλῆθος,
ὡς ἅπαντα τὸν πέριξ ἀέρα πεπληρωμένον καὶ τοῖς πορρωτάτω τυγχάνουσιν ἡδὺν ἀπαντᾶν καὶ γνωρίζειν ἐπιδημίαν θεοῦ καὶ κατοικισμὸν κατʼ ἀνθρωπίνην δόξαν εἰς νεοδόμητον αὐτῷ καὶ καθιερωμένον χωρίον· καὶ γὰρ οὐδʼ ὑμνοῦντες οὐδὲ χορεύοντες ἕως οὗ πρὸς τὸν ναὸν ἦλθον ἔκαμον.
τούτῳ μὲν οὖν τῷ τρόπῳ τὴν κιβωτὸν μετήνεγκαν. ὡς δʼ εἰς τὸ ἄδυτον αὐτὴν εἰσενεγκεῖν ἔδει, τὸ μὲν ἄλλο πλῆθος μετέστη, μόνοι δὲ κομίσαντες οἱ ἱερεῖς μεταξὺ τῶν δύο Χερουβὶμ κατέθεσαν· αἱ δὲ τοὺς ταρσοὺς συμπλέξασαι, καὶ γὰρ οὕτως ἦσαν ὑπὸ τοῦ τεχνίτου κατεσκευασμέναι, τὴν κιβωτὸν ὡς ὑπὸ σκηνῇ τινι καὶ θόλῳ κατεσκέπασαν.
εἶχε δὲ ἡ κιβωτὸς οὐδὲν ἕτερον ἢ δύο λιθίνας πλάκας, αἳ τοὺς δέκα λόγους τοὺς ὑπὸ τοῦ θεοῦ Μωυσεῖ λαληθέντας ἐν Σιναίῳ ὄρει ἐγγεγραμμένους αὐταῖς ἔσωζον. τὴν δὲ λυχνίαν καὶ τὴν τράπεζαν καὶ τὸν βωμὸν τὸν χρύσεον ἔστησαν ἐν τῷ ναῷ πρὸ τοῦ ἀδύτου κατὰ τοὺς αὐτοὺς τόπους, οὓς καὶ τότε ἐν τῇ σκηνῇ κείμενοι κατεῖχον, καὶ τὰς καθημερινὰς θυσίας ἀνέφερον.
τὸ δὲ θυσιαστήριον τὸ χάλκεον ἵστησι πρὸ τοῦ ναοῦ ἀντικρὺ τῆς θύρας, ὡς ἀνοιχθείσης αὐτὸ κατὰ πρόσωπον εἶναι καὶ βλέπεσθαι τὰς ἱερουργίας καὶ τὴν τῶν θυσιῶν πολυτέλειαν. τὰ δὲ λοιπὰ σκεύη πάντα συναλίσας ἔνδον εἰς τὸν ναὸν κατέθετο.
Ἐπεὶ δὲ πάντα διακοσμήσαντες οἱ ἱερεῖς τὰ περὶ τὴν κιβωτὸν ἐξῆλθον, ἄφνω πίλημα νεφέλης οὐ σκληρὸν οὐδʼ οἷον ὥρᾳ χειμῶνος ὑετοῦ γέμον ἵσταται κεχυμένον δὲ καὶ κεκραμένον εἰς τὸν ναὸν εἰσερρύη, καὶ ταῖς μὲν ὄψεσι τῶν ἱερέων ὡς μὴ καθορᾶν ἀλλήλους ἐπεσκότει, ταῖς δὲ διανοίαις ταῖς ἁπάντων φαντασίαν καὶ δόξαν παρεῖχεν ὡς τοῦ θεοῦ κατεληλυθότος εἰς τὸ ἱερὸν καὶ κατεσκηνωκότος ἡδέως ἐν αὐτῷ.
καὶ οἱ μὲν ἐπὶ ταύτης εἶχον αὑτοὺς τῆς ἐννοίας ὁ δὲ βασιλεὺς Σολόμων ἐξεγερθείς, ἔτυχε γὰρ καθεζόμενος, ἐποιήσατο λόγους πρὸς τὸν θεόν, οὓς τῇ θείᾳ φύσει πρέποντας ὑπελάμβανε καὶ καλῶς εἶχεν αὐτῷ λέγειν· σοὶ γάρ, εἶπεν, οἶκον μὲν αἰώνιον, ὦ δέσποτα, καὶ ἄξιον αὑτῷ εἰργάσω γεγονότα τὸν οὐρανὸν οἴδαμεν καὶ ἀέρα καὶ γῆν καὶ θάλασσαν, διʼ ὧν ἁπάντων οὐδὲ τούτοις ἀρκούμενος κεχώρηκας,