Book 8
τρίτης δὲ ἡμέρας διελθούσης ἐπικοιμηθεῖσα τῷ αὑτῆς παιδίῳ αὕτη τοῦτο μὲν ἀποκτείνει, βαστάσασα δὲ τοὐμὸν ἐκ τῶν γονάτων πρὸς αὑτὴν μεταφέρει καὶ τὸ νεκρὸν ἐμοῦ κοιμωμένης εἰς τὰς ἀγκάλας μου τίθησι.
πρωῒ δὲ θηλὴν ὀρέξαι βουλομένη τῷ παιδίῳ τὸ μὲν ἐμὸν οὐχ εὗρον, τὸ δὲ ταύτης νεκρὸν ὁρῶ μοι παρακείμενον· ἀκριβῶς γὰρ κατανοήσασα τοῦτο ἐπέγνων· ὅθεν ἀπαιτῶ τὸν ἐμὸν υἱὸν καὶ οὐκ ἀπολαμβάνουσα καταπέφευγα, δέσποτα, ἐπὶ τὴν παρὰ σοῦ βοήθειαν· τῷ γὰρ εἶναι μόνας καὶ μηδένα τὸν ἐλέγξαι δυνάμενον φοβεῖσθαι καταφρονοῦσα ἰσχυρῶς ἀρνουμένη παραμένει.
ταῦτʼ εἰπούσης ὁ βασιλεὺς ἀνέκρινε τὴν ἑτέραν, τί τοῖς εἰρημένοις ἀντιλέγειν ἔχει. τῆς δὲ ἀρνουμένης τοῦτο πεποιηκέναι, τὸ δὲ παιδίον ζῆν τὸ αὑτῆς λεγούσης, τὸ δὲ τῆς ἀντιδίκου τεθνηκέναι, μηδενὸς ἐπινοοῦντος τὴν κρίσιν ἀλλʼ ὥσπερ ἐπʼ αἰνίγματι περὶ τὴν εὕρεσιν αὐτοῦ πάντων τῇ διανοίᾳ τετυφλωμένων μόνος ὁ βασιλεὺς ἐπενόησέ τι τοιοῦτον·
κελεύσας κομισθῆναι καὶ τὸ νεκρὸν καὶ τὸ ζῶν παιδίον μεταπέμπεταί τινα τῶν σωματοφυλάκων καὶ σπασάμενον ἐκέλευσε τὴν μάχαιραν ἀμφότερα διχοτομῆσαι τὰ παιδία, ὅπως ἑκάτεραι λάβωσιν ἀνὰ ἥμισυ τοῦ τε ζῶντος καὶ τοῦ τετελευτηκότος.
ἐπὶ τούτῳ πᾶς μὲν ὁ λαὸς λανθάνων ἐχλεύαζεν ὡς μειράκιον τὸν βασιλέα, μεταξὺ δὲ τῆς μὲν ἀπαιτούσης καὶ ἀληθοῦς μητρὸς ἀνακραγούσης τοῦτο μὴ ποιεῖν ἀλλὰ παραδιδόναι τῇ ἑτέρᾳ τὸ παιδίον ὡς ἐκείνης, ἀρκεῖσθαι γὰρ τῷ ζῆν αὐτὸ καὶ βλέπειν μόνον κἂν ἀλλότριον δοκῇ, τῆς δʼ ἑτέρας ἑτοίμως ἐχούσης διαιρούμενον ἰδεῖν τὸ παιδίον καὶ προσέτι βασανισθῆναι καὶ αὐτὴν ἀξιούσης,
ὁ βασιλεὺς ἐπιγνοὺς τὰς ἑκατέρων φωνὰς ἀπὸ τῆς ἀληθείας γεγενημένας τῇ μὲν ἀνακραγούσῃ τὸ παιδίον προσέκρινε, μητέρα γὰρ αὐτὴν ἀληθῶς εἶναι, τῆς δὲ ἄλλης κατέγνω πονηρίαν τό τε ἴδιον ἀποκτεινάσης καὶ τὸ τῆς φίλης σπουδαζούσης ἀπολλύμενον θεάσασθαι.
τοῦτο μέγα δεῖγμα καὶ τεκμήριον τῆς τοῦ βασιλέως φρονήσεως καὶ σοφίας ἐνόμιζε τὸ πλῆθος, κἀξ ἐκείνης τὸ λοιπὸν τῆς ἡμέρας ὡς θείαν ἔχοντι διάνοιαν αὐτῷ προσεῖχον.
Στρατηγοὶ δʼ αὐτῷ καὶ ἡγεμόνες ἦσαν τῆς χώρας ἁπάσης οἵδε· τῆς μὲν Ἐφραίμου κληρουχίας Οὔρης· ἐπὶ δὲ τῆς Βιθιέμες τοπαρχίας ἦν Διόκληρος· τὴν δὲ τῶν Δώρων καὶ τὴν παραλίαν Ἀβινάδαβος εἶχεν ὑπʼ αὐτῷ γεγαμηκὼς τὴν Σολόμωνος θυγατέρα·
τὸ δὲ μέγα πεδίον ἦν ὑπὸ Βαναίᾳ τῷ Ἀχίλου παιδί, προσεπῆρχε δὲ καὶ τῆς ἄχρι Ἰορδάνου πάσης· τὴν δὲ Γαλαδῖτιν καὶ Γαυλανῖτιν ἕως τοῦ Λιβάνου ὄρους καὶ πόλεις ἑξήκοντα μεγάλας καὶ ὀχυρωτάτας ἔχων ὑφʼ αὑτὸν Γαβάρης διεῖπεν· Ἀχινάδαβος δὲ τῆς Γαλιλαίας ὅλης ἄχρι Σιδῶνος ἐπετρόπευε συνοικῶν καὶ αὐτὸς θυγατρὶ Σολόμωνος Βασίμα τοὔνομα·
τὴν δὲ περὶ Ἀκὴν παραλίαν εἶχε Βανακάτης· Σαφάτης δὲ τὸ Ἰταβύριον ὄρος καὶ Καρμήλιον καὶ τὴν κάτω Γαλιλαίαν ἄχρι τοῦ ποταμοῦ Ἰορδάνου χώραν ἐπὶ τούτῳ πᾶσαν ἐπετέτραπτο· Σουμούις δὲ τὴν τῆς Βενιαμίδος κληρουχίαν ἐγκεχείριστο· Γαβάρης δὲ εἶχε τὴν πέραν τοῦ Ἰορδάνου χώραν· ἐπὶ δὲ τούτων εἷς πάλιν ἄρχων ἀποδέδεικτο.
θαυμαστὴν δʼ ἐπίδοσιν ἔλαβεν ὅ τε τῶν Ἑβραίων λαὸς καὶ ἡ Ἰούδα φυλὴ πρὸς γεωργίαν τραπέντων καὶ τὴν τῆς γῆς ἐπιμέλειαν· εἰρήνης γὰρ ἀπολαύοντες καὶ πολέμοις καὶ ταραχαῖς μὴ περισπώμενοι καὶ προσέτι τῆς ποθεινοτάτης ἐλευθερίας ἀκρατῶς ἐμφορούμενοι πρὸς τῷ συναύξειν ἕκαστος τὰ οἰκεῖα καὶ ποιεῖν ἄξια πλείονος ὑπῆρχεν.
Ἦσαν δὲ καὶ ἕτεροι τῷ βασιλεῖ ἡγεμόνες, οἳ τῆς τε Σύρων γῆς καὶ τῶν ἀλλοφύλων ἥτις ἦν ἀπʼ Εὐφράτου ποταμοῦ διήκουσα μέχρι τῆς Αἰγυπτίων ἐπῆρχον ἐκλέγοντες αὐτῷ φόρους παρὰ τῶν ἐθνῶν.
συνετέλουν δὲ καὶ τῇ τραπέζῃ καθʼ ἡμέραν καὶ τῷ δείπνῳ τοῦ βασιλέως σεμιδάλεως μὲν κόρους τριάκοντα, ἀλεύρου δὲ ξ, σιτιστοὺς δὲ βόας δέκα καὶ νομάδας βόας εἴκοσι, σιτιστοὺς δὲ ἄρνας ἑκατόν. ταῦτα πάντα πάρεξ τῶν ἀπʼ ἄγρας ἐλάφων λέγω καὶ βουβάλων καὶ τῶν πετεινῶν καὶ ἰχθύων ἐκομίζετο καθʼ ἡμέραν βασιλεῖ παρὰ τῶν ἀλλοφύλων.
τοσοῦτον δὲ πλῆθος ἦν ἁρμάτων Σολόμωνι, ὡς τέσσαρας εἶναι μυριάδας φατνῶν τῶν ὑποζευγνυμένων ἵππων· χωρὶς δὲ τούτων ἦσαν ἱππεῖς δισχίλιοι καὶ μύριοι, ὧν οἱ μὲν ἡμίσεις τῷ βασιλεῖ προσήδρευον ἐν Ἱεροσολύμοις, οἱ δὲ λοιποὶ κατὰ τὰς βασιλικὰς διεσπαρμένοι κώμας ἐν αὐταῖς κατέμενον. ὁ δʼ αὐτὸς ἡγεμὼν ὁ τὴν τοῦ βασιλέως δαπάνην πεπιστευμένος καὶ τοῖς ἵπποις ἐχορήγει τὰ ἐπιτήδεια συγκομίζων εἰς ὃν ὁ βασιλεὺς διέτριβε τόπον.
Τοσαύτη δʼ ἦν ἣν ὁ θεὸς παρέσχε Σολόμωνι φρόνησιν καὶ σοφίαν, ὡς τούς τε ἀρχαίους ὑπερβάλλειν ἀνθρώπους καὶ μηδὲ τοὺς Αἰγυπτίους, οἳ πάντων συνέσει διενεγκεῖν λέγονται, συγκρινομένους λείπεσθαι παρʼ ὀλίγον, ἀλλὰ πλεῖστον ἀφεστηκότας τῆς τοῦ βασιλέως φρονήσεως ἐλέγχεσθαι.
ὑπερῆρε δὲ καὶ διήνεγκε σοφίᾳ καὶ τῶν κατὰ τὸν αὐτὸν καιρὸν δόξαν ἐχόντων παρὰ τοῖς Ἑβραίοις ἐπὶ δεινότητι, ὧν οὐ παρελεύσομαι τὰ ὀνόματα· ἦσαν δὲ Ἄθανος καὶ Αἱμανὸς καὶ Χάλκεος καὶ Δάρδανος υἱοὶ Ἡμάωνος.
συνετάξατο δὲ καὶ βιβλία περὶ ᾠδῶν καὶ μελῶν πέντε πρὸς τοῖς χιλίοις καὶ παραβολῶν καὶ εἰκόνων βίβλους τρισχιλίας· καθʼ ἕκαστον γὰρ εἶδος δένδρου παραβολὴν εἶπεν ἀπὸ ὑσσώπου ἕως κέδρου, τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ κτηνῶν καὶ τῶν ἐπιγείων ἁπάντων ζῴων καὶ τῶν νηκτῶν καὶ τῶν ἀερίων· οὐδεμίαν γὰρ φύσιν ἠγνόησεν οὐδὲ παρῆλθεν ἀνεξέταστον, ἀλλʼ ἐν πάσαις ἐφιλοσόφησε καὶ τὴν ἐπιστήμην τῶν ἐν αὐταῖς ἰδιωμάτων ἄκραν ἐπεδείξατο.
παρέσχε δʼ αὐτῷ μαθεῖν ὁ θεὸς καὶ τὴν κατὰ τῶν δαιμόνων τέχνην εἰς ὠφέλειαν καὶ θεραπείαν τοῖς ἀνθρώποις· ἐπῳδάς τε συνταξάμενος αἷς παρηγορεῖται τὰ νοσήματα καὶ τρόπους ἐξορκώσεων κατέλιπεν, οἷς οἱ ἐνδούμενοι τὰ δαιμόνια ὡς μηκέτʼ ἐπανελθεῖν ἐκδιώξουσι.
καὶ αὕτη μέχρι νῦν παρʼ ἡμῖν ἡ θεραπεία πλεῖστον ἰσχύει· ἱστόρησα γάρ τινα Ἐλεάζαρον τῶν ὁμοφύλων Οὐεσπασιανοῦ παρόντος καὶ τῶν υἱῶν αὐτοῦ καὶ χιλιάρχων καὶ ἄλλου στρατιωτικοῦ πλήθους ὑπὸ τῶν δαιμονίων λαμβανομένους ἀπολύοντα τούτων. ὁ δὲ τρόπος τῆς θεραπείας τοιοῦτος ἦν·
προσφέρων ταῖς ῥισὶ τοῦ δαιμονιζομένου τὸν δακτύλιον ἔχοντα ὑπὸ τῇ σφραγῖδι ῥίζαν ἐξ ὧν ὑπέδειξε Σολόμων ἔπειτα ἐξεῖλκεν ὀσφρομένῳ διὰ τῶν μυκτήρων τὸ δαιμόνιον, καὶ πεσόντος εὐθὺς τἀνθρώπου μηκέτʼ εἰς αὐτὸν ἐπανήξειν ὥρκου, Σολόμωνός τε μεμνημένος καὶ τὰς ἐπῳδὰς ἃς συνέθηκεν ἐκεῖνος ἐπιλέγων.
βουλόμενος δὲ πεῖσαι καὶ παραστῆσαι τοῖς παρατυγχάνουσιν ὁ Ἐλεάζαρος, ὅτι ταύτην ἔχει τὴν ἰσχύν, ἐτίθει μικρὸν ἔμπροσθεν ἤτοι ποτήριον πλῆρες ὕδατος ἢ ποδόνιπτρον καὶ τῷ δαιμονίῳ προσέταττεν ἐξιὸν τἀνθρώπου ταῦτα ἀνατρέψαι καὶ παρασχεῖν ἐπιγνῶναι τοῖς ὁρῶσιν, ὅτι καταλέλοιπε τὸν ἄνθρωπον.
γινομένου δὲ τούτου σαφὴς ἡ Σολόμωνος καθίστατο σύνεσις καὶ σοφία διʼ ἣν, ἵνα γνῶσιν ἅπαντες αὐτοῦ τὸ μεγαλεῖον τῆς φύσεως καὶ τὸ θεοφιλὲς καὶ λάθῃ μηδένα τῶν ὑπὸ τὸν ἥλιον ἡ τοῦ βασιλέως περὶ πᾶν εἶδος ἀρετῆς ὑπερβολή, περὶ τούτων εἰπεῖν προήχθημεν.
Ὁ δὲ τῶν Τυρίων βασιλεὺς Εἴρωμος ἀκούσας ὅτι Σολόμων τὴν τοῦ πατρὸς διεδέξατο βασιλείαν ὑπερήσθη, φίλος γὰρ ἐτύγχανε τῷ Δαυίδῃ, καὶ πέμψας πρὸς αὐτὸν ἠσπάζετό τε καὶ συνέχαιρεν ἐπὶ τοῖς παροῦσιν ἀγαθοῖς. ἀποστέλλει δὲ πρὸς αὐτὸν Σολόμων γράμματα δηλοῦντα τάδε·
βασιλεὺς Σολόμων Εἱρώμῳ βασιλεῖ. ἴσθι μου τὸν πατέρα βουληθέντα κατασκευάσαι τῷ θεῷ ναὸν ὑπὸ τῶν πολέμων καὶ τῶν συνεχῶν στρατειῶν κεκωλυμένον· οὐ γὰρ ἐπαύσατο πρότερον τοὺς ἐχθροὺς καταστρεφόμενος πρὶν ἢ πάντας αὐτοὺς φόρων ὑποτελεῖς πεποιηκέναι.
ἐγὼ δὲ χάριν οἶδα τῷ θεῷ τῆς παρούσης εἰρήνης καὶ διὰ ταύτην εὐσχολῶν οἰκοδομῆσαι τῷ θεῷ βούλομαι τὸν οἶκον· καὶ γὰρ ὑπʼ ἐμοῦ τοῦτον ἔσεσθαι τῷ πατρί μου προεῖπεν ὁ θεός. διὸ παρακαλῶ σε συμπέμψαι τινὰς τοῖς ἐμοῖς εἰς Λίβανον τὸ ὄρος κόψοντας ξύλα· πρὸς γὰρ τομὴν ὕλης ἐπιστημονέστερον ἔχουσι τῶν ἡμετέρων οἱ Σιδώνιοι. μισθὸν δʼ ὃν ἂν ὁρίσῃς ἐγὼ τοῖς ὑλουργοῖς παρέξω.
Ἀναγνοὺς δὲ τὴν ἐπιστολὴν Εἵρωμος καὶ τοῖς ἐπεσταλμένοις ἡσθεὶς ἀντιγράφει τῷ Σολόμωνι· βασιλεὺς Εἵρωμος βασιλεῖ Σολόμωνι. τὸν μὲν θεὸν εὐλογεῖν ἄξιον, ὅτι σοι τὴν πατρῴαν παρέδωκεν ἡγεμονίαν ἀνδρὶ σοφῷ καὶ πᾶσαν ἀρετὴν ἔχοντι, ἐγὼ δὲ τούτοις ἡδόμενος ἅπαντα ὑπουργήσω τὰ ἐπεσταλμένα·
τεμὼν γὰρ ξύλα πολλὰ καὶ μεγάλα κέδρου τε καὶ κυπαρίσσου διὰ τῶν ἐμῶν καταπέμψω ἐπὶ θάλασσαν καὶ κελεύσω τοὺς ἐμοὺς σχεδίαν πηξαμένους εἰς ὃν ἂν βουληθῇς τόπον τῆς σαυτοῦ χώρας πλεύσαντας ἀποθέσθαι· ἔπειθʼ οἱ σοὶ διακομίσουσιν εἰς Ἱεροσόλυμα. ὅπως δὲ καὶ σὺ παράσχῃς ἡμῖν ἀντὶ τούτων σῖτον, οὗ διὰ τὸ νῆσον οἰκεῖν δεόμεθα, φρόντισον.
Διαμένει δὲ ἄχρι τῆς τήμερον τὰ τῶν ἐπιστολῶν τούτων ἀντίγραφα οὐκ ἐν τοῖς ἡμετέροις μόνον σωζόμενα βιβλίοις ἀλλὰ καὶ παρὰ Τυρίοις, ὥστε εἴ τις ἐθελήσειε τὸ ἀκριβὲς μαθεῖν, δεηθεὶς τῶν ἐπὶ τοῦ Τυρίων γραμματοφυλακείου δημοσίων εὕροι συμφωνοῦντα τοῖς εἰρημένοις ὑφʼ ἡμῶν τὰ παρʼ ἐκείνοις.
ταῦτα μὲν οὖν διεξῆλθον βουλόμενος γνῶναι τοὺς ἐντευξομένους, ὅτι μηδὲν μᾶλλον ἔξω τῆς ἀληθείας λέγομεν, μηδὲ πιθανοῖς τισι καὶ πρὸς ἀπάτην καὶ τέρψιν ἐπαγωγοῖς τὴν ἱστορίαν διαλαμβάνοντες τὴν μὲν ἐξέτασιν φεύγειν πειρώμεθα, πιστεύεσθαι δʼ εὐθὺς ἀξιοῦμεν, οὐδὲ συγκεχωρημένον ἡμῖν κατεξανισταμένοις τοῦ πρέποντος τῇ πραγματείᾳ ἀθῴοις ὑπάρχειν, ἀλλὰ μηδεμιᾶς ἀποδοχῆς τυγχάνειν παρακαλοῦντες, ἂν μὴ μετὰ ἀποδείξεως καὶ τεκμηρίων ἰσχυρῶν ἐμφανίζειν δυνώμεθα τὴν ἀλήθειαν.
Ὁ δὲ βασιλεὺς Σολόμων ὡς ἐκομίσθη τὰ παρὰ Τυρίων βασιλέως γράμματα τήν τε προθυμίαν αὐτοῦ καὶ τὴν εὔνοιαν ἐπῄνεσε καὶ οἷς ἠξίωσε τούτοις αὐτὸν ἠμείψατο, σίτου μὲν αὐτῷ κατʼ ἔτος πέμψας δισμυρίους κόρους καὶ τοσούτους ἐλαίου βάτους, ὁ δὲ βάτος δύναται ξέστας ἑβδομήκοντα δύο· τὸ δʼ αὐτὸ μέτρον καὶ οἴνου παρεῖχεν.
ἡ μὲν οὖν Εἱρώμου φιλία καὶ Σολόμωνος ἀπὸ τούτων ἔτι μᾶλλον ηὔξησε καὶ διαμένειν ὤμοσαν εἰς ἅπαν. ὁ δὲ βασιλεὺς ἐπέταξε παντὶ τῷ λαῷ φόρον ἐργάτας τρισμυρίους, οἷς ἄπονον τὴν ἐργασίαν κατέστησε μερίσας αὐτὴν συνετῶς· μυρίους γὰρ ἐποίησε κόπτοντας ἐπὶ μῆνα ἕνα ἐν Λιβάνῳ ὄρει δύο μῆνας ἀναπαύεσθαι παραγινομένους ἐπὶ τὰ οἰκεῖα, μέχρις οὗ πάλιν οἱ δισμύριοι τὴν
ἐργασίαν ἀναπληρώσωσι κατὰ τὸν ὡρισμένον χρόνον ἔπειθʼ οὕτως συνέβαινε τοῖς πρώτοις μυρίοις διὰ τετάρτου μηνὸς ἀπαντᾶν ἐπὶ τὸ ἔργον. ἐγεγόνει δʼ ἐπίτροπος τοῦ φόρου τούτου Ἀδώραμος. ἦσαν δʼ ἐκ τῶν παροίκων οὓς Δαυίδης καταλελοίπει τῶν μὲν παρακομιζόντων τὴν λιθίαν καὶ τὴν ἄλλην ὕλην ἑπτὰ μυριάδες, τῶν δὲ λατομούντων ὀκτάκις μύριοι, τούτων δʼ ἐπιστάται τρισχίλιοι καὶ τριακόσιοι.
προστετάχει δὲ λίθους μὲν αὐτοῖς τέμνειν μεγάλους εἰς τοὺς τοῦ ναοῦ θεμελίους, ἁρμόσαντας δὲ πρῶτον καὶ συνδήσαντας ἐν τῷ ὄρει κατακομίζειν οὕτως εἰς τὴν πόλιν. ἐγίνετο δὲ ταῦτʼ οὐ παρὰ τῶν οἰκοδόμων τῶν ἐγχωρίων μόνον, ἀλλὰ καὶ ὧν ὁ Εἵρωμος ἔπεμψε τεχνιτῶν.
Τῆς δʼ οἰκοδομίας τοῦ ναοῦ Σολόμων ἤρξατο τέταρτον ἔτος ἤδη τῆς βασιλείας ἔχων μηνὶ δευτέρῳ, ὃν Μακεδόνες μὲν Ἀρτεμίσιον καλοῦσιν Ἑβραῖοι δὲ Ἰάρ, μετὰ ἔτη πεντακόσια καὶ ἐνενήκοντα καὶ δύο τῆς ἀπʼ Αἰγύπτου τῶν Ἰσραηλιτῶν ἐξόδου, μετὰ δὲ χίλια καὶ εἴκοσι ἔτη τῆς Ἁβράμου εἰς τὴν Χαναναίαν ἐκ τῆς Μεσοποταμίας ἀφίξεως, ἀπὸ δὲ τῆς ἐπομβρίας μετὰ χίλια καὶ τετρακόσια καὶ τεσσαράκοντα·
ἀπὸ δὲ τοῦ πρώτου γεννηθέντος Ἀδάμου ἕως οὗ τὸν ναὸν ᾠκοδόμησε Σολόμων διεληλύθει τὰ πάντα ἔτη τρισχίλια καὶ ἑκατὸν δύο. καθʼ ὃν δὲ ὁ ναὸς ἤρξατο οἰκοδομεῖσθαι χρόνον, κατʼ ἐκεῖνον ἔτος ἤδη τῆς ἐν Τύρῳ βασιλείας ἑνδέκατον ἐνειστήκει Εἱρώμῳ, τῆς δὲ οἰκήσεως εἰς τὴν οἰκοδομίαν τοῦ ναοῦ διεγεγόνει χρόνος ἐτῶν τεσσαράκοντα καὶ διακοσίων.
Βάλλεται μὲν οὖν τῷ ναῷ θεμελίους ὁ βασιλεὺς ἐπὶ μήκιστον τῆς γῆς βάθος ὕλης λίθων ἰσχυρᾶς καὶ πρὸς χρόνον ἀντέχειν δυναμένης, οἳ τῇ τε γῇ συμφυέντες ἔμελλον ἔδαφος καὶ ἔρεισμα τῆς ἐποικοδομησομένης κατασκευῆς ἔσεσθαι καὶ διὰ τὴν κάτωθεν ἰσχὺν οἴσειν ἀπόνως μέγεθός τε τῶν ἐπικεισομένων καὶ κάλλους πολυτέλειαν, ᾗ βάρος ἔμελλεν οὐχ ἧττον εἶναι τῶν ἄλλων ὅσα πρὸς ὕψος καὶ πρὸς ὄγκον κόσμου τε χάριν καὶ μεγαλουργίας ἐπενοεῖτο.
ἀνήγαγε δὲ αὐτὸν ἄχρι τῆς ὀροφῆς ἐκ λευκοῦ λίθου πεποιημένον. τὸ μὲν οὖν ὕψος ἦν ἑξήκοντα πηχῶν, τῶν δʼ αὐτῶν καὶ τὸ μῆκος, εὖρος δʼ εἴκοσι. κατὰ τούτου δὲ ἄλλος ἦν ἐγηγερμένος ἴσος τοῖς μέτροις, ὥστε εἶναι τὸ πᾶν ὕψος τῷ ναῷ πηχῶν ἑκατὸν καὶ εἴκοσι·
τέτραπτο δὲ πρὸς τὴν ἀνατολήν. τὸ δὲ προνάιον αὐτοῦ προύστησαν ἐπὶ πήχεις μὲν εἴκοσι τὸ μῆκος πρὸς τὸ εὖρος τοῦ οἴκου τεταμένον, ἔχον δὲ πλάτος πήχεις δέκα καὶ εἰς ὕψος δὲ ἀνεγηγερμένον πηχῶν ἑκατὸν καὶ εἴκοσι. περιῳκοδόμησε δὲ τὸν ναὸν ἐν κύκλῳ τριάκοντα βραχέσιν οἴκοις, οἳ συνοχή τε τοῦ παντὸς ἔμελλον ἔσεσθαι διὰ πυκνότητα καὶ πλῆθος ἔξωθεν περικείμενοι, καὶ δὴ καὶ τὰς εἰσόδους αὐτοῖς διʼ ἀλλήλων κατεσκεύασεν.
ἕκαστος δὲ τῶν οἴκων τούτων εὖρος μὲν εἶχε πέντε πήχεις, μῆκος δὲ τοὺς αὐτούς, ὕψος δὲ εἴκοσιν. ἐπῳκοδόμηντο δὲ τούτοις ἄνωθεν ἕτεροι οἶκοι καὶ πάλιν ἄλλοι κατʼ αὐτῶν ἴσοι καὶ τοῖς μέτροις καὶ τῷ ἀριθμῷ, ὡς τὸ πᾶν ὕψος αὐτοὺς λαβεῖν τῷ κάτωθεν οἴκῳ παραπλήσιον· ὁ γὰρ ὑπερῷος οὐκ ἦν περιῳκοδομημένος.
ὄροφος δὲ αὐτοῖς ἐπεβέβλητο κέδρου καὶ τοῖς μὲν οἴκοις ἴδιος ἦν οὗτος ἑκάστῳ πρὸς τοὺς πλησίον οὐ συνάπτων, τοῖς δʼ ἄλλοις ὑπῆρχεν ἡ στέγη κοινὴ διʼ ἀλλήλων δεδομημένη μηκίσταις δοκοῖς καὶ διηκούσαις ἁπάντων, ὡς τοὺς μέσους τοίχους ὑπὸ τῶν αὐτῶν συγκρατουμένους ξύλων ἐρρωμενεστέρους διὰ τοῦτο γίνεσθαι.