Book 7
πρῶτος μὲν οὖν Ἴσεβος υἱὸς Ἀχεμαίου, ὃς πολλάκις εἰς τὴν παράταξιν ἐμπηδῶν τῶν πολεμίων οὐ πρὶν ἀνεπαύετο μαχόμενος πρὶν ἐνακοσίους αὐτῶν καταβαλεῖν. μετʼ αὐτὸν ἦν Ἐλεάζαρος υἱὸς Δωδείου, ὃς ἦν μετὰ τοῦ βασιλέως ἐν Ἐρασαμῷ·
οὗτός ποτε τῶν Ἰσραηλιτῶν καταπλαγέντων τὸ πλῆθος τῶν Παλαιστίνων καὶ φευγόντων μόνος ἔμεινε καὶ συμπεσὼν τοῖς πολεμίοις ἀπέκτεινεν αὐτῶν πολλούς, ὡς ὑπὸ τοῦ αἵματος προσκολληθῆναι τὴν ῥομφαίαν αὐτοῦ τῇ δεξιᾷ καὶ τοὺς Ἰσραηλίτας ἰδόντας τετραμμένους ὑπʼ αὐτοῦ τοὺς Παλαιστίνους καταβάντας διώκειν καὶ θαυμαστὴν καὶ διαβόητον τότε νίκην ἄρασθαι, τοῦ μὲν Ἐλεαζάρου κτείνοντος ἑπομένου δὲ τοῦ πλήθους καὶ σκυλεύοντος τοὺς ἀνῃρημένους.
τρίτος δὲ ἦν Ἠλοῦ μὲν υἱὸς Σαβαίας δὲ ὄνομα. καὶ οὗτος ἐν τοῖς πρὸς Παλαιστίνους ἀγῶσιν εἰς τόπον Σιαγόνα λεγόμενον αὐτῶν παραταξαμένων, ὡς οἱ Ἑβραῖοι πάλιν τὴν δύναμιν φοβηθέντες οὐχ ὑπέμειναν, ὑπέστη μόνος ὡς στράτευμα καὶ τάξις, καὶ τοὺς μὲν αὐτῶν κατέβαλε τοὺς δʼ οὐ καρτερήσαντας αὐτοῦ τὴν ἰσχὺν καὶ τὴν βίαν ἀλλʼ εἰς φυγὴν ἀποστραφέντας ἐδίωκε.
ταῦτα μὲν ἔργα χειρῶν καὶ μάχης οἱ τρεῖς ἐπεδείξαντο. καθʼ ὃν δὲ καιρὸν ἐν Ἱεροσολύμοις ὄντος τοῦ βασιλέως ἐπῆλθεν ἡ τῶν Παλαιστίνων δύναμις πολεμῆσαι, Δαυίδης μὲν ἐπὶ τὴν ἀκρόπολιν ἀνῆλθεν, ὡς προειρήκαμεν, πευσόμενος τοῦ θεοῦ περὶ τοῦ πολέμου,
τῆς δὲ τῶν ἐχθρῶν παρεμβολῆς ἐν τῇ κοιλάδι κειμένης, ἣ μέχρι Βηθλεέμης πόλεως διατείνει σταδίους Ἱεροσολύμων ἀπεχούσης εἴκοσιν, ὁ Δαυίδης τοῖς ἑταίροις καλὸν ὕδωρ , εἶπεν, ἔχομεν ἐν τῇ πατρίδι μου· καὶ μάλιστα τὸ ἐν τῷ λάκκῳ τῷ πρὸς τῇ πύλῃ θαυμάζων, εἴ τις ἐξ αὐτοῦ πιεῖν αὐτῷ κομίσειε μᾶλλον ἐθελήσειν ἢ εἰ πολλὰ χρήματα διδοῖ.
ταῦτʼ ἀκούσαντες οἱ τρεῖς ἄνδρες οὗτοι παραχρῆμα ἐκδραμόντες καὶ διὰ μέσου τοῦ τῶν πολεμίων ὁρμήσαντες στρατοπέδου ἧκον εἰς Βηθλεέμην, καὶ τοῦ ὕδατος ἀρυσάμενοι πάλιν διὰ τῆς παρεμβολῆς ὑπέστρεψαν πρὸς τὸν βασιλέα, ὡς τοὺς Παλαιστίνους καταπλαγέντας αὐτῶν τὸ θράσος καὶ τὴν εὐψυχίαν ἠρεμῆσαι καὶ μηδὲν ἐπʼ αὐτοὺς τολμῆσαι καταφρονήσαντας τῆς ὀλιγότητος.
κομισθέντος δὲ τοῦ ὕδατος οὐκ ἔπιεν ὁ βασιλεὺς κινδύνῳ καὶ αἵματι φήσας ἀνθρώπων αὐτὸ κεκομίσθαι καὶ διὰ τοῦτο μὴ προσήκειν αὐτῷ πιεῖν, ἔσπεισε δὲ ἀπʼ αὐτοῦ τῷ θεῷ καὶ περὶ τῆς σωτηρίας τῶν ἀνδρῶν εὐχαρίστησεν αὐτῷ. μετὰ τούτους ἦν ὁ Ἰωάβου ἀδελφὸς Ἀβεσσαῖος·
καὶ γὰρ οὗτος μιᾷ ἡμέρᾳ τῶν πολεμίων ἑξακοσίους ἀπέκτεινε. πέμπτος Ναβαῖος ὁ ἱερεὺς τῷ γένει· προκληθεὶς γὰρ ὑπʼ ἀδελφῶν διασήμων ἐν τῇ Μωαβίτιδι χώρᾳ κατʼ ἀρετὴν ἐκράτησεν αὐτῶν. καὶ πάλιν αὐτὸν ἀνδρὸς Αἰγυπτίου τὸ γένος θαυμαστοῦ τὸ μέγεθος προκαλεσαμένου, γυμνὸς ὡπλισμένον τῷ δόρατι τῷ ἐκείνου βαλὼν ἀπέκτεινε· περιελόμενος γὰρ αὐτοῦ τὸν ἄκοντα καὶ ζῶντα ἔτι καὶ μαχόμενον σκυλεύσας τοῖς ἰδίοις αὐτὸν ὅπλοις διεχρήσατο.
προσαριθμήσειε δὲ ἄν τις αὐτοῦ καὶ τοῦτο ταῖς προειρημέναις πράξεσιν ἢ ὡς πρῶτον αὐτῶν κατʼ εὐψυχίαν ἢ ὡς ὅμοιον· νίφοντος γὰρ τοῦ θεοῦ λέων εἴς τινα λάκκον ὀλισθὼν ἐνέπεσε· στενοῦ δʼ ὄντος τοῦ στομίου δῆλον ἦν ἀφανὲς ἐσόμενον ἐμφραγέντος αὐτοῦ τῇ χιόνι· πόρον οὖν οὐδένα βλέπων ἐξόδου καὶ σωτηρίας ἐβρυχᾶτο.
τοῦ δὲ θηρὸς ἀκούσας ὁ Ναβαῖος, ὥδευε γὰρ τότε, καὶ πρὸς τὴν βοὴν ἐλθών, καταβὰς εἰς τὸ στόμιον πλήξας αὐτὸν μαχόμενον τῷ μετὰ χεῖρας ξύλῳ παραχρῆμα ἀπέκτεινε. καὶ οἱ λοιποὶ δὲ τοιοῦτοι τὰς ἀρετὰς ὑπῆρχον.
Ὁ δὲ βασιλεὺς Δαυίδης βουλόμενος γνῶναι πόσαι μυριάδες εἰσὶ τοῦ λαοῦ, τῶν Μωυσέος ἐντολῶν ἐκλαθόμενος, ὃς προεῖπεν ἐὰν ἐξαριθμηθῇ τὸ πλῆθος ὑπὲρ ἑκάστης κεφαλῆς αὐτοῦ τῷ θεῷ τελεῖν ἡμίσικλον, προσέταξεν Ἰωάβῳ τῷ στρατηγῷ πορευθέντι πάντα τὸν ὄχλον ἐξαριθμῆσαι.
τοῦ δʼ οὐκ ἀναγκαῖον εἶναι φήσαντος τοῦτο ποιεῖν οὐκ ἐπείσθη, προσέταξε δὲ μηδὲν μελλήσαντα βαδίζειν ἐπὶ τὴν ἐξαρίθμησιν τῶν Ἑβραίων. Ἰώαβος δὲ τοὺς ἄρχοντας τῶν φυλῶν παραλαβὼν καὶ γραμματεῖς, ἐπιὼν τὴν τῶν Ἰσραηλιτῶν χώραν καὶ τὸ πλῆθος ὅσον ἐστὶ κατανοήσας ὑπέστρεψεν εἰς Ἱεροσόλυμα πρὸς τὸν βασιλέα μετὰ μῆνας ἐννέα καὶ ἡμέρας εἴκοσι καὶ τὸν ἀριθμὸν ἀπέδωκε τῷ βασιλεῖ τοῦ λαοῦ χωρὶς τῆς Βενιαμίτιδος φυλῆς·
ἐξαριθμῆσαι γὰρ αὐτὴν οὐκ ἔφθασεν ἀλλʼ οὐδὲ τὴν Λευιτῶν φυλήν· μετενόησε γὰρ ὁ βασιλεὺς ὧν εἰς τὸν θεὸν ἥμαρτεν. ἦν δὲ τῶν ἄλλων Ἰσραηλιτῶν ἀριθμὸς ἐνενήκοντα μυριάδες ὅπλα βαστάζειν καὶ στρατεύεσθαι δυναμένων, ἡ δὲ Ἰούδα φυλὴ καθʼ ἑαυτὴν τεσσαράκοντα μυριάδες ἦσαν.
Τῶν δὲ προφητῶν δηλωσάντων τῷ Δαυίδῃ, ὅτι διʼ ὀργῆς ἐστιν ὁ θεὸς αὐτῷ, ἱκετεύειν ἤρξατο καὶ παρακαλεῖν εὐμενῆ γενέσθαι καὶ συγγινώσκειν ἡμαρτηκότι. Γάδον δὲ τὸν προφήτην ἔπεμψεν ὁ θεὸς πρὸς αὐτὸν τρεῖς αἱρέσεις κομίζοντα, ὅπως ἐκλέξηται τούτων ἣν ἂν δοκιμάσῃ· πότερον θέλει λιμὸν γενέσθαι κατὰ τὴν χώραν ἐπὶ ἔτη ἑπτά, ἢ τρεῖς μῆνας πολεμήσας ὑπὸ τῶν ἐχθρῶν ἡττηθῆναι, ἢ λοιμὸν ἐνσκῆψαι καὶ νόσον ἐπὶ τρεῖς ἡμέρας τοῖς Ἑβραίοις.
ὁ δʼ εἰς ἀμήχανον ἐκλογὴν μεγάλων κακῶν ἐμπεσὼν ἐλυπεῖτο καὶ σφόδρʼ ἦν συγκεχυμένος. τοῦ δὲ προφήτου τοῦτο δεῖν ἐξ ἀνάγκης γενέσθαι φήσαντος καὶ κελεύοντος ἀποκρίνασθαι ταχέως, ἵνα ἀναγγείλῃ τὴν αἵρεσιν αὐτοῦ τῷ θεῷ, λογισάμενος ὁ βασιλεύς, ὡς εἰ λιμὸν αἰτήσει, δόξει τοῦτο πεποιηκέναι τοῖς ἄλλοις αὐτῷ μὲν ἀφόβως, ὅτι πολὺν αὐτὸς ἐγκεκλεισμένον ἔχοι σῖτον, ἐκείνοις δὲ βλαβερῶς·
κἂν γένηται τοὺς τρεῖς μῆνας νικωμένους αὐτούς, ὅτι τοὺς ἀνδρειοτάτους ἔχων περὶ αὑτὸν καὶ φρούρια καὶ διὰ τοῦτο μηδὲν φοβούμενος εἵλετο τὸν πόλεμον, ᾐτήσατο πάθος κοινὸν καὶ βασιλεῦσι καὶ τοῖς ἀρχομένοις, ἐν ᾧ τὸ δέος ἶσον ἁπάντων γίνεται, προσειπὼν ὅτι πολὺ κρεῖττον εἰς τὰς τοῦ θεοῦ χεῖρας ἐμπεσεῖν ἢ τὰς τῶν πολεμίων.
Ταῦτʼ ἀκούσας ὁ προφήτης ἀπήγγειλε τῷ θεῷ· ὁ δὲ τὸν λοιμὸν καὶ τὴν φθορὰν ἔπεμψε τοῖς Ἑβραίοις. ἀπέθνησκον δʼ οὐ μονοτρόπως οὐδʼ ὥστε ῥᾴδιον κατανοῆσαι γενέσθαι τὴν νόσον, ἀλλὰ τὸ μὲν κακὸν ἓν ἦν, μυρίαις δʼ αὐτοὺς αἰτίαις καὶ προφάσεσιν οὐδʼ ἐπινοῆσαι δυναμένους ἀνήρπαζεν.
ἄλλος γὰρ ἐπʼ ἄλλῳ διεφθείρετο, καὶ λανθάνον ἐπερχόμενον τὸ δεινὸν ὀξεῖαν τὴν τελευτὴν ἐπέφερεν, τῶν μὲν αἰφνιδίως μετʼ ἀλγημάτων σφοδρῶν καὶ πικρᾶς ὀδύνης τὴν ψυχὴν ἀφιέντων, ἐνίων δὲ καὶ μαραινομένων τοῖς παθήμασι καὶ μηδʼ εἰς κηδείαν ὑπολειπομένων, ἀλλʼ ἐν αὐτῷ τῷ κάμνειν εἰς τὸ παντελὲς δαπανωμένων·
οἱ δʼ αἰφνίδιον σκότους αὐτοῖς τὰς ὄψεις ὑποδραμόντος περιπνιγεῖς ἀπῴμωζον, ἔνιοι δὲ τῶν οἰκείων τινὰ κηδεύοντες ἐναπέθνησκον ἀτελέσι ταῖς ταφαῖς. ἀπώλοντο δʼ ἀρξαμένης ἕωθεν τῆς λοιμικῆς νόσου φθείρειν αὐτοὺς ἕως ὥρας ἀρίστου μυριάδες ἑπτά.
ἐξέτεινε δὲ ὁ ἄγγελος τὴν χεῖρα καὶ ἐπὶ τὰ Ἱεροσόλυμα τὸ δεινὸν κἀκεῖσε πέμπων. ὁ δὲ βασιλεὺς σάκκον ἐνδεδυμένος ἔκειτο κατὰ τῆς γῆς ἱκετεύων τὸν θεὸν καὶ δεόμενος ἤδη λωφῆσαι καὶ τοῖς ἀπολωλόσιν ἀρκεσθέντα παύσασθαι· ἀναβλέψας δʼ εἰς τὸν ἀέρα ὁ βασιλεὺς καὶ θεασάμενος τὸν ἄγγελον διʼ αὐτοῦ φερόμενον ἐπὶ τὰ Ἱεροσόλυμα καὶ μάχαιραν ἐσπασμένον εἶπε πρὸς τὸν θεόν,
ὡς αὐτὸς εἴη κολασθῆναι δίκαιος ὁ ποιμήν, τὰ δὲ ποίμνια σώζεσθαι μηδὲν ἁμαρτόντα, καὶ ἠντιβόλει τὴν ὀργὴν εἰς αὐτὸν καὶ τὴν γενεὰν αὐτοῦ πᾶσαν ἀποσκήπτειν, φείδεσθαι δὲ τοῦ λαοῦ.
Κατακούσας δὲ ὁ θεὸς τῆς ἱκεσίας ἔπαυσε τὸν λοιμόν, καὶ πέμψας Γάδον τὸν προφήτην ἐκέλευσεν αὐτὸν ἀναβῆναι παραχρῆμα εἰς τὴν ἅλω τοῦ Ἰεβουσαίου Ὀροννᾶ καὶ οἰκοδομήσαντα βωμὸν ἐκεῖ τῷ θεῷ θυσίαν ἐπιτελέσαι. Δαυίδης δʼ ἀκούσας οὐκ ἠμέλησεν, ἀλλʼ εὐθὺς ἔσπευσεν ἐπὶ τὸν παρηγγελμένον αὐτῷ τόπον.
Ὀροννᾶς δὲ τὸν σῖτον ἀλοῶν ἐπεὶ τὸν βασιλέα προσιόντα καὶ τοὺς παῖδας αὐτοῦ πάντας ἐθεάσατο, προσέδραμεν αὐτῷ καὶ προσεκύνησεν. ἦν δὲ τὸ μὲν γένος Ἰεβουσαῖος, φίλος δʼ ἐν τοῖς μάλιστα Δαυίδου· καὶ διὰ τοῦτʼ αὐτὸν οὐδὲν εἰργάσατο δεινόν, ὅτε τὴν πόλιν κατεστρέψατο, ὡς μικρὸν ἔμπροσθεν ἐδηλώσαμεν.
τοῦ δὲ Ὀροννᾶ πυθομένου τί παρείη πρὸς τὸν δοῦλον ὁ δεσπότης, εἶπεν ὠνήσασθαι παρʼ αὐτοῦ τὴν ἅλω, ὅπως βωμὸν ἐν αὐτῇ κατασκευάσῃ τῷ θεῷ καὶ ποιήσῃ θυσίαν. ὁ δὲ καὶ τὴν ἅλω εἶπε καὶ τὰ ἄροτρα καὶ τοὺς βόας εἰς ὁλοκαύτωσιν χαρίζεσθαι καὶ τὸν θεὸν ἡδέως εὔχεσθαι τὴν θυσίαν προσέσθαι.
ὁ δὲ βασιλεὺς ἀγαπᾶν μὲν αὐτὸν τῆς ἁπλότητος καὶ τῆς μεγαλοψυχίας ἔλεγε καὶ δέχεσθαι τὴν χάριν, τιμὴν δʼ αὐτὸν ἠξίου λαμβάνειν πάντων· οὐ γὰρ εἶναι δίκαιον προῖκα θυσίαν ἐπιτελεῖν. τοῦ δὲ Ὀροννᾶ φήσαντος ποιεῖν ὅ τι βούλεται πεντήκοντα σίκλων ὠνεῖται παρʼ αὐτοῦ τὴν ἅλω.
καὶ οἰκοδομήσας τὸν βωμὸν ἱερούργησε καὶ ὡλοκαύτωσε καὶ θυσίας ἐπήνεγκεν εἰρηνικάς. καταπραΰνεται δὲ τούτοις τὸ θεῖον καὶ πάλιν εὐμενὲς γίνεται. συνέβη δʼ εἰς ἐκεῖνον ἀγαγεῖν τὸν τόπον Ἅβραμον τὸν υἱὸν αὐτοῦ Ἴσακον ὥστε ὁλοκαυτῶσαι, καὶ μέλλοντος ἀποσφάττεσθαι τοῦ παιδὸς κριὸν ἐξαίφνης ἀναφανῆναι παρεστῶτα τῷ βωμῷ, ὃν καὶ κατέθυσεν Ἅβραμος ἀντὶ τοῦ παιδός, ὡς προειρήκαμεν.
ὁρῶν δʼ ὁ βασιλεὺς Δαυίδης τῆς εὐχῆς αὐτοῦ τὸν θεὸν ἐπήκοον γεγενημένον καὶ τὴν θυσίαν ἡδέως προσδεξάμενον ἔκρινε τὸν τόπον ἐκεῖνον ὅλον βωμὸν προσαγορεῦσαι τοῦ λαοῦ παντὸς καὶ οἰκοδομῆσαι ναὸν τῷ θεῷ. καὶ ταύτην εὐστόχως ἀφῆκεν εἰς τὸ γενησόμενον τὴν φωνήν· ὁ γὰρ θεὸς τὸν προφήτην ἀποστείλας πρὸς αὐτὸν ἐκεῖ ναὸν ἔλεγεν οἰκοδομήσειν αὐτοῦ τὸν υἱὸν τὸν μέλλοντα μετʼ αὐτὸν τὴν βασιλείαν διαδέχεσθαι.
Μετὰ δὴ ταύτην τὴν προφητείαν ἐκέλευσεν ὁ βασιλεὺς τοὺς παροίκους ἐξαριθμηθῆναι καὶ εὑρέθησαν εἰς ὀκτὼ μυριάδας καὶ δέκα. ἐκ τούτων ἀπέδειξε λατόμους μὲν τοὺς ὀκτακισμυρίους, τὸ δʼ ἄλλο πλῆθος παραφέρειν τοὺς λίθους, τρισχιλίους δὲ καὶ πεντακοσίους τοῖς ἐργαζομένοις ἐξ αὐτῶν ἐπέστησεν. ἡτοίμασε δὲ καὶ πολὺν σίδηρον καὶ χαλκὸν εἰς τὰ ἔργα καὶ ξύλα κέδρινα πολλὰ καὶ παμμεγεθέστατα, Τυρίων αὐτῷ ταῦτα πεμπόντων καὶ Σιδωνίων· ἐπεστάλκει γὰρ αὐτοῖς τὴν τῶν ξύλων χορηγίαν.
πρός τε τοὺς φίλους ἔλεγε ταῦτα παρασκευάζεσθαι νῦν, ἵνα τῷ μέλλοντι παιδὶ βασιλεύειν μετʼ αὐτὸν ἑτοίμην τὴν ὕλην τῆς οἰκοδομίας καταλείπῃ καὶ μὴ τότε συμπορίζῃ νέος ὢν καὶ τῶν τοιούτων ἄπειρος διὰ τὴν ἡλικίαν, ἀλλʼ ἔχων παρακειμένην ἐπιτελῇ τὸ ἔργον.
Καλέσας δὲ τὸν παῖδα Σολόμωνα κατασκευάσαι τῷ θεῷ ναὸν αὐτὸν ἐκέλευε διαδεξάμενον τὴν βασιλείαν λέγων, ὡς αὐτὸν βουλόμενον κωλύσειεν ὁ θεὸς αἵματι καὶ πολέμοις πεφυραμένον, προείποι δʼ ὅτι Σολόμων οἰκοδομήσει αὐτῷ παῖς νεώτατος καὶ τοῦτο κληθησόμενος τοὔνομα, οὗ προνοήσειν μὲν αὐτὸς ὡς πατὴρ ἐπηγγέλλετο, τὴν δʼ Ἑβραίων χώραν εὐδαίμονα καταστήσειν ἐπʼ αὐτοῦ τοῖς τε ἄλλοις ἀγαθοῖς καὶ δὴ καὶ τῷ μεγίστῳ πάντων εἰρήνῃ καὶ πολέμων ἀπαλλαγῇ καὶ στάσεων ἐμφυλίων.
σὺ τοίνυν ἐπεὶ καὶ πρὸ τῆς γενέσεως ἀπεδείχθης βασιλεὺς ὑπὸ τοῦ θεοῦ πειρῶ τά τε ἄλλα γίνεσθαι τῆς τούτου προνοίας ἄξιος εὐσεβὴς ὢν καὶ δίκαιος καὶ ἀνδρεῖος, καὶ τὰς ἐντολὰς αὐτοῦ καὶ τοὺς νόμους οὓς διὰ Μωυσέος ἔδωκεν ἡμῖν φύλαττε καὶ τοῖς ἄλλοις μὴ παραβαίνειν ἐπίτρεπε.
τὸν δὲ ναόν, ὃν ὑπὸ σοῦ βασιλεύοντος εἵλετο αὑτῷ γενέσθαι, σπούδασον ἀποδοῦναι τῷ θεῷ μὴ καταπλαγεὶς τὸ μέγεθος τοῦ ἔργου μηδʼ ἀποδειλιάσας πρὸς αὐτό· πάντα γάρ σοι πρὸ τῆς ἐμαυτοῦ τελευτῆς ἕτοιμα ποιήσω.
γίνωσκε χρυσοῦ μὲν ἤδη τάλαντα συνειλεγμένα μύρια, δέκα δʼ ἀργύρου μυριάδας ταλάντων, χαλκόν τε καὶ σίδηρον ἀριθμοῦ πλείονα συντέθεικα καὶ ξύλων δὲ καὶ λίθων ὕλην ἄφθονον, ἔχεις δὲ καὶ λατόμων πολλὰς μυριάδας καὶ τεκτόνων· ἂν δέ τι τούτοις προσδέῃ, σὺ προσθήσεις. γίνου τοίνυν ἄριστος τὸν θεὸν ἔχων προστάτην.
προσπαρεκελεύσατο δὲ καὶ τοὺς ἄρχοντας τοῦ λαοῦ τῆς οἰκοδομίας συλλαβέσθαι τῷ παιδὶ καὶ πάντων ἀδεεῖς ὄντας τῶν κακῶν περὶ τὴν τοῦ θεοῦ θρησκείαν ἀσχολεῖν· καρπώσεσθαι γὰρ αὐτοὺς ἀντὶ τούτων εἰρήνην καὶ εὐνομίαν, οἷς ἀμείβεται τοὺς εὐσεβεῖς καὶ δικαίους ὁ θεὸς ἀνθρώπους.
οἰκοδομηθέντος δὲ τοῦ ναοῦ τὴν κιβωτὸν αὐτὸν ἀποθέσθαι προσέταξε καὶ τὰ ἅγια σκεύη πρὸ πολλοῦ ναὸν ὀφείλοντα ἔχειν, εἰ τῶν ἐντολῶν τοῦ θεοῦ μὴ παρήκουσαν ἡμῶν οἱ πατέρες ἐντειλαμένου μετὰ τὸ τὴν γῆν ταύτην κατασχεῖν οἰκοδομῆσαι ναὸν αὐτῷ. ταῦτα μὲν πρὸς τοὺς ἡγεμόνας ὁ Δαυίδης καὶ τὸν υἱὸν αὐτοῦ διελέχθη.
Πρεσβύτερος δὲ ὢν ἤδη καὶ τοῦ σώματος αὐτῷ ψυχομένου διὰ τὸν χρόνον δύσριγος ὑπῆρχεν, ὡς μηδʼ ὑπὸ τῆς ἐπιβολῆς ἐκ πολλῶν ἱματίων γινομένης ἀναθερμαίνεσθαι. συνελθόντων δὲ τῶν ἰατρῶν καὶ συμβουλευσάντων, ὅπως ἐξ ἁπάσης τῆς χώρας εὐειδὴς ἐπιλεχθεῖσα παρθένος συγκαθεύδῃ τῷ βασιλεῖ, τοῦτο γὰρ αὐτῷ πρὸς τὸ ῥῖγος ἔσεσθαι βοήθημα θαλπούσης αὐτὸν τῆς κόρης,
εὑρίσκετʼ ἐν πόλει γυνὴ μία πασῶν τὸ εἶδος ἀρίστη γυναικῶν Ἀβισάκη τοὔνομα, ἣ συγκοιμωμένη μόνον τῷ βασιλεῖ συνεθέρμαινεν αὐτόν· ὑπὸ γὰρ γήρως ἦν πρὸς τἀφροδίσια καὶ γυναικὸς ὁμιλίαν ἀσθενής. καὶ περὶ μὲν ταύτης τῆς παρθένου μετʼ ὀλίγον δηλώσομεν.
Ὁ δὲ τέταρτος υἱὸς Δαυίδου νεανίας εὐειδὴς καὶ μέγας, ἐκ γυναικὸς αὐτῷ Αἰγίσθης γεγονὼς Ἀδωνίας δὲ προσαγορευόμενος, ἐμφερὴς ὢν Ἀψαλώμῳ τήν τε διάνοιαν αὐτὸς ὡς βασιλεύσων ἐπῆρτο καὶ πρὸς τοὺς φίλους ἔλεγεν, ὡς τὴν ἀρχὴν αὐτὸν δεῖ παραλαβεῖν· κατεσκεύασε δὲ ἅρματα πολλὰ καὶ ἵππους καὶ πεντήκοντα ἄνδρας τοὺς προδρόμους.
ταῦθʼ ὁρῶν ὁ πατὴρ οὐκ ἐπέπληττεν οὐδʼ ἐπεῖχεν αὐτὸν τῆς προαιρέσεως οὐδὲ μέχρι τοῦ πυθέσθαι διὰ τί ταῦτα πράττει προήχθη. συνεργοὺς δʼ εἶχεν Ἀδωνίας τὸν στρατηγὸν Ἰώαβον καὶ τὸν ἀρχιερέα Ἀβιάθαρον, μόνοι δʼ ἀντέπραττον ὁ ἀρχιερεὺς Σάδωκος καὶ ὁ προφήτης Νάθας καὶ Βαναίας ὁ ἐπὶ τῶν σωματοφυλάκων καὶ Σιμούεις ὁ Δαυίδου φίλος καὶ πάντες οἱ ἀνδρειότατοι.
τοῦ δὲ Ἀδωνία παρασκευασαμένου δεῖπνον ἔξω τῆς πόλεως παρὰ τὴν πηγὴν τὴν ἐν τῷ βασιλικῷ παραδείσῳ καὶ πάντας καλέσαντος τοὺς ἀδελφοὺς χωρὶς Σολόμωνος, παραλαβόντος δὲ καὶ τὸν στρατηγὸν Ἰώαβον καὶ Ἀβιάθαρον καὶ τοὺς ἄρχοντας τῆς Ἰούδα φυλῆς, οὔτε δὲ Σάδωκον τὸν ἀρχιερέα καὶ Νάθαν τὸν προφήτην καὶ τὸν ἐπὶ τῶν σωματοφυλάκων Βαναίαν καὶ πάντας τοὺς ἐκ τῆς ἐναντίας αἱρέσεως καλέσαντος ἐπὶ τὴν ἑστίασιν,