Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 7

368 Μετὰ ταῦτα διεμέρισε τὴν στρατιὰν εἰς δώδεκα μοίρας σὺν ἡγεμόσι καὶ ἑκατοντάρχοις καὶ ταξιάρχαις. εἶχεν δʼ ἑκάστη τῶν μοιρῶν δισμυρίους καὶ τετρακισχιλίους, ὧν ἐκέλευσε προσεδρεύειν κατὰ τριάκονθʼ ἡμέρας ἀπὸ τῆς πρώτης ἕως τῆς ὑστάτης Σολόμωνι τῷ βασιλεῖ σὺν τοῖς χιλιάρχοις καὶ ἑκατοντάρχοις.
369 κατέστησε δὲ καὶ ἄρχοντα ἑκάστης μοίρας ὃν ἀγαθὸν ᾔδει καὶ δίκαιον, ἐπιτρόπους τε τῶν θησαυρῶν καὶ κωμῶν καὶ ἀγρῶν ἄλλους καὶ κτηνῶν, ὧν οὐκ ἀναγκαῖον ἡγησάμην μνησθῆναι τῶν ὀνομάτων.
370 Ὡς δʼ ἕκαστα τούτων κατὰ τὸν προειρημένον διέταξε τρόπον, εἰς ἐκκλησίαν συγκαλέσας τοὺς ἄρχοντας τῶν Ἑβραίων καὶ τοὺς φυλάρχους καὶ τοὺς ἡγεμόνας τῶν διαιρέσεων καὶ τοὺς ἐπὶ πάσης πράξεως ἢ κτήσεως τοῦ βασιλέως τεταγμένους, στὰς ἐφʼ ὑψηλοτάτου βήματος ὁ βασιλεὺς ἔλεξε πρὸς τὸ πλῆθος·
371 ἀδελφοὶ καὶ ὁμοεθνεῖς, γινώσκειν ὑμᾶς βούλομαι, ὅτι ναὸν οἰκοδομῆσαι τῷ θεῷ διανοηθεὶς χρυσόν τε πολὺν παρεσκευασάμην καὶ ἀργύρου ταλάντων μυριάδας δέκα, ὁ δὲ θεὸς ἐκώλυσέ με διὰ τοῦ προφήτου Νάθα διά τε τοὺς ὑπὲρ ὑμῶν πολέμους καὶ τῷ φόνῳ τῶν ἐχθρῶν μεμιάνθαι τὴν δεξιάν, τὸν δὲ υἱὸν ἐκέλευσε τὸν διαδεξόμενον τὴν βασιλείαν κατασκευάσαι τὸν ναὸν αὐτῷ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme