Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 7

283 Ἰώαβος δʼ οὐκέτι μέλλειν ἔκρινεν, ἀλλὰ τόν τε ἀδελφὸν καὶ τοὺς ἑξακοσίους παραλαβὼν καὶ ὅση λοιπὴ δύναμις ἦν ἐν τοῖς Ἱεροσολύμοις ἕπεσθαι κελεύσας ἐξώρμησεν ἐπὶ τὸν Σαβαῖον. ἤδη δʼ ἐν Γαβαών, κώμη δʼ ἐστὶν αὕτη σταδίους ἀπέχουσα τεσσαράκοντα τῶν Ἱεροσολύμων, γεγενημένος πολλὴν Ἀμασᾶ δύναμιν ἀγαγόντος ἀπήντησεν αὐτῷ διεζωσμένος μάχαιραν καὶ θώρακα ἐνδεδυμένος ὁ Ἰώαβος·
284 προσιόντος δὲ ἀσπάσασθαι τοῦ Ἀμασᾶ φιλοτεχνεῖ τὴν μάχαιραν αὐτομάτως ἐκ τῆς θήκης ἐκπεσεῖν, βαστάσας δʼ αὐτὴν ἀπὸ τῆς γῆς καὶ τῇ ἑτέρᾳ τὸν Ἀμασᾶν ἐγγὺς γενόμενον ὡς καταφιλήσων τοῦ γενείου λαβόμενος οὐ προϊδόμενον εἰς τὴν γαστέρα πλήξας ἀπέκτεινεν, ἀσεβὲς ἔργον διαπραξάμενος καὶ παντελῶς ἀνόσιον, ἀγαθὸν νεανίαν καὶ συγγενῆ καὶ μηδὲν ἀδικήσαντα ζηλοτυπήσας τῆς στρατηγίας καὶ τῆς παρὰ τῷ βασιλεῖ πρὸς αὐτὸν ἰσοτιμίας.
285 διὰ ταύτην γὰρ τὴν αἰτίαν καὶ τὸν Ἀβενῆρον ἐφόνευσεν. ἀλλʼ ἐκεῖνο μὲν αὐτοῦ τὸ παρανόμημα πρόφασις εὐπρεπὴς συγγνωστὸν ἐδόκει ποιεῖν, ὁ ἀδελφὸς Ἀσάηλος ἐκδεδικῆσθαι νομιζόμενος, τοῦ δʼ Ἀμασᾶ φόνου οὐδὲν τοιοῦτον ἔσχε παρακάλυμμα.
286 ἀποκτείνας δὲ τὸν συστράτηγον ἐδίωκε τὸν Σαβαῖον καταλιπὼν ἕνα πρὸς τῷ νεκρῷ βοᾶν ἐντειλάμενος πρὸς τὴν στρατιάν, ὅτι τέθνηκεν Ἀμασᾶς δικαίως καὶ μετʼ αἰτίας κολαζούσης· εἰ δὲ φρονεῖτε τὰ τοῦ βασιλέως, ἕπεσθε τῷ στρατηγῷ αὐτοῦ Ἰωάβῳ καὶ Ἀβεσσαίῳ τῷ τούτου ἀδελφῷ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme