Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 7

252 οὗτος ὁ λόγος οὐδὲ τὴν ἐπὶ τῇ νίκῃ χαρὰν εἴασεν οὔτʼ αὐτῷ μεῖναι μεγίστην οὖσαν οὔτε τοῖς στρατιώταις· αὐτὸς μὲν γὰρ ἀναβὰς ἐπὶ τὸ ὑψηλότατον τῆς πόλεως ἀπεκλαίετο τὸν υἱὸν τυπτόμενος τὰ στέρνα καὶ τὴν κεφαλὴν σπαραττόμενος καὶ παντοίως αὑτὸν αἰκιζόμενος καὶ τέκνον, ἐκβοῶν, εἴθε μοι τὸν θάνατον ἐπελθεῖν ἐγένετο καὶ ἅμα σοι τελευτῆσαι · φύσει γὰρ ὢν φιλόστοργος πρὸς ἐκεῖνον μᾶλλον συμπαθῶς εἶχεν.
253 ἡ στρατιὰ δὲ καὶ Ἰώαβος ἀκούσαντες, ὅτι πενθεῖ τὸν υἱὸν οὕτως ὁ βασιλεύς, ᾐσχύνθησαν μετὰ τοῦ τῶν νενικηκότων σχήματος εἰσελθεῖν εἰς τὴν πόλιν, κατηφεῖς δὲ καὶ δεδακρυμένοι πάντες ὡς ἀφʼ ἥττης παρῆλθον.
254 κατακαλυψαμένου δὲ τοῦ βασιλέως καὶ στένοντος τὸν υἱὸν εἴσεισι πρὸς αὐτὸν Ἰώαβος καὶ παρηγορῶν ὦ δέσποτα, φησί, λανθάνεις διαβάλλων σαυτὸν οἷς ποιεῖς, ὅτι τοὺς μὲν ἀγαπῶντάς σε καὶ περὶ σοῦ κινδυνεύοντας καὶ σαυτὸν καὶ τὴν σὴν γενεὰν δοκεῖς μισεῖν, στέργειν δὲ τοὺς ἐχθροτάτους καὶ ποθεῖν οὐκέτʼ ὄντας, οἳ δίκῃ τεθνήκασιν·
255 εἰ γὰρ Ἀψάλωμος ἐκράτησε καὶ τὴν βασιλείαν βεβαίως κατέσχεν, οὐδενὸς ἂν ἡμῶν ὑπελείφθη λείψανον, ἀλλὰ πάντες ἂν ἀπὸ σοῦ καὶ τῶν σῶν ἀρξάμενοι τέκνων ἀπωλώλειμεν οἰκτρῶς, οὐ κλαιόντων ἡμᾶς τῶν πολεμίων ἀλλὰ καὶ χαιρόντων καὶ τοὺς ἐλεοῦντας ἐπὶ τοῖς κακοῖς κολαζόντων. σὺ δʼ οὐκ αἰσχύνῃ ταῦτα ποιῶν ἐπὶ μᾶλλον ἐχθρῷ, ὅτι σὸς υἱὸς ὢν ἀσεβὴς οὕτως ἐγένετο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme