Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 7

247 τοῦ δʼ Ἀχιμᾶ πάλιν δεηθέντος αὐτῷ τὴν ἀγγελίαν ἐφεῖναι, περὶ μόνης γὰρ αὐτὴν ποιήσεσθαι τῆς νίκης ἡσυχάσειν δὲ περὶ τῆς Ἀψαλώμου τελευτῆς, ἐπέτρεψεν αὐτῷ τὴν πρὸς τὸν Δαυίδην ἄφιξιν. καὶ τὴν ἐπιτομωτέραν ἐκβαλὼν τῶν ὁδῶν, καὶ γὰρ μόνος αὐτὴν ἐγίνωσκε, τὸν Χουσὶν φθάνει.
248 καθεζομένῳ δὲ Δαυίδῃ μεταξὺ τῶν πυλῶν καὶ περιμένοντι, πότʼ αὐτῷ τις ἐλθὼν ἀπὸ τῆς μάχης ἀγγείλῃ τὰ κατʼ αὐτήν, τῶν σκοπῶν τις ἰδὼν τὸν Ἀχιμᾶν τρέχοντα καὶ μήπω τίς ἐστι γνωρίσαι δυνάμενος εἶπε πρὸς τὸν Δαυίδην βλέπειν τινὰ παραγινόμενον πρὸς αὐτόν.
249 τοῦ δʼ ἄγγελον εἶναι φήσαντος ἀγαθῶν, μετʼ ὀλίγον ἕπεσθαί τινα καὶ ἕτερον ἐδήλωσεν αὐτῷ. κἀκεῖνον δὲ ἄγγελον εἰπόντος, ἰδὼν τὸν Ἀχιμᾶν ὁ σκοπὸς ἤδη ἐγγὺς γεγενημένον τὸν Σαδώκου παῖδα τοῦ ἀρχιερέως προστρέχειν ἐσήμαινεν. ὁ δὲ Δαυίδης περιχαρὴς γενόμενος ἀγαθῶν ἄγγελον τοῦτον ἔφησεν εἶναι καί τι τῶν εὐκταίων αὐτῷ φέρειν ἀπὸ τῆς μάχης.
250 Καὶ μεταξὺ ταῦτα λέγοντος τοῦ βασιλέως φανεὶς ὁ Ἀχιμᾶς προσκυνεῖ τὸν βασιλέα, καὶ πυθομένῳ περὶ τῆς μάχης νίκην εὐαγγελίζεται καὶ κράτος. ἐρομένῳ δʼ εἴ τι καὶ περὶ τοῦ παιδὸς ἔχοι λέγειν αὐτὸς μὲν ἔφασκεν εὐθὺς ὁρμῆσαι πρὸς αὐτὸν τῆς τροπῆς τῶν πολεμίων γενομένης, ἀκοῦσαι δὲ μεγάλης φωνῆς διωκόντων τὸν Ἀψάλωμον καὶ πλεῖον τούτου μηδὲν δεδυνῆσθαι μαθεῖν διὰ τὸ πεμφθέντα ὑπὸ Ἰωάβου δηλῶσαι τὴν νίκην ἐπείγεσθαι.
251 παραγενομένου δὲ τοῦ Χουσὶ καὶ προσκυνήσαντος καὶ τὴν νίκην σημήναντος, περὶ τοῦ παιδὸς αὐτὸν ἀνέκρινεν. ὁ δʼ ἐχθροῖς, εἶπε, τοῖς σοῖς οἷα συμβέβηκεν Ἀψαλώμῳ γένοιτο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme